4
Ἰησοῦς δὲ ⸂πλήρηςa
πνεύματος ἁγίου⸃ ὑπέστρεψενb
ἀπὸ τοῦ Ἰορδάνου,c
καὶ ἤγετοd
ἐν τῷ πνεύματι ⸂ἐν τῇ ἐρήμῳ⸃
2
ἡμέρας τεσσεράκονταa
πειραζόμενοςb
ὑπὸ τοῦ διαβόλου. καὶ οὐκ ἔφαγενc
οὐδὲν ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ συντελεσθεισῶνd
⸀αὐτῶν ἐπείνασεν.e
3
⸂εἶπενa
δὲ⸃ αὐτῷ ὁ διάβολος· Εἰ υἱὸς εἶb
τοῦ θεοῦ, εἰπὲc
τῷ λίθῳ τούτῳ ἵνα γένηταιd
ἄρτος.
4
καὶ ἀπεκρίθηa
⸂πρὸς αὐτὸν ὁ Ἰησοῦς⸃· Γέγραπταιb
ὅτι Οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεταιc
⸀ὁ ⸀ἄνθρωπος.
5
Καὶ ἀναγαγὼνa
⸀αὐτὸν ἔδειξενb
αὐτῷ πάσας τὰς βασιλείας τῆς οἰκουμένηςc
ἐν στιγμῇd
χρόνου·
6
καὶ εἶπενa
αὐτῷ ὁ διάβολος· Σοὶ δώσωb
τὴν ἐξουσίαν ταύτην ἅπασαν καὶ τὴν δόξαν αὐτῶν, ὅτι ἐμοὶ παραδέδοταιc
καὶ ᾧ ⸀ἂν θέλωd
δίδωμιe
αὐτήν·
7
σὺ οὖν ἐὰν προσκυνήσῃςa
ἐνώπιον ἐμοῦ, ἔσταιb
σοῦ πᾶσα.
8
καὶ ἀποκριθεὶςa
⸂ὁ Ἰησοῦς εἶπενb
αὐτῷ⸃· Γέγραπται·c
⸂Κύριον τὸν θεόν σου προσκυνήσεις⸃d
καὶ αὐτῷ μόνῳ λατρεύσεις.e
9
⸂Ἤγαγενa
δὲ⸃ αὐτὸν εἰς Ἰερουσαλὴμ καὶ ⸀ἔστησενb
ἐπὶ τὸ πτερύγιονc
τοῦ ἱεροῦ, καὶ εἶπενd
αὐτῷ· Εἰ υἱὸς εἶe
τοῦ θεοῦ, βάλεf
σεαυτὸν ἐντεῦθενg
κάτω·h
10
γέγραπταιa
γὰρ ὅτι Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖταιb
περὶ σοῦ τοῦ διαφυλάξαιc
σε,
11
καὶ ⸀ὅτι Ἐπὶ χειρῶν ἀροῦσίνa
σε μήποτεb
προσκόψῃςc
πρὸς λίθον τὸν πόδα σου.
12
καὶ ἀποκριθεὶςa
εἶπενb
αὐτῷ ὁ Ἰησοῦς ὅτι Εἴρηται·c
Οὐκ ἐκπειράσειςd
κύριον τὸν θεόν σου.
13
καὶ συντελέσαςa
πάντα πειρασμὸνb
ὁ διάβολος ἀπέστηc
ἀπ’ αὐτοῦ ἄχρι καιροῦ.
14
Καὶ ὑπέστρεψενa
ὁ Ἰησοῦς ἐν τῇ δυνάμει τοῦ πνεύματος εἰς τὴν Γαλιλαίαν. καὶ φήμηb
ἐξῆλθενc
καθ’ ὅλης τῆς περιχώρουd
περὶ αὐτοῦ.
15
καὶ αὐτὸς ἐδίδασκενa
ἐν ταῖς συναγωγαῖς αὐτῶν, δοξαζόμενοςb
ὑπὸ πάντων.
16
Καὶ ἦλθενa
⸀εἰς Ναζαρά,b
οὗ ἦνc
τεθραμμένος,d
καὶ εἰσῆλθενe
κατὰ τὸ εἰωθὸςf
αὐτῷ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων εἰς τὴν συναγωγήν, καὶ ἀνέστηg
ἀναγνῶναι.h
17
καὶ ἐπεδόθηa
αὐτῷ βιβλίον ⸂τοῦ προφήτου Ἠσαΐου⸃b
καὶ ⸀ἀναπτύξαςc
τὸ βιβλίον εὗρενd
τὸν τόπον οὗ ἦνe
γεγραμμένον·f
18
Πνεῦμα κυρίου ἐπ’ ἐμέ, οὗ εἵνεκενa
ἔχρισένb
με εὐαγγελίσασθαιc
πτωχοῖς, ἀπέσταλκένd
⸀με κηρύξαιe
αἰχμαλώτοιςf
ἄφεσινg
καὶ τυφλοῖς ἀνάβλεψιν,h
ἀποστεῖλαιi
τεθραυσμένουςj
ἐν ἀφέσει,k
19
κηρύξαιa
ἐνιαυτὸνb
κυρίου δεκτόν.c
20
καὶ πτύξαςa
τὸ βιβλίον ἀποδοὺςb
τῷ ὑπηρέτῃc
ἐκάθισεν·d
καὶ πάντων ⸂οἱ ὀφθαλμοὶ ἐν τῇ συναγωγῇ⸃ ἦσανe
ἀτενίζοντεςf
αὐτῷ.
21
ἤρξατοa
δὲ λέγεινb
πρὸς αὐτοὺς ὅτι Σήμερον πεπλήρωταιc
ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν.
22
καὶ πάντες ἐμαρτύρουνa
αὐτῷ καὶ ἐθαύμαζονb
ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοιςc
ἐκ τοῦ στόματος αὐτοῦ, καὶ ἔλεγον·d
⸂Οὐχὶ υἱός ἐστινe
Ἰωσὴφ οὗτος⸃;
23
καὶ εἶπενa
πρὸς αὐτούς· Πάντωςb
ἐρεῖτέc
μοι τὴν παραβολὴν ταύτην· Ἰατρέ,d
θεράπευσονe
σεαυτόν· ὅσα ἠκούσαμενf
γενόμεναg
⸂εἰς τὴν Καφαρναοὺμ⸃h
ποίησονi
καὶ ὧδε ἐν τῇ πατρίδιj
σου.
24
εἶπενa
δέ· Ἀμὴν λέγωb
ὑμῖν ὅτι οὐδεὶς προφήτης δεκτόςc
ἐστινd
ἐν τῇ πατρίδιe
αὐτοῦ.
25
ἐπ’ ἀληθείας δὲ λέγωa
ὑμῖν, πολλαὶ χῆραιb
ἦσανc
ἐν ταῖς ἡμέραις Ἠλίουd
ἐν τῷ Ἰσραήλ, ὅτε ἐκλείσθηe
ὁ οὐρανὸς ⸀ἐπὶ ἔτη τρία καὶ μῆναςf
ἕξ,g
ὡς ἐγένετοh
λιμὸςi
μέγας ἐπὶ πᾶσαν τὴν γῆν,
26
καὶ πρὸς οὐδεμίαν αὐτῶν ἐπέμφθηa
Ἠλίαςb
εἰ μὴ εἰς Σάρεπταc
τῆς ⸀Σιδωνίαςd
πρὸς γυναῖκα χήραν.e
27
καὶ πολλοὶ λεπροὶa
ἦσανb
⸂ἐν τῷ Ἰσραὴλ ἐπὶ Ἐλισαίουc
τοῦ προφήτου⸃, καὶ οὐδεὶς αὐτῶν ἐκαθαρίσθη,d
εἰ μὴ Ναιμὰνe
ὁ Σύρος.f
28
καὶ ἐπλήσθησανa
πάντες θυμοῦb
ἐν τῇ συναγωγῇ ἀκούοντεςc
ταῦτα,
29
καὶ ἀναστάντεςa
ἐξέβαλονb
αὐτὸν ἔξω τῆς πόλεως, καὶ ἤγαγονc
αὐτὸν ἕως ὀφρύοςd
τοῦ ὄρους ἐφ’ οὗ ἡ πόλις ⸂ᾠκοδόμητοe
αὐτῶν, ὥστε⸃ κατακρημνίσαιf
αὐτόν·
30
αὐτὸς δὲ διελθὼνa
διὰ μέσου αὐτῶν ἐπορεύετο.b
31
Καὶ κατῆλθενa
εἰς Καφαρναοὺμb
πόλιν τῆς Γαλιλαίας. καὶ ἦνc
διδάσκωνd
αὐτοὺς ἐν τοῖς σάββασιν·
32
καὶ ἐξεπλήσσοντοa
ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ὅτι ἐν ἐξουσίᾳ ἦνb
ὁ λόγος αὐτοῦ.
33
καὶ ἐν τῇ συναγωγῇ ἦνa
ἄνθρωπος ἔχωνb
πνεῦμα δαιμονίου ἀκαθάρτου, καὶ ἀνέκραξενc
φωνῇ μεγάλῃ·
34
⸀Ἔα,a
τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ;b
ἦλθεςc
ἀπολέσαιd
ἡμᾶς; οἶδάe
σε τίς εἶ,f
ὁ ἅγιος τοῦ θεοῦ.
35
καὶ ἐπετίμησενa
αὐτῷ ὁ Ἰησοῦς λέγων·b
Φιμώθητιc
καὶ ἔξελθεd
⸀ἀπ’ αὐτοῦ. καὶ ῥίψανe
αὐτὸν τὸ δαιμόνιον εἰς ⸀τὸ μέσον ἐξῆλθενf
ἀπ’ αὐτοῦ μηδὲν βλάψανg
αὐτόν.
36
καὶ ἐγένετοa
θάμβοςb
ἐπὶ πάντας, καὶ συνελάλουνc
πρὸς ἀλλήλους λέγοντες·d
Τίς ὁ λόγος οὗτος ὅτι ἐν ἐξουσίᾳ καὶ δυνάμει ἐπιτάσσειe
τοῖς ἀκαθάρτοις πνεύμασιν, καὶ ἐξέρχονται;f
37
καὶ ἐξεπορεύετοa
ἦχοςb
περὶ αὐτοῦ εἰς πάντα τόπον τῆς περιχώρου.c
38
Ἀναστὰςa
δὲ ⸀ἀπὸ τῆς συναγωγῆς εἰσῆλθενb
εἰς τὴν οἰκίαν Σίμωνος. πενθερὰc
δὲ τοῦ Σίμωνος ἦνd
συνεχομένηe
πυρετῷf
μεγάλῳ, καὶ ἠρώτησανg
αὐτὸν περὶ αὐτῆς.
39
καὶ ἐπιστὰςa
ἐπάνωb
αὐτῆς ἐπετίμησενc
τῷ πυρετῷ,d
καὶ ἀφῆκενe
αὐτήν· παραχρῆμαf
δὲ ἀναστᾶσαg
διηκόνειh
αὐτοῖς.
40
Δύνοντοςa
δὲ τοῦ ἡλίου ⸀ἅπαντες ὅσοι εἶχονb
ἀσθενοῦνταςc
νόσοιςd
ποικίλαιςe
ἤγαγονf
αὐτοὺς πρὸς αὐτόν· ὁ δὲ ἑνὶ ἑκάστῳ αὐτῶν τὰς χεῖρας ⸂ἐπιτιθεὶςg
ἐθεράπευεν⸃h
αὐτούς.
41
ἐξήρχετοa
δὲ καὶ δαιμόνια ἀπὸ πολλῶν ⸀κραυγάζονταb
καὶ λέγονταc
ὅτι Σὺ ⸀εἶd
ὁ υἱὸς τοῦ θεοῦ. καὶ ἐπιτιμῶνe
οὐκ εἴαf
αὐτὰ λαλεῖν,g
ὅτι ᾔδεισανh
τὸν χριστὸν αὐτὸν εἶναι.i
42
Γενομένηςa
δὲ ἡμέρας ἐξελθὼνb
ἐπορεύθηc
εἰς ἔρημον τόπον· καὶ οἱ ὄχλοι ἐπεζήτουνd
αὐτόν, καὶ ἦλθονe
ἕως αὐτοῦ, καὶ κατεῖχονf
αὐτὸν τοῦ μὴ πορεύεσθαιg
ἀπ’ αὐτῶν.
43
ὁ δὲ εἶπενa
πρὸς αὐτοὺς ὅτι Καὶ ταῖς ἑτέραις πόλεσιν εὐαγγελίσασθαίb
με δεῖc
τὴν βασιλείαν τοῦ θεοῦ, ὅτι ⸀ἐπὶ τοῦτο ⸀ἀπεστάλην.d
44
καὶ ἦνa
κηρύσσωνb
⸂εἰς τὰς συναγωγὰς⸃ τῆς ⸀Ἰουδαίας.