1
Βίβλοςa
γενέσεωςb
Ἰησοῦ χριστοῦ υἱοῦ Δαυὶδ υἱοῦ Ἀβραάμ.
2
Ἀβραὰμ ἐγέννησενa
τὸν Ἰσαάκ,b
Ἰσαὰκc
δὲ ἐγέννησενd
τὸν Ἰακώβ,e
Ἰακὼβf
δὲ ἐγέννησενg
τὸν Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ,
3
Ἰούδας δὲ ἐγέννησενa
τὸν Φαρὲςb
καὶ τὸν Ζάραc
ἐκ τῆς Θαμάρ,d
Φαρὲςe
δὲ ἐγέννησενf
τὸν Ἑσρώμ,g
Ἑσρὼμh
δὲ ἐγέννησενi
τὸν Ἀράμ,j
4
Ἀρὰμa
δὲ ἐγέννησενb
τὸν Ἀμιναδάβ,c
Ἀμιναδὰβd
δὲ ἐγέννησενe
τὸν Ναασσών,f
Ναασσὼνg
δὲ ἐγέννησενh
τὸν Σαλμών,i
5
Σαλμὼνa
δὲ ἐγέννησενb
τὸν ⸂Βόεςc
ἐκ τῆς Ῥαχάβ,d
Βόες⸃e
δὲ ἐγέννησενf
τὸν ⸂Ἰωβὴδg
ἐκ τῆς Ῥούθ,h
Ἰωβὴδ⸃i
δὲ ἐγέννησενj
τὸν Ἰεσσαί,k
6
Ἰεσσαὶa
δὲ ἐγέννησενb
τὸν Δαυὶδ τὸν βασιλέα. Δαυὶδ ⸀δὲ ἐγέννησενc
τὸν Σολομῶναd
ἐκ τῆς τοῦ Οὐρίου,e
7
Σολομὼνa
δὲ ἐγέννησενb
τὸν Ῥοβοάμ,c
Ῥοβοὰμd
δὲ ἐγέννησενe
τὸν Ἀβιά,f
Ἀβιὰg
δὲ ἐγέννησενh
τὸν ⸂Ἀσάφ,i
8
Ἀσὰφ⸃a
δὲ ἐγέννησενb
τὸν Ἰωσαφάτ,c
Ἰωσαφὰτd
δὲ ἐγέννησενe
τὸν Ἰωράμ,f
Ἰωρὰμg
δὲ ἐγέννησενh
τὸν Ὀζίαν,i
9
Ὀζίαςa
δὲ ἐγέννησενb
τὸν Ἰωαθάμ,c
Ἰωαθὰμd
δὲ ἐγέννησενe
τὸν Ἀχάζ,f
Ἀχὰζg
δὲ ἐγέννησενh
τὸν Ἑζεκίαν,i
10
Ἑζεκίαςa
δὲ ἐγέννησενb
τὸν Μανασσῆ,c
Μανασσῆςd
δὲ ἐγέννησενe
τὸν ⸂Ἀμώς,f
Ἀμὼς⸃g
δὲ ἐγέννησενh
τὸν Ἰωσίαν,i
11
Ἰωσίαςa
δὲ ἐγέννησενb
τὸν Ἰεχονίανc
καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἐπὶ τῆς μετοικεσίαςd
Βαβυλῶνος.e
12
Μετὰ δὲ τὴν μετοικεσίανa
Βαβυλῶνοςb
Ἰεχονίαςc
ἐγέννησενd
τὸν Σαλαθιήλ,e
Σαλαθιὴλf
δὲ ἐγέννησενg
τὸν Ζοροβαβέλ,h
13
Ζοροβαβὲλa
δὲ ἐγέννησενb
τὸν Ἀβιούδ,c
Ἀβιοὺδd
δὲ ἐγέννησενe
τὸν Ἐλιακίμ,f
Ἐλιακὶμg
δὲ ἐγέννησενh
τὸν Ἀζώρ,i
14
Ἀζὼρa
δὲ ἐγέννησενb
τὸν Σαδώκ,c
Σαδὼκd
δὲ ἐγέννησενe
τὸν Ἀχίμ,f
Ἀχὶμg
δὲ ἐγέννησενh
τὸν Ἐλιούδ,i
15
Ἐλιοὺδa
δὲ ἐγέννησενb
τὸν Ἐλεάζαρ,c
Ἐλεάζαρd
δὲ ἐγέννησενe
τὸν Ματθάν,f
Ματθὰνg
δὲ ἐγέννησενh
τὸν Ἰακώβ,i
16
Ἰακὼβa
δὲ ἐγέννησενb
τὸν Ἰωσὴφ τὸν ἄνδρα Μαρίας,c
ἐξ ἧς ἐγεννήθηd
Ἰησοῦς ὁ λεγόμενοςe
χριστός.
17
Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραὰμ ἕως Δαυὶδ γενεαὶ δεκατέσσαρες,a
καὶ ἀπὸ Δαυὶδ ἕως τῆς μετοικεσίαςb
Βαβυλῶνοςc
γενεαὶ δεκατέσσαρες,d
καὶ ἀπὸ τῆς μετοικεσίαςe
Βαβυλῶνοςf
ἕως τοῦ χριστοῦ γενεαὶ δεκατέσσαρες.g
18
Τοῦ δὲ ⸀Ἰησοῦ χριστοῦ ἡ ⸀γένεσιςa
οὕτως ἦν.b
⸀μνηστευθείσηςc
τῆς μητρὸς αὐτοῦ Μαρίαςd
τῷ Ἰωσήφ, πρὶνe
ἢ συνελθεῖνf
αὐτοὺς εὑρέθηg
ἐν γαστρὶh
ἔχουσαi
ἐκ πνεύματος ἁγίου.
19
Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢνa
καὶ μὴ θέλωνb
αὐτὴν ⸀δειγματίσαι,c
ἐβουλήθηd
λάθρᾳe
ἀπολῦσαιf
αὐτήν.
20
ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντοςa
ἰδοὺ ἄγγελος κυρίου κατ’ ὄναρb
ἐφάνηc
αὐτῷ λέγων·d
Ἰωσὴφ υἱὸς Δαυίδ, μὴ φοβηθῇςe
παραλαβεῖνf
⸀Μαρίανg
τὴν γυναῖκά σου, τὸ γὰρ ἐν αὐτῇ γεννηθὲνh
ἐκ πνεύματός ἐστινi
ἁγίου·
21
τέξεταιa
δὲ υἱὸν καὶ καλέσειςb
τὸ ὄνομα αὐτοῦ Ἰησοῦν, αὐτὸς γὰρ σώσειc
τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν.
22
τοῦτο δὲ ὅλον γέγονενa
ἵνα πληρωθῇb
τὸ ῥηθὲνc
⸀ὑπὸ κυρίου διὰ τοῦ προφήτου λέγοντος·d
23
Ἰδοὺ ἡ παρθένοςa
ἐν γαστρὶb
ἕξειc
καὶ τέξεταιd
υἱόν, καὶ καλέσουσινe
τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ·f
ὅ ἐστινg
μεθερμηνευόμενονh
Μεθ’ ἡμῶν ὁ θεός.
24
⸀ἐγερθεὶςa
δὲ ὁ Ἰωσὴφ ἀπὸ τοῦ ὕπνουb
ἐποίησενc
ὡς προσέταξενd
αὐτῷ ὁ ἄγγελος κυρίου καὶ παρέλαβενe
τὴν γυναῖκα αὐτοῦ·
25
καὶ οὐκ ἐγίνωσκενa
αὐτὴν ἕως οὗ ἔτεκενb
⸀υἱόν· καὶ ἐκάλεσενc
τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.