10
Καὶ προσκαλεσάμενοςa
τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκενb
αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων ὥστε ἐκβάλλεινc
αὐτὰ καὶ θεραπεύεινd
πᾶσαν νόσονe
καὶ πᾶσαν μαλακίαν.f
2
τῶν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματά ἐστινa
ταῦτα· πρῶτος Σίμων ὁ λεγόμενοςb
Πέτρος καὶ Ἀνδρέαςc
ὁ ἀδελφὸς ⸀αὐτοῦ, Ἰάκωβος ὁ τοῦ Ζεβεδαίουd
καὶ Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ,
3
Φίλιππος καὶ Βαρθολομαῖος,a
Θωμᾶςb
καὶ Μαθθαῖοςc
ὁ τελώνης,d
Ἰάκωβος ὁ τοῦ Ἁλφαίουe
καὶ ⸀Θαδδαῖος,f
4
Σίμων ὁ ⸀Καναναῖοςa
καὶ Ἰούδας ⸀ὁ Ἰσκαριώτηςb
ὁ καὶ παραδοὺςc
αὐτόν.
5
Τούτους τοὺς δώδεκα ἀπέστειλενa
ὁ Ἰησοῦς παραγγείλαςb
αὐτοῖς λέγων·c
Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητεd
καὶ εἰς πόλιν Σαμαριτῶνe
μὴ εἰσέλθητε·f
6
πορεύεσθεa
δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλόταb
οἴκου Ἰσραήλ.
7
πορευόμενοιa
δὲ κηρύσσετεb
λέγοντεςc
ὅτι Ἤγγικενd
ἡ βασιλεία τῶν οὐρανῶν.
8
ἀσθενοῦνταςa
θεραπεύετε,b
⸂νεκροὺς ἐγείρετε⸃,c
λεπροὺςd
καθαρίζετε,e
δαιμόνια ἐκβάλλετε·f
δωρεὰνg
ἐλάβετε,h
δωρεὰνi
δότε.j
9
μὴ κτήσησθεa
χρυσὸνb
μηδὲ ἄργυρονc
μηδὲ χαλκὸνd
εἰς τὰς ζώναςe
ὑμῶν,
10
μὴ πήρανa
εἰς ὁδὸν μηδὲ δύο χιτῶναςb
μηδὲ ὑποδήματαc
μηδὲ ⸀ῥάβδον·d
ἄξιος γὰρ ὁ ἐργάτηςe
τῆς τροφῆςf
⸀αὐτοῦ.
11
εἰς ἣν δ’ ἂν πόλιν ἢ κώμηνa
εἰσέλθητε,b
ἐξετάσατεc
τίς ἐν αὐτῇ ἄξιός ἐστιν·d
κἀκεῖe
μείνατεf
ἕως ἂν ἐξέλθητε.g
12
εἰσερχόμενοιa
δὲ εἰς τὴν οἰκίαν ἀσπάσασθεb
αὐτήν·
13
καὶ ἐὰν μὲν ᾖa
ἡ οἰκία ἀξία, ἐλθάτωb
ἡ εἰρήνη ὑμῶν ἐπ’ αὐτήν· ἐὰν δὲ μὴ ᾖc
ἀξία, ἡ εἰρήνη ὑμῶν ⸀πρὸς ὑμᾶς ἐπιστραφήτω.d
14
καὶ ὃς ⸀ἂν μὴ δέξηταιa
ὑμᾶς μηδὲ ἀκούσῃb
τοὺς λόγους ὑμῶν, ἐξερχόμενοιc
⸀ἔξω τῆς οἰκίας ἢ τῆς πόλεως ἐκείνης ἐκτινάξατεd
τὸν κονιορτὸνe
τῶν ποδῶν ὑμῶν.
15
ἀμὴν λέγωa
ὑμῖν, ἀνεκτότερονb
ἔσταιc
γῇ Σοδόμωνd
καὶ Γομόρρωνe
ἐν ἡμέρᾳ κρίσεως ἢ τῇ πόλει ἐκείνῃ.
16
Ἰδοὺ ἐγὼ ἀποστέλλωa
ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων·b
γίνεσθεc
οὖν φρόνιμοιd
ὡς οἱ ὄφειςe
καὶ ἀκέραιοιf
ὡς αἱ περιστεραί.g
17
προσέχετεa
δὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσινb
γὰρ ὑμᾶς εἰς συνέδρια,c
καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσινd
ὑμᾶς·
18
καὶ ἐπὶ ἡγεμόναςa
δὲ καὶ βασιλεῖς ἀχθήσεσθεb
ἕνεκενc
ἐμοῦ εἰς μαρτύριονd
αὐτοῖς καὶ τοῖς ἔθνεσιν.
19
ὅταν δὲ ⸀παραδῶσινa
ὑμᾶς, μὴ μεριμνήσητεb
πῶς ἢ τί λαλήσητε·c
δοθήσεταιd
γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί ⸀λαλήσητε·e
20
οὐ γὰρ ὑμεῖς ἐστεa
οἱ λαλοῦντεςb
ἀλλὰ τὸ πνεῦμα τοῦ πατρὸς ὑμῶν τὸ λαλοῦνc
ἐν ὑμῖν.
21
παραδώσειa
δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονταιb
τέκνα ἐπὶ γονεῖςc
καὶ θανατώσουσινd
αὐτούς.
22
καὶ ἔσεσθεa
μισούμενοιb
ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείναςc
εἰς τέλος οὗτος σωθήσεται.d
23
ὅταν δὲ διώκωσινa
ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετεb
εἰς τὴν ⸀ἑτέραν· ἀμὴν γὰρ λέγωc
ὑμῖν, οὐ μὴ τελέσητεd
τὰς πόλεις ⸀τοῦ Ἰσραὴλ ἕως ⸀ἂν ἔλθῃe
ὁ υἱὸς τοῦ ἀνθρώπου.
24
Οὐκ ἔστινa
μαθητὴς ὑπὲρ τὸν διδάσκαλον οὐδὲ δοῦλος ὑπὲρ τὸν κύριον αὐτοῦ.
25
ἀρκετὸνa
τῷ μαθητῇ ἵνα γένηταιb
ὡς ὁ διδάσκαλος αὐτοῦ, καὶ ὁ δοῦλος ὡς ὁ κύριος αὐτοῦ. εἰ τὸν οἰκοδεσπότηνc
Βεελζεβοὺλd
⸀ἐπεκάλεσαν,e
πόσῳf
μᾶλλον τοὺς οἰκιακοὺςg
αὐτοῦ.
26
Μὴ οὖν φοβηθῆτεa
αὐτούς· οὐδὲν γάρ ἐστινb
κεκαλυμμένονc
ὃ οὐκ ἀποκαλυφθήσεται,d
καὶ κρυπτὸνe
ὃ οὐ γνωσθήσεται.f
27
ὃ λέγωa
ὑμῖν ἐν τῇ σκοτίᾳ,b
εἴπατεc
ἐν τῷ φωτί· καὶ ὃ εἰς τὸ οὖς ἀκούετε,d
κηρύξατεe
ἐπὶ τῶν δωμάτων.f
28
καὶ μὴ ⸀φοβεῖσθεa
ἀπὸ τῶν ἀποκτεννόντωνb
τὸ σῶμα τὴν δὲ ψυχὴν μὴ δυναμένωνc
ἀποκτεῖναι·d
⸁φοβεῖσθεe
δὲ μᾶλλον τὸν δυνάμενονf
⸀καὶ ψυχὴν ⸁καὶ σῶμα ἀπολέσαιg
ἐν γεέννῃ.h
29
οὐχὶ δύο στρουθίαa
ἀσσαρίουb
πωλεῖται;c
καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖταιd
ἐπὶ τὴν γῆν ἄνευe
τοῦ πατρὸς ὑμῶν.
30
ὑμῶν δὲ καὶ αἱ τρίχεςa
τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναιb
εἰσίν.c
31
μὴ οὖν ⸀φοβεῖσθε·a
πολλῶν στρουθίωνb
διαφέρετεc
ὑμεῖς.
32
Πᾶς οὖν ὅστις ὁμολογήσειa
ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσωb
κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ⸀ἐν οὐρανοῖς·
33
ὅστις ⸂δ’ ἂν⸃ ἀρνήσηταίa
με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαιb
⸂κἀγὼ αὐτὸν⸃ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ⸀ἐν οὐρανοῖς.
34
Μὴ νομίσητεa
ὅτι ἦλθονb
βαλεῖνc
εἰρήνην ἐπὶ τὴν γῆν· οὐκ ἦλθονd
βαλεῖνe
εἰρήνην ἀλλὰ μάχαιραν.f
35
ἦλθονa
γὰρ διχάσαιb
ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ καὶ θυγατέραc
κατὰ τῆς μητρὸς αὐτῆς καὶ νύμφηνd
κατὰ τῆς πενθερᾶςe
αὐτῆς,
36
καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκιακοὶa
αὐτοῦ.
37
ὁ φιλῶνa
πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστινb
μου ἄξιος· καὶ ὁ φιλῶνc
υἱὸν ἢ θυγατέραd
ὑπὲρ ἐμὲ οὐκ ἔστινe
μου ἄξιος·
38
καὶ ὃς οὐ λαμβάνειa
τὸν σταυρὸνb
αὐτοῦ καὶ ἀκολουθεῖc
ὀπίσω μου, οὐκ ἔστινd
μου ἄξιος.
39
ὁ εὑρὼνa
τὴν ψυχὴν αὐτοῦ ἀπολέσειb
αὐτήν, καὶ ὁ ἀπολέσαςc
τὴν ψυχὴν αὐτοῦ ἕνεκενd
ἐμοῦ εὑρήσειe
αὐτήν.
40
Ὁ δεχόμενοςa
ὑμᾶς ἐμὲ δέχεται,b
καὶ ὁ ἐμὲ δεχόμενοςc
δέχεταιd
τὸν ἀποστείλαντάe
με.
41
ὁ δεχόμενοςa
προφήτην εἰς ὄνομα προφήτου μισθὸνb
προφήτου λήμψεται,c
καὶ ὁ δεχόμενοςd
δίκαιον εἰς ὄνομα δικαίου μισθὸνe
δικαίου λήμψεται.f
42
καὶ ὃς ⸀ἂν ποτίσῃa
ἕνα τῶν μικρῶν τούτων ποτήριον ψυχροῦb
μόνονc
εἰς ὄνομα μαθητοῦ, ἀμὴν λέγωd
ὑμῖν, οὐ μὴ ἀπολέσῃe
τὸν μισθὸνf
αὐτοῦ.