Κατὰ Μαθθαῖον

13
⸀Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελθὼνa Ἰησοῦς ⸀τῆς οἰκίας ἐκάθητοb παρὰ τὴν θάλασσαν·
2καὶ συνήχθησανa πρὸς αὐτὸν ὄχλοι πολλοί, ὥστε αὐτὸν ⸀εἰς πλοῖον ἐμβάνταb καθῆσθαι,c καὶ πᾶς ὄχλος ἐπὶ τὸν αἰγιαλὸνd εἱστήκει.e
3καὶ ἐλάλησενa αὐτοῖς πολλὰ ἐν παραβολαῖς λέγων·b Ἰδοὺ ἐξῆλθενc σπείρωνd τοῦ σπείρειν.e
4καὶ ἐν τῷ σπείρεινa αὐτὸν μὲν ἔπεσενb παρὰ τὴν ὁδόν, καὶ ⸂ἐλθόνταc τὰ πετεινὰ⸃d κατέφαγενe αὐτά.
5ἄλλα δὲ ἔπεσενa ἐπὶ τὰ πετρώδηb ὅπου οὐκ εἶχενc γῆν πολλήν, καὶ εὐθέως ἐξανέτειλενd διὰ τὸ μὴ ἔχεινe βάθοςf γῆς,
6ἡλίου δὲ ἀνατείλαντοςa ἐκαυματίσθηb καὶ διὰ τὸ μὴ ἔχεινc ῥίζανd ἐξηράνθη.e
7ἄλλα δὲ ἔπεσενa ἐπὶ τὰς ἀκάνθας,b καὶ ἀνέβησανc αἱ ἄκανθαιd καὶ ⸀ἔπνιξανe αὐτά.
8ἄλλα δὲ ἔπεσενa ἐπὶ τὴν γῆν τὴν καλὴν καὶ ἐδίδουb καρπόν, μὲν ἑκατὸνc δὲ ἑξήκονταd δὲ τριάκοντα.e
9 ἔχωνa ⸀ὦτα ἀκουέτω.b
10Καὶ προσελθόντεςa οἱ μαθηταὶ εἶπανb αὐτῷ· Διὰ τί ἐν παραβολαῖς λαλεῖςc αὐτοῖς;
11 δὲ ἀποκριθεὶςa εἶπενb ⸀αὐτοῖς· Ὅτι ὑμῖν δέδοταιc γνῶναιd τὰ μυστήριαe τῆς βασιλείας τῶν οὐρανῶν, ἐκείνοις δὲ οὐ δέδοται.f
12ὅστις γὰρ ἔχει,a δοθήσεταιb αὐτῷ καὶ περισσευθήσεται·c ὅστις δὲ οὐκ ἔχει,d καὶ ἔχειe ἀρθήσεταιf ἀπ’ αὐτοῦ.
13διὰ τοῦτο ἐν παραβολαῖς αὐτοῖς λαλῶ,a ὅτι βλέποντεςb οὐ βλέπουσινc καὶ ἀκούοντεςd οὐκ ἀκούουσινe οὐδὲ συνίουσιν·f
14καὶ ἀναπληροῦταιa αὐτοῖς προφητείαb Ἠσαΐουc λέγουσα·d Ἀκοῇe ἀκούσετεf καὶ οὐ μὴ συνῆτε,g καὶ βλέποντεςh βλέψετεi καὶ οὐ μὴ ἴδητε.j
15ἐπαχύνθηa γὰρ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν βαρέωςb ἤκουσαν,c καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν·d μήποτεe ἴδωσινf τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσινg καὶ τῇ καρδίᾳ συνῶσινh καὶ ἐπιστρέψωσιν,i καὶ ἰάσομαιj αὐτούς.
16ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ ὅτι βλέπουσιν,a καὶ τὰ ὦτα ὑμῶν ὅτι ⸀ἀκούουσιν.b
17ἀμὴν γὰρ λέγωa ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησανb ἰδεῖνc βλέπετεd καὶ οὐκ εἶδαν,e καὶ ἀκοῦσαιf ἀκούετεg καὶ οὐκ ἤκουσαν.h
18Ὑμεῖς οὖν ἀκούσατεa τὴν παραβολὴν τοῦ ⸀σπείραντος.b
19παντὸς ἀκούοντοςa τὸν λόγον τῆς βασιλείας καὶ μὴ συνιέντος,b ἔρχεταιc πονηρὸς καὶ ἁρπάζειd τὸ ἐσπαρμένονe ἐν τῇ καρδίᾳ αὐτοῦ· οὗτός ἐστινf παρὰ τὴν ὁδὸν σπαρείς.g
20 δὲ ἐπὶ τὰ πετρώδηa σπαρείς,b οὗτός ἐστινc τὸν λόγον ἀκούωνd καὶ εὐθὺς μετὰ χαρᾶς λαμβάνωνe αὐτόν,
21οὐκ ἔχειa δὲ ῥίζανb ἐν ἑαυτῷ ἀλλὰ πρόσκαιρόςc ἐστιν,d γενομένηςe δὲ θλίψεως διωγμοῦf διὰ τὸν λόγον εὐθὺς σκανδαλίζεται.g
22 δὲ εἰς τὰς ἀκάνθαςa σπαρείς,b οὗτός ἐστινc τὸν λόγον ἀκούων,d καὶ μέριμναe τοῦ αἰῶνος ⸀τούτου καὶ ἀπάτηf τοῦ πλούτουg συμπνίγειh τὸν λόγον, καὶ ἄκαρποςi γίνεται.j
23 δὲ ἐπὶ τὴν ⸂καλὴν γῆν⸃ σπαρείς,a οὗτός ἐστινb τὸν λόγον ἀκούωνc καὶ ⸀συνιείς,d ὃς δὴe καρποφορεῖf καὶ ποιεῖg μὲν ἑκατὸνh δὲ ἑξήκονταi δὲ τριάκοντα.j
24Ἄλλην παραβολὴν παρέθηκενa αὐτοῖς λέγων·b Ὡμοιώθηc βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ ⸀σπείραντιd καλὸν σπέρμα ἐν τῷ ἀγρῷ αὐτοῦ.
25ἐν δὲ τῷ καθεύδεινa τοὺς ἀνθρώπους ἦλθενb αὐτοῦ ἐχθρὸς καὶ ⸀ἐπέσπειρενc ζιζάνιαd ἀνὰe μέσον τοῦ σίτουf καὶ ἀπῆλθεν.g
26ὅτε δὲ ἐβλάστησενa χόρτοςb καὶ καρπὸν ἐποίησεν,c τότε ἐφάνηd καὶ τὰ ζιζάνια.e
27προσελθόντεςa δὲ οἱ δοῦλοι τοῦ οἰκοδεσπότουb εἶπονc αὐτῷ· Κύριε, οὐχὶ καλὸν σπέρμα ⸀ἔσπειραςd ἐν τῷ σῷe ἀγρῷ; πόθενf οὖν ἔχειg ζιζάνια;h
28 δὲ ἔφηa αὐτοῖς· Ἐχθρὸς ἄνθρωπος τοῦτο ἐποίησεν.b οἱ δὲ ⸂δοῦλοι αὐτῷ λέγουσιν⸃·c Θέλειςd οὖν ἀπελθόντεςe ⸀συλλέξωμενf αὐτά;
29 δέ ⸀φησιν·a Οὔ, μήποτεb συλλέγοντεςc τὰ ζιζάνιαd ἐκριζώσητεe ἅμαf αὐτοῖς τὸν σῖτον·g
30ἄφετεa συναυξάνεσθαιb ἀμφότεραc ⸀μέχριd τοῦ θερισμοῦ·e καὶ ἐν καιρῷ τοῦ θερισμοῦf ἐρῶg τοῖς θερισταῖς·h Συλλέξατεi πρῶτον τὰ ζιζάνιαj καὶ δήσατεk αὐτὰ εἰς δέσμαςl πρὸς τὸ κατακαῦσαιm αὐτά, τὸν δὲ σῖτονn ⸀συναγάγετεo εἰς τὴν ἀποθήκηνp μου.
31Ἄλλην παραβολὴν παρέθηκενa αὐτοῖς λέγων·b Ὁμοία ἐστὶνc βασιλεία τῶν οὐρανῶν κόκκῳd σινάπεως,e ὃν λαβὼνf ἄνθρωπος ἔσπειρενg ἐν τῷ ἀγρῷ αὐτοῦ·
32 μικρότερον μέν ἐστινa πάντων τῶν σπερμάτων, ὅταν δὲ αὐξηθῇb μεῖζον τῶν λαχάνωνc ἐστὶνd καὶ γίνεταιe δένδρον,f ὥστε ἐλθεῖνg τὰ πετεινὰh τοῦ οὐρανοῦ καὶ κατασκηνοῦνi ἐν τοῖς κλάδοιςj αὐτοῦ.
33Ἄλλην παραβολὴν ἐλάλησενa αὐτοῖς· Ὁμοία ἐστὶνb βασιλεία τῶν οὐρανῶν ζύμῃ,c ἣν λαβοῦσαd γυνὴ ⸀ἐνέκρυψενe εἰς ἀλεύρουf σάταg τρία ἕως οὗ ἐζυμώθηh ὅλον.
34Ταῦτα πάντα ἐλάλησενa Ἰησοῦς ἐν παραβολαῖς τοῖς ὄχλοις, καὶ χωρὶς παραβολῆς ⸀οὐδὲν ἐλάλειb αὐτοῖς·
35ὅπως πληρωθῇa τὸ ῥηθὲνb διὰ τοῦ προφήτου λέγοντος·c Ἀνοίξωd ἐν παραβολαῖς τὸ στόμα μου, ἐρεύξομαιe κεκρυμμέναf ἀπὸ ⸀καταβολῆς.g
36Τότε ἀφεὶςa τοὺς ὄχλους ἦλθενb εἰς τὴν ⸀οἰκίαν. καὶ προσῆλθονc αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες·d ⸀Διασάφησονe ἡμῖν τὴν παραβολὴν τῶν ζιζανίωνf τοῦ ἀγροῦ.
37 δὲ ἀποκριθεὶςa ⸀εἶπεν·b σπείρωνc τὸ καλὸν σπέρμα ἐστὶνd υἱὸς τοῦ ἀνθρώπου·
38 δὲ ἀγρός ἐστινa κόσμος· τὸ δὲ καλὸν σπέρμα, οὗτοί εἰσινb οἱ υἱοὶ τῆς βασιλείας· τὰ δὲ ζιζάνιάc εἰσινd οἱ υἱοὶ τοῦ πονηροῦ,
39 δὲ ἐχθρὸς σπείραςa αὐτά ἐστινb διάβολος· δὲ θερισμὸςc συντέλειαd ⸀αἰῶνός ἐστιν,e οἱ δὲ θερισταὶf ἄγγελοί εἰσιν.g
40ὥσπερ οὖν συλλέγεταιa τὰ ζιζάνιαb καὶ πυρὶ ⸀καίεται,c οὕτως ἔσταιd ἐν τῇ συντελείᾳe τοῦ ⸀αἰῶνος·
41ἀποστελεῖa υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ, καὶ συλλέξουσινb ἐκ τῆς βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλαc καὶ τοὺς ποιοῦνταςd τὴν ἀνομίαν,e
42καὶ βαλοῦσινa αὐτοὺς εἰς τὴν κάμινονb τοῦ πυρός· ἐκεῖ ἔσταιc κλαυθμὸςd καὶ βρυγμὸςe τῶν ὀδόντων.f
43Τότε οἱ δίκαιοι ἐκλάμψουσινa ὡς ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτῶν. ἔχωνb ⸀ὦτα ἀκουέτω.c
44⸀Ὁμοία ἐστὶνa βασιλεία τῶν οὐρανῶν θησαυρῷb κεκρυμμένῳc ἐν τῷ ἀγρῷ, ὃν εὑρὼνd ἄνθρωπος ἔκρυψεν,e καὶ ἀπὸ τῆς χαρᾶς αὐτοῦ ὑπάγειf καὶ ⸂πωλεῖg πάντα ὅσα ἔχει⸃h καὶ ἀγοράζειi τὸν ἀγρὸν ἐκεῖνον.
45Πάλιν ὁμοία ἐστὶνa βασιλεία τῶν οὐρανῶν ⸀ἀνθρώπῳ ἐμπόρῳb ζητοῦντιc καλοὺς μαργαρίτας·d
46⸂εὑρὼνa δὲ⸃ ἕνα πολύτιμονb μαργαρίτηνc ἀπελθὼνd πέπρακενe πάντα ὅσα εἶχενf καὶ ἠγόρασενg αὐτόν.
47Πάλιν ὁμοία ἐστὶνa βασιλεία τῶν οὐρανῶν σαγήνῃb βληθείσῃc εἰς τὴν θάλασσαν καὶ ἐκ παντὸς γένουςd συναγαγούσῃ·e
48ἣν ὅτε ἐπληρώθηa ἀναβιβάσαντεςb ἐπὶ τὸν αἰγιαλὸνc καὶ καθίσαντεςd συνέλεξανe τὰ καλὰ εἰς ⸀ἄγγη,f τὰ δὲ σαπρὰg ἔξω ἔβαλον.h
49οὕτως ἔσταιa ἐν τῇ συντελείᾳb τοῦ αἰῶνος· ἐξελεύσονταιc οἱ ἄγγελοι καὶ ἀφοριοῦσινd τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων
50καὶ βαλοῦσινa αὐτοὺς εἰς τὴν κάμινονb τοῦ πυρός· ἐκεῖ ἔσταιc κλαυθμὸςd καὶ βρυγμὸςe τῶν ὀδόντων.f
51⸀Συνήκατεa ταῦτα πάντα; λέγουσινb αὐτῷ· ⸀Ναί.
52 δὲ εἶπενa αὐτοῖς· Διὰ τοῦτο πᾶς γραμματεὺς μαθητευθεὶςb ⸂τῇ βασιλείᾳ⸃ τῶν οὐρανῶν ὅμοιός ἐστινc ἀνθρώπῳ οἰκοδεσπότῃd ὅστις ἐκβάλλειe ἐκ τοῦ θησαυροῦf αὐτοῦ καινὰ καὶ παλαιά.g
53καὶ ἐγένετοa ὅτε ἐτέλεσενb Ἰησοῦς τὰς παραβολὰς ταύτας, μετῆρενc ἐκεῖθεν.d
54καὶ ἐλθὼνa εἰς τὴν πατρίδαb αὐτοῦ ἐδίδασκενc αὐτοὺς ἐν τῇ συναγωγῇ αὐτῶν, ὥστε ἐκπλήσσεσθαιd αὐτοὺς καὶ λέγειν·e Πόθενf τούτῳ σοφία αὕτη καὶ αἱ δυνάμεις;
55οὐχ οὗτός ἐστινa τοῦ τέκτονοςb υἱός; ⸀οὐχ μήτηρ αὐτοῦ λέγεταιc Μαριὰμd καὶ οἱ ἀδελφοὶ αὐτοῦ Ἰάκωβος καὶ ⸀Ἰωσὴφ καὶ Σίμων καὶ Ἰούδας;
56καὶ αἱ ἀδελφαὶa αὐτοῦ οὐχὶ πᾶσαι πρὸς ἡμᾶς εἰσιν;b πόθενc οὖν τούτῳ ταῦτα πάντα;
57καὶ ἐσκανδαλίζοντοa ἐν αὐτῷ. δὲ Ἰησοῦς εἶπενb αὐτοῖς· Οὐκ ἔστινc προφήτης ἄτιμοςd εἰ μὴ ἐν τῇ ⸀πατρίδιe καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ.
58καὶ οὐκ ἐποίησενa ἐκεῖ δυνάμεις πολλὰς διὰ τὴν ἀπιστίανb αὐτῶν.