12
Ἐν ἐκείνῳ τῷ καιρῷ ἐπορεύθηa
ὁ Ἰησοῦς τοῖς σάββασιν διὰ τῶν σπορίμων·b
οἱ δὲ μαθηταὶ αὐτοῦ ἐπείνασανc
καὶ ἤρξαντοd
τίλλεινe
στάχυαςf
καὶ ἐσθίειν.g
2
οἱ δὲ Φαρισαῖοι ἰδόντεςa
εἶπανb
αὐτῷ· Ἰδοὺ οἱ μαθηταί σου ποιοῦσινc
ὃ οὐκ ἔξεστινd
ποιεῖνe
ἐν σαββάτῳ.
3
ὁ δὲ εἶπενa
αὐτοῖς· Οὐκ ἀνέγνωτεb
τί ἐποίησενc
Δαυὶδ ὅτε ⸀ἐπείνασενd
καὶ οἱ μετ’ αὐτοῦ;
4
πῶς εἰσῆλθενa
εἰς τὸν οἶκον τοῦ θεοῦ καὶ τοὺς ἄρτους τῆς προθέσεωςb
⸂ἔφαγον,c
ὃ⸃ οὐκ ἐξὸνd
ἦνe
αὐτῷ φαγεῖνf
οὐδὲ τοῖς μετ’ αὐτοῦ, εἰ μὴ τοῖς ἱερεῦσιν μόνοις;
5
ἢ οὐκ ἀνέγνωτεa
ἐν τῷ νόμῳ ὅτι τοῖς σάββασιν οἱ ἱερεῖς ἐν τῷ ἱερῷ τὸ σάββατον βεβηλοῦσινb
καὶ ἀναίτιοίc
εἰσιν;d
6
λέγωa
δὲ ὑμῖν ὅτι τοῦ ἱεροῦ μεῖζόν ἐστινb
ὧδε.
7
εἰ δὲ ἐγνώκειτεa
τί ἐστιν·b
Ἔλεοςc
θέλωd
καὶ οὐ θυσίαν,e
οὐκ ἂν κατεδικάσατεf
τοὺς ἀναιτίους.g
8
κύριος γάρ ἐστινa
τοῦ σαββάτου ὁ υἱὸς τοῦ ἀνθρώπου.
9
Καὶ μεταβὰςa
ἐκεῖθενb
ἦλθενc
εἰς τὴν συναγωγὴν αὐτῶν·
10
καὶ ἰδοὺ ⸀ἄνθρωπος χεῖρα ἔχωνa
ξηράν.b
καὶ ἐπηρώτησανc
αὐτὸν λέγοντες·d
Εἰ ἔξεστιe
τοῖς σάββασιν ⸀θεραπεύειν;f
ἵνα κατηγορήσωσινg
αὐτοῦ.
11
ὁ δὲ εἶπενa
αὐτοῖς· Τίς ⸀ἔσταιb
ἐξ ὑμῶν ἄνθρωπος ὃς ἕξειc
πρόβατον ἕν, καὶ ἐὰν ἐμπέσῃd
τοῦτο τοῖς σάββασιν εἰς βόθυνον,e
οὐχὶ κρατήσειf
αὐτὸ καὶ ἐγερεῖ;g
12
πόσῳa
οὖν διαφέρειb
ἄνθρωπος προβάτου. ὥστε ἔξεστινc
τοῖς σάββασιν καλῶς ποιεῖν.d
13
τότε λέγειa
τῷ ἀνθρώπῳ· Ἔκτεινόνb
⸂σου τὴν χεῖρα⸃· καὶ ἐξέτεινεν,c
καὶ ἀπεκατεστάθηd
ὑγιὴςe
ὡς ἡ ἄλλη.
14
⸂ἐξελθόντεςa
δὲ οἱ Φαρισαῖοι συμβούλιονb
ἔλαβονc
κατ’ αὐτοῦ⸃ ὅπως αὐτὸν ἀπολέσωσιν.d
15
Ὁ δὲ Ἰησοῦς γνοὺςa
ἀνεχώρησενb
ἐκεῖθεν.c
καὶ ἠκολούθησανd
⸀αὐτῷ πολλοί, καὶ ἐθεράπευσενe
αὐτοὺς πάντας,
16
καὶ ἐπετίμησενa
αὐτοῖς ἵνα μὴ φανερὸνb
αὐτὸν ποιήσωσιν,c
17
⸀ἵνα πληρωθῇa
τὸ ῥηθὲνb
διὰ Ἠσαΐουc
τοῦ προφήτου λέγοντος·d
18
Ἰδοὺ ὁ παῖςa
μου ὃν ᾑρέτισα,b
ὁ ἀγαπητός μου ⸂εἰς ὃν⸃ εὐδόκησενc
ἡ ψυχή μου· θήσωd
τὸ πνεῦμά μου ἐπ’ αὐτόν, καὶ κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ.e
19
οὐκ ἐρίσειa
οὐδὲ κραυγάσει,b
οὐδὲ ἀκούσειc
τις ἐν ταῖς πλατείαιςd
τὴν φωνὴν αὐτοῦ.
20
κάλαμονa
συντετριμμένονb
οὐ κατεάξειc
καὶ λίνονd
τυφόμενονe
οὐ σβέσει,f
ἕως ἂν ἐκβάλῃg
εἰς νῖκοςh
τὴν κρίσιν.
21
καὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν.a
22
Τότε ⸂προσηνέχθηa
αὐτῷ δαιμονιζόμενοςb
τυφλὸς καὶ κωφός⸃·c
καὶ ἐθεράπευσενd
αὐτόν, ὥστε τὸν ⸀κωφὸνe
λαλεῖνf
καὶ βλέπειν.g
23
καὶ ἐξίσταντοa
πάντες οἱ ὄχλοι καὶ ἔλεγον·b
Μήτιc
οὗτός ἐστινd
ὁ υἱὸς Δαυίδ;
24
οἱ δὲ Φαρισαῖοι ἀκούσαντεςa
εἶπον·b
Οὗτος οὐκ ἐκβάλλειc
τὰ δαιμόνια εἰ μὴ ἐν τῷ Βεελζεβοὺλd
ἄρχοντι τῶν δαιμονίων.
25
εἰδὼςa
⸀δὲ τὰς ἐνθυμήσειςb
αὐτῶν εἶπενc
αὐτοῖς· Πᾶσα βασιλεία μερισθεῖσαd
καθ’ ἑαυτῆς ἐρημοῦται,e
καὶ πᾶσα πόλις ἢ οἰκία μερισθεῖσαf
καθ’ ἑαυτῆς οὐ σταθήσεται.g
26
καὶ εἰ ὁ Σατανᾶς τὸν Σατανᾶν ἐκβάλλει,a
ἐφ’ ἑαυτὸν ἐμερίσθη·b
πῶς οὖν σταθήσεταιc
ἡ βασιλεία αὐτοῦ;
27
καὶ εἰ ἐγὼ ἐν Βεελζεβοὺλa
ἐκβάλλωb
τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσιν;c
διὰ τοῦτο αὐτοὶ ⸂κριταὶd
ἔσονταιe
ὑμῶν⸃.
28
εἰ δὲ ἐν πνεύματι θεοῦ ἐγὼ ἐκβάλλωa
τὰ δαιμόνια, ἄρα ἔφθασενb
ἐφ’ ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ.
29
ἢ πῶς δύναταίa
τις εἰσελθεῖνb
εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦc
καὶ τὰ σκεύηd
αὐτοῦ ⸀ἁρπάσαι,e
ἐὰν μὴ πρῶτον δήσῃf
τὸν ἰσχυρόν;g
καὶ τότε τὴν οἰκίαν αὐτοῦ ⸀διαρπάσει.h
30
ὁ μὴ ὢνa
μετ’ ἐμοῦ κατ’ ἐμοῦ ἐστιν,b
καὶ ὁ μὴ συνάγωνc
μετ’ ἐμοῦ σκορπίζει.d
31
διὰ τοῦτο λέγωa
ὑμῖν, πᾶσα ἁμαρτία καὶ βλασφημίαb
ἀφεθήσεταιc
τοῖς ἀνθρώποις, ἡ δὲ τοῦ πνεύματος βλασφημίαd
οὐκ ⸀ἀφεθήσεται.e
32
καὶ ὃς ἐὰν εἴπῃa
λόγον κατὰ τοῦ υἱοῦ τοῦ ἀνθρώπου, ἀφεθήσεταιb
αὐτῷ· ὃς δ’ ἂν εἴπῃc
κατὰ τοῦ πνεύματος τοῦ ἁγίου, οὐκ ἀφεθήσεταιd
αὐτῷ οὔτε ἐν ⸂τούτῳ τῷ⸃ αἰῶνι οὔτε ἐν τῷ μέλλοντι.e
33
Ἢ ποιήσατεa
τὸ δένδρονb
καλὸν καὶ τὸν καρπὸν αὐτοῦ καλόν, ἢ ποιήσατεc
τὸ δένδρονd
σαπρὸνe
καὶ τὸν καρπὸν αὐτοῦ σαπρόν·f
ἐκ γὰρ τοῦ καρποῦ τὸ δένδρονg
γινώσκεται.h
34
γεννήματαa
ἐχιδνῶν,b
πῶς δύνασθεc
ἀγαθὰ λαλεῖνd
πονηροὶ ὄντες;e
ἐκ γὰρ τοῦ περισσεύματοςf
τῆς καρδίας τὸ στόμα λαλεῖ.g
35
ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦa
ἐκβάλλειb
ἀγαθά, καὶ ὁ πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦc
ἐκβάλλειd
πονηρά.
36
λέγωa
δὲ ὑμῖν ὅτι πᾶν ῥῆμα ἀργὸνb
ὃ ⸀λαλήσουσινc
οἱ ἄνθρωποι, ἀποδώσουσινd
περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως·
37
ἐκ γὰρ τῶν λόγων σου δικαιωθήσῃ,a
καὶ ἐκ τῶν λόγων σου καταδικασθήσῃ.b
38
Τότε ἀπεκρίθησανa
⸀αὐτῷ τινες τῶν γραμματέων καὶ Φαρισαίων λέγοντες·b
Διδάσκαλε, θέλομενc
ἀπὸ σοῦ σημεῖον ἰδεῖν.d
39
ὁ δὲ ἀποκριθεὶςa
εἶπενb
αὐτοῖς· Γενεὰ πονηρὰ καὶ μοιχαλὶςc
σημεῖον ἐπιζητεῖ,d
καὶ σημεῖον οὐ δοθήσεταιe
αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνᾶf
τοῦ προφήτου.
40
ὥσπερ γὰρ ἦνa
Ἰωνᾶςb
ἐν τῇ κοιλίᾳc
τοῦ κήτουςd
τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσταιe
ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.
41
ἄνδρες Νινευῖταιa
ἀναστήσονταιb
ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινοῦσινc
αὐτήν· ὅτι μετενόησανd
εἰς τὸ κήρυγμαe
Ἰωνᾶ,f
καὶ ἰδοὺ πλεῖον Ἰωνᾶg
ὧδε.
42
βασίλισσαa
νότουb
ἐγερθήσεταιc
ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινεῖd
αὐτήν· ὅτι ἦλθενe
ἐκ τῶν περάτωνf
τῆς γῆς ἀκοῦσαιg
τὴν σοφίαν Σολομῶνος,h
καὶ ἰδοὺ πλεῖον Σολομῶνοςi
ὧδε.
43
Ὅταν δὲ τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃa
ἀπὸ τοῦ ἀνθρώπου, διέρχεταιb
δι’ ἀνύδρωνc
τόπων ζητοῦνd
ἀνάπαυσιν,e
καὶ οὐχ εὑρίσκει.f
44
τότε λέγει·a
⸂Εἰς τὸν οἶκόν μου ἐπιστρέψω⸃b
ὅθενc
ἐξῆλθον·d
καὶ ἐλθὸνe
⸀εὑρίσκειf
⸀σχολάζονταg
σεσαρωμένονh
καὶ κεκοσμημένον.i
45
τότε πορεύεταιa
καὶ παραλαμβάνειb
μεθ’ ἑαυτοῦ ἑπτὰ ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ, καὶ εἰσελθόνταc
κατοικεῖd
ἐκεῖ· καὶ γίνεταιe
τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείροναf
τῶν πρώτων. οὕτως ἔσταιg
καὶ τῇ γενεᾷ ταύτῃ τῇ πονηρᾷ.
46
Ἔτι ⸀δὲ αὐτοῦ λαλοῦντοςa
τοῖς ὄχλοις ἰδοὺ ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἱστήκεισανb
ἔξω ζητοῦντεςc
αὐτῷ λαλῆσαι.d
47
⸂εἶπενa
δέ τις αὐτῷ· Ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ἑστήκασιν,b
ζητοῦντέςc
σοι λαλῆσαι.⸃d
48
ὁ δὲ ἀποκριθεὶςa
εἶπενb
τῷ ⸀λέγοντιc
αὐτῷ· Τίς ἐστινd
ἡ μήτηρ μου, καὶ τίνες εἰσὶνe
οἱ ἀδελφοί μου;
49
καὶ ἐκτείναςa
τὴν χεῖρα αὐτοῦ ἐπὶ τοὺς μαθητὰς αὐτοῦ εἶπεν·b
Ἰδοὺ ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου·
50
ὅστις γὰρ ἂν ποιήσῃa
τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς, αὐτός μου ἀδελφὸς καὶ ἀδελφὴb
καὶ μήτηρ ἐστίν.c