3
Ἐν ἔτει δὲ πεντεκαιδεκάτῳa
τῆς ἡγεμονίαςb
Τιβερίουc
Καίσαρος,d
ἡγεμονεύοντοςe
Ποντίουf
Πιλάτου τῆς Ἰουδαίας, καὶ τετρααρχοῦντοςg
τῆς Γαλιλαίας Ἡρῴδου, Φιλίππου δὲ τοῦ ἀδελφοῦ αὐτοῦ τετρααρχοῦντοςh
τῆς Ἰτουραίαςi
καὶ Τραχωνίτιδοςj
χώρας,k
καὶ Λυσανίουl
τῆς Ἀβιληνῆςm
τετρααρχοῦντος,n
2
ἐπὶ ἀρχιερέως Ἅνναa
καὶ Καϊάφα,b
ἐγένετοc
ῥῆμα θεοῦ ἐπὶ Ἰωάννην τὸν Ζαχαρίουd
υἱὸν ἐν τῇ ἐρήμῳ.
3
καὶ ἦλθενa
εἰς ⸀πᾶσαν περίχωρονb
τοῦ Ἰορδάνουc
κηρύσσωνd
βάπτισμαe
μετανοίαςf
εἰς ἄφεσινg
ἁμαρτιῶν,
4
ὡς γέγραπταιa
ἐν βίβλῳb
λόγων Ἠσαΐουc
τοῦ ⸀προφήτου· Φωνὴ βοῶντοςd
ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατεe
τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτεf
τὰς τρίβουςg
αὐτοῦ.
5
πᾶσα φάραγξa
πληρωθήσεταιb
καὶ πᾶν ὄρος καὶ βουνὸςc
ταπεινωθήσεται,d
καὶ ἔσταιe
τὰ σκολιὰf
εἰς ⸀εὐθείαν καὶ αἱ τραχεῖαιg
εἰς ὁδοὺς λείας·h
6
καὶ ὄψεταιa
πᾶσα σὰρξ τὸ σωτήριονb
τοῦ θεοῦ.
7
Ἔλεγενa
οὖν τοῖς ἐκπορευομένοιςb
ὄχλοις βαπτισθῆναιc
ὑπ’ αὐτοῦ· Γεννήματαd
ἐχιδνῶν,e
τίς ὑπέδειξενf
ὑμῖν φυγεῖνg
ἀπὸ τῆς μελλούσηςh
ὀργῆς;
8
ποιήσατεa
οὖν καρποὺς ἀξίους τῆς μετανοίας·b
καὶ μὴ ἄρξησθεc
λέγεινd
ἐν ἑαυτοῖς· Πατέρα ἔχομενe
τὸν Ἀβραάμ, λέγωf
γὰρ ὑμῖν ὅτι δύναταιg
ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραιh
τέκνα τῷ Ἀβραάμ.
9
ἤδη δὲ καὶ ἡ ἀξίνηa
πρὸς τὴν ῥίζανb
τῶν δένδρωνc
κεῖται·d
πᾶν οὖν δένδρονe
μὴ ποιοῦνf
καρπὸν καλὸν ἐκκόπτεταιg
καὶ εἰς πῦρ βάλλεται.h
10
Καὶ ἐπηρώτωνa
αὐτὸν οἱ ὄχλοι λέγοντες·b
Τί οὖν ⸀ποιήσωμεν;c
11
ἀποκριθεὶςa
δὲ ⸀ἔλεγενb
αὐτοῖς· Ὁ ἔχωνc
δύο χιτῶναςd
μεταδότωe
τῷ μὴ ἔχοντι,f
καὶ ὁ ἔχωνg
βρώματαh
ὁμοίως ποιείτω.i
12
ἦλθονa
δὲ καὶ τελῶναιb
βαπτισθῆναιc
καὶ εἶπανd
πρὸς αὐτόν· Διδάσκαλε, τί ⸀ποιήσωμεν;e
13
ὁ δὲ εἶπενa
πρὸς αὐτούς· Μηδὲν πλέον παρὰ τὸ διατεταγμένονb
ὑμῖν πράσσετε.c
14
ἐπηρώτωνa
δὲ αὐτὸν καὶ στρατευόμενοιb
λέγοντες·c
⸂Τί ποιήσωμενd
καὶ ἡμεῖς⸃; καὶ εἶπενe
⸀αὐτοῖς· Μηδένα διασείσητεf
μηδὲ συκοφαντήσητε,g
καὶ ἀρκεῖσθεh
τοῖς ὀψωνίοιςi
ὑμῶν.
15
Προσδοκῶντοςa
δὲ τοῦ λαοῦ καὶ διαλογιζομένωνb
πάντων ἐν ταῖς καρδίαις αὐτῶν περὶ τοῦ Ἰωάννου, μήποτεc
αὐτὸς εἴηd
ὁ χριστός,
16
ἀπεκρίνατοa
⸂λέγωνb
πᾶσιν ὁ Ἰωάννης⸃· Ἐγὼ μὲν ὕδατι βαπτίζωc
ὑμᾶς· ἔρχεταιd
δὲ ὁ ἰσχυρότερόςe
μου, οὗ οὐκ εἰμὶf
ἱκανὸς λῦσαιg
τὸν ἱμάνταh
τῶν ὑποδημάτωνi
αὐτοῦ· αὐτὸς ὑμᾶς βαπτίσειj
ἐν πνεύματι ἁγίῳ καὶ πυρί·
17
οὗ τὸ πτύονa
ἐν τῇ χειρὶ αὐτοῦ ⸀διακαθᾶραιb
τὴν ἅλωναc
αὐτοῦ καὶ ⸀συναγαγεῖνd
τὸν σῖτονe
εἰς τὴν ἀποθήκηνf
αὐτοῦ, τὸ δὲ ἄχυρονg
κατακαύσειh
πυρὶ ἀσβέστῳ.i
18
Πολλὰ μὲν οὖν καὶ ἕτερα παρακαλῶνa
εὐηγγελίζετοb
τὸν λαόν·
19
ὁ δὲ Ἡρῴδης ὁ τετραάρχης,a
ἐλεγχόμενοςb
ὑπ’ αὐτοῦ περὶ Ἡρῳδιάδοςc
τῆς γυναικὸς τοῦ ἀδελφοῦ αὐτοῦ καὶ περὶ πάντων ὧν ἐποίησενd
πονηρῶν ὁ Ἡρῴδης,
20
προσέθηκενa
καὶ τοῦτο ἐπὶ πᾶσιν, ⸀καὶ κατέκλεισενb
τὸν Ἰωάννην ⸀ἐν φυλακῇ.
21
Ἐγένετοa
δὲ ἐν τῷ βαπτισθῆναιb
ἅπαντα τὸν λαὸν καὶ Ἰησοῦ βαπτισθέντοςc
καὶ προσευχομένουd
ἀνεῳχθῆναιe
τὸν οὐρανὸν
22
καὶ καταβῆναιa
τὸ πνεῦμα τὸ ἅγιον σωματικῷb
εἴδειc
⸀ὡς περιστερὰνd
ἐπ’ αὐτόν, καὶ φωνὴν ἐξ οὐρανοῦ ⸀γενέσθαι·e
Σὺ εἶf
ὁ υἱός μου ὁ ἀγαπητός, ἐν σοὶ εὐδόκησα.g
23
Καὶ αὐτὸς ⸀ἦνa
Ἰησοῦς ⸂ἀρχόμενοςb
ὡσεὶc
ἐτῶν τριάκοντα⸃,d
ὢνe
⸂υἱός, ὡς ἐνομίζετο⸃,f
Ἰωσὴφ τοῦ Ἠλὶg
24
τοῦ Μαθθὰτa
τοῦ Λευὶb
τοῦ Μελχὶc
τοῦ Ἰανναὶd
τοῦ Ἰωσὴφ
25
τοῦ Ματταθίουa
τοῦ Ἀμὼςb
τοῦ Ναοὺμc
τοῦ Ἑσλὶd
τοῦ Ναγγαὶe
26
τοῦ Μάαθa
τοῦ Ματταθίουb
τοῦ Σεμεῒνc
τοῦ ⸀Ἰωσὴχd
τοῦ Ἰωδὰe
27
τοῦ Ἰωανὰνa
τοῦ Ῥησὰb
τοῦ Ζοροβαβὲλc
τοῦ Σαλαθιὴλd
τοῦ Νηρὶe
28
τοῦ Μελχὶa
τοῦ Ἀδδὶb
τοῦ Κωσὰμc
τοῦ Ἐλμαδὰμd
τοῦ Ἢρe
29
τοῦ ⸀Ἰησοῦ τοῦ Ἐλιέζερa
τοῦ Ἰωρὶμb
τοῦ Μαθθὰτc
τοῦ Λευὶd
30
τοῦ Συμεὼνa
τοῦ Ἰούδα τοῦ Ἰωσὴφ τοῦ Ἰωνὰμb
τοῦ Ἐλιακὶμc
31
τοῦ Μελεὰa
τοῦ Μεννὰb
τοῦ Ματταθὰc
τοῦ Ναθὰμd
τοῦ Δαυὶδ
32
τοῦ Ἰεσσαὶa
τοῦ Ἰωβὴλb
τοῦ Βόοςc
τοῦ ⸀Σαλὰd
τοῦ Ναασσὼνe
33
τοῦ ⸂Ἀμιναδὰβa
τοῦ Ἀδμὶνb
τοῦ Ἀρνὶ⸃c
τοῦ Ἑσρὼμd
τοῦ Φαρὲςe
τοῦ Ἰούδα
34
τοῦ Ἰακὼβa
τοῦ Ἰσαὰκb
τοῦ Ἀβραὰμ τοῦ Θάραc
τοῦ Ναχὼρd
35
τοῦ Σεροὺχa
τοῦ Ῥαγαὺb
τοῦ Φάλεκc
τοῦ Ἔβερd
τοῦ Σαλὰe
36
τοῦ Καϊνὰμa
τοῦ Ἀρφαξὰδb
τοῦ Σὴμc
τοῦ Νῶεd
τοῦ Λάμεχe
37
τοῦ Μαθουσαλὰa
τοῦ Ἑνὼχb
τοῦ Ἰάρετc
τοῦ Μαλελεὴλd
τοῦ Καϊνὰμe
38
τοῦ Ἐνὼςa
τοῦ Σὴθb
τοῦ Ἀδὰμc
τοῦ θεοῦ.