11
Καὶ ἐγένετοa
ὅτε ἐτέλεσενb
ὁ Ἰησοῦς διατάσσωνc
τοῖς δώδεκα μαθηταῖς αὐτοῦ, μετέβηd
ἐκεῖθενe
τοῦ διδάσκεινf
καὶ κηρύσσεινg
ἐν ταῖς πόλεσιν αὐτῶν.
2
Ὁ δὲ Ἰωάννης ἀκούσαςa
ἐν τῷ δεσμωτηρίῳb
τὰ ἔργα τοῦ χριστοῦ πέμψαςc
⸀διὰ τῶν μαθητῶν αὐτοῦ
3
εἶπενa
αὐτῷ· Σὺ εἶb
ὁ ἐρχόμενοςc
ἢ ἕτερον προσδοκῶμεν;d
4
καὶ ἀποκριθεὶςa
ὁ Ἰησοῦς εἶπενb
αὐτοῖς· Πορευθέντεςc
ἀπαγγείλατεd
Ἰωάννῃ ἃ ἀκούετεe
καὶ βλέπετε·f
5
τυφλοὶ ἀναβλέπουσινa
καὶ χωλοὶb
περιπατοῦσιν,c
λεπροὶd
καθαρίζονταιe
καὶ κωφοὶf
ἀκούουσιν,g
⸀καὶ νεκροὶ ἐγείρονταιh
καὶ πτωχοὶ εὐαγγελίζονται·i
6
καὶ μακάριός ἐστινa
ὃς ⸀ἐὰν μὴ σκανδαλισθῇb
ἐν ἐμοί.
7
Τούτων δὲ πορευομένωνa
ἤρξατοb
ὁ Ἰησοῦς λέγεινc
τοῖς ὄχλοις περὶ Ἰωάννου· Τί ἐξήλθατεd
εἰς τὴν ἔρημον θεάσασθαι;e
κάλαμονf
ὑπὸ ἀνέμου σαλευόμενον;g
8
ἀλλὰ τί ἐξήλθατεa
ἰδεῖν;b
ἄνθρωπον ἐν ⸀μαλακοῖςc
ἠμφιεσμένον;d
ἰδοὺ οἱ τὰ μαλακὰe
φοροῦντεςf
ἐν τοῖς οἴκοις τῶν ⸀βασιλέων ⸀εἰσίν.g
9
ἀλλὰ τί ἐξήλθατε⸂;a
προφήτην ἰδεῖν⸃;b
ναί, λέγωc
ὑμῖν, καὶ περισσότερονd
προφήτου.
10
⸀οὗτός ἐστινa
περὶ οὗ γέγραπται·b
Ἰδοὺ ἐγὼ ἀποστέλλωc
τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσειd
τὴν ὁδόν σου ἔμπροσθέν σου.
11
ἀμὴν λέγωa
ὑμῖν, οὐκ ἐγήγερταιb
ἐν γεννητοῖςc
γυναικῶν μείζων Ἰωάννου τοῦ βαπτιστοῦ·d
ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν.e
12
ἀπὸ δὲ τῶν ἡμερῶν Ἰωάννου τοῦ βαπτιστοῦa
ἕως ἄρτι ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται,b
καὶ βιασταὶc
ἁρπάζουσινd
αὐτήν.
13
πάντες γὰρ οἱ προφῆται καὶ ὁ νόμος ἕως Ἰωάννου ἐπροφήτευσαν·a
14
καὶ εἰ θέλετεa
δέξασθαι,b
αὐτός ἐστινc
Ἠλίαςd
ὁ μέλλωνe
ἔρχεσθαι.f
15
ὁ ἔχωνa
⸀ὦτα ἀκουέτω.b
16
Τίνι δὲ ὁμοιώσωa
τὴν γενεὰν ταύτην; ὁμοία ἐστὶνb
παιδίοις ⸂καθημένοιςc
ἐν ταῖς ἀγοραῖςd
ἃ προσφωνοῦνταe
τοῖς ἑτέροις⸃
17
⸀λέγουσιν·a
Ηὐλήσαμενb
ὑμῖν καὶ οὐκ ὠρχήσασθε·c
⸀ἐθρηνήσαμενd
καὶ οὐκ ἐκόψασθε·e
18
ἦλθενa
γὰρ Ἰωάννης μήτε ἐσθίωνb
μήτε πίνων,c
καὶ λέγουσιν·d
Δαιμόνιον ἔχει·e
19
ἦλθενa
ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίωνb
καὶ πίνων,c
καὶ λέγουσιν·d
Ἰδοὺ ἄνθρωπος φάγοςe
καὶ οἰνοπότης,f
τελωνῶνg
φίλοςh
καὶ ἁμαρτωλῶν. καὶ ἐδικαιώθηi
ἡ σοφία ἀπὸ τῶν ⸀ἔργων αὐτῆς.
20
Τότε ⸀ἤρξατοa
ὀνειδίζεινb
τὰς πόλεις ἐν αἷς ἐγένοντοc
αἱ πλεῖσται δυνάμεις αὐτοῦ, ὅτι οὐ μετενόησαν·d
21
Οὐαί σοι, Χοραζίν·a
οὐαί σοι, Βηθσαϊδά·b
ὅτι εἰ ἐν Τύρῳc
καὶ Σιδῶνιd
ἐγένοντοe
αἱ δυνάμεις αἱ γενόμεναιf
ἐν ὑμῖν, πάλαιg
ἂν ἐν σάκκῳh
καὶ σποδῷi
μετενόησαν.j
22
πλὴν λέγωa
ὑμῖν, Τύρῳb
καὶ Σιδῶνιc
ἀνεκτότερονd
ἔσταιe
ἐν ἡμέρᾳ κρίσεως ἢ ὑμῖν.
23
καὶ σύ, Καφαρναούμ,a
⸂μὴ ἕως οὐρανοῦ ὑψωθήσῃ⸃;b
ἕως ᾅδουc
⸀καταβήσῃ·d
ὅτι εἰ ἐν Σοδόμοιςe
⸀ἐγενήθησανf
αἱ δυνάμεις αἱ γενόμεναιg
ἐν σοί, ⸀ἔμεινενh
ἂν μέχριi
τῆς σήμερον.
24
πλὴν λέγωa
ὑμῖν ὅτι γῇ Σοδόμωνb
ἀνεκτότερονc
ἔσταιd
ἐν ἡμέρᾳ κρίσεως ἢ σοί.
25
Ἐν ἐκείνῳ τῷ καιρῷ ἀποκριθεὶςa
ὁ Ἰησοῦς εἶπεν·b
Ἐξομολογοῦμαίc
σοι, πάτερ κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ⸀ἔκρυψαςd
ταῦτα ἀπὸ σοφῶνe
καὶ συνετῶν,f
καὶ ἀπεκάλυψαςg
αὐτὰ νηπίοις·h
26
ναί, ὁ πατήρ, ὅτι οὕτως ⸂εὐδοκίαa
ἐγένετο⸃b
ἔμπροσθέν σου.
27
Πάντα μοι παρεδόθηa
ὑπὸ τοῦ πατρός μου, καὶ οὐδεὶς ἐπιγινώσκειb
τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκειc
εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληταιd
ὁ υἱὸς ἀποκαλύψαι.e
28
Δεῦτεa
πρός με πάντες οἱ κοπιῶντεςb
καὶ πεφορτισμένοι,c
κἀγὼ ἀναπαύσωd
ὑμᾶς.
29
ἄρατεa
τὸν ζυγόνb
μου ἐφ’ ὑμᾶς καὶ μάθετεc
ἀπ’ ἐμοῦ, ὅτι πραΰςd
εἰμιe
καὶ ταπεινὸςf
τῇ καρδίᾳ, καὶ εὑρήσετεg
ἀνάπαυσινh
ταῖς ψυχαῖς ὑμῶν·
30
ὁ γὰρ ζυγόςa
μου χρηστὸςb
καὶ τὸ φορτίονc
μου ἐλαφρόνd
ἐστιν.e