24
τῇ δὲ μιᾷ τῶν σαββάτων ὄρθρουa
βαθέωςb
⸂ἐπὶ τὸ μνῆμαc
ἦλθον⸃d
φέρουσαιe
ἃ ἡτοίμασανf
⸀ἀρώματα.g
2
εὗρονa
δὲ τὸν λίθον ἀποκεκυλισμένονb
ἀπὸ τοῦ μνημείου,
3
⸂εἰσελθοῦσαιa
δὲ⸃ οὐχ εὗρονb
τὸ ⸀σῶμα.
4
καὶ ἐγένετοa
ἐν τῷ ⸀ἀπορεῖσθαιb
αὐτὰς περὶ τούτου καὶ ἰδοὺ ἄνδρες δύο ἐπέστησανc
αὐταῖς ἐν ⸂ἐσθῆτιd
ἀστραπτούσῃ⸃.e
5
ἐμφόβωνa
δὲ γενομένωνb
αὐτῶν καὶ κλινουσῶνc
⸂τὰ πρόσωπα⸃ εἰς τὴν γῆν εἶπανd
πρὸς αὐτάς· Τί ζητεῖτεe
τὸν ζῶνταf
μετὰ τῶν νεκρῶν;
6
⸂οὐκ ἔστινa
ὧδε, ἀλλὰ ἠγέρθη.⸃b
μνήσθητεc
ὡς ἐλάλησενd
ὑμῖν ἔτι ὢνe
ἐν τῇ Γαλιλαίᾳ,
7
λέγωνa
⸂τὸν υἱὸν τοῦ ἀνθρώπου ὅτι δεῖ⸃b
παραδοθῆναιc
εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν καὶ σταυρωθῆναιd
καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι.e
8
καὶ ἐμνήσθησανa
τῶν ῥημάτων αὐτοῦ,
9
καὶ ὑποστρέψασαιa
ἀπὸ τοῦ μνημείου ἀπήγγειλανb
ταῦτα πάντα τοῖς ἕνδεκαc
καὶ πᾶσιν τοῖς λοιποῖς.
10
ἦσανa
δὲ ἡ Μαγδαληνὴb
Μαρίαc
καὶ Ἰωάνναd
καὶ Μαρίαe
⸀ἡ Ἰακώβου καὶ αἱ λοιπαὶ σὺν αὐταῖς· ⸀ἔλεγονf
πρὸς τοὺς ἀποστόλους ταῦτα.
11
καὶ ἐφάνησανa
ἐνώπιον αὐτῶν ὡσεὶb
λῆροςc
τὰ ῥήματα ⸀ταῦτα, καὶ ἠπίστουνd
αὐταῖς.
12
⸂Ὁ δὲ Πέτρος ἀναστὰςa
ἔδραμενb
ἐπὶ τὸ μνημεῖον· καὶ παρακύψαςc
βλέπειd
τὰ ⸀ὀθόνιαe
μόνα· καὶ ἀπῆλθενf
πρὸς ⸀αὑτὸν θαυμάζωνg
τὸ γεγονός.⸃h
13
Καὶ ἰδοὺ δύο ἐξ αὐτῶν ⸂ἐν αὐτῇ τῇ ἡμέρᾳ ἦσανa
πορευόμενοι⸃b
εἰς κώμηνc
ἀπέχουσανd
σταδίουςe
ἑξήκονταf
ἀπὸ Ἰερουσαλήμ, ᾗ ὄνομα Ἐμμαοῦς,g
14
καὶ αὐτοὶ ὡμίλουνa
πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότωνb
τούτων.
15
καὶ ἐγένετοa
ἐν τῷ ὁμιλεῖνb
αὐτοὺς καὶ συζητεῖνc
καὶ ⸀αὐτὸς Ἰησοῦς ἐγγίσαςd
συνεπορεύετοe
αὐτοῖς,
16
οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντοa
τοῦ μὴ ἐπιγνῶναιb
αὐτόν.
17
εἶπενa
δὲ πρὸς αὐτούς· Τίνες οἱ λόγοι οὗτοι οὓς ἀντιβάλλετεb
πρὸς ἀλλήλους περιπατοῦντες;c
καὶ ⸀ἐστάθησανd
σκυθρωποί.e
18
ἀποκριθεὶςa
δὲ ⸂εἷς ὀνόματι⸃ Κλεοπᾶςb
εἶπενc
πρὸς αὐτόν· Σὺ μόνος παροικεῖςd
Ἰερουσαλὴμ καὶ οὐκ ἔγνωςe
τὰ γενόμεναf
ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις;
19
καὶ εἶπενa
αὐτοῖς· Ποῖα; οἱ δὲ εἶπανb
αὐτῷ· Τὰ περὶ Ἰησοῦ τοῦ ⸀Ναζαρηνοῦ,c
ὃς ἐγένετοd
ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίονe
τοῦ θεοῦ καὶ παντὸς τοῦ λαοῦ,
20
ὅπως τε παρέδωκανa
αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρίμαb
θανάτου καὶ ἐσταύρωσανc
αὐτόν.
21
ἡμεῖς δὲ ἠλπίζομενa
ὅτι αὐτός ἐστινb
ὁ μέλλωνc
λυτροῦσθαιd
τὸν Ἰσραήλ· ἀλλά γεe
⸀καὶ σὺν πᾶσιν τούτοις τρίτην ταύτην ἡμέραν ⸀ἄγειf
ἀφ’ οὗ ταῦτα ἐγένετο.g
22
ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησανa
ἡμᾶς, γενόμεναιb
⸀ὀρθριναὶc
ἐπὶ τὸ μνημεῖον
23
καὶ μὴ εὑροῦσαιa
τὸ σῶμα αὐτοῦ ἦλθονb
λέγουσαιc
καὶ ὀπτασίανd
ἀγγέλων ἑωρακέναι,e
οἳ λέγουσινf
αὐτὸν ζῆν.g
24
καὶ ἀπῆλθόνa
τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον, καὶ εὗρονb
οὕτως καθὼς ⸀καὶ αἱ γυναῖκες εἶπον,c
αὐτὸν δὲ οὐκ εἶδον.d
25
καὶ αὐτὸς εἶπενa
πρὸς αὐτούς· Ὦb
ἀνόητοιc
καὶ βραδεῖςd
τῇ καρδίᾳ τοῦ πιστεύεινe
ἐπὶ πᾶσιν οἷς ἐλάλησανf
οἱ προφῆται·
26
οὐχὶ ταῦτα ἔδειa
παθεῖνb
τὸν χριστὸν καὶ εἰσελθεῖνc
εἰς τὴν δόξαν αὐτοῦ;
27
καὶ ἀρξάμενοςa
ἀπὸ Μωϋσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν ⸀διερμήνευσενb
αὐτοῖς ἐν πάσαις ταῖς γραφαῖς τὰ περὶ ⸀ἑαυτοῦ.
28
Καὶ ἤγγισανa
εἰς τὴν κώμηνb
οὗ ἐπορεύοντο,c
καὶ αὐτὸς ⸀προσεποιήσατοd
⸀πορρώτερονe
πορεύεσθαι.f
29
καὶ παρεβιάσαντοa
αὐτὸν λέγοντες·b
Μεῖνονc
μεθ’ ἡμῶν, ὅτι πρὸς ἑσπέρανd
ἐστὶνe
καὶ κέκλικενf
⸀ἤδη ἡ ἡμέρα. καὶ εἰσῆλθενg
τοῦ μεῖναιh
σὺν αὐτοῖς.
30
καὶ ἐγένετοa
ἐν τῷ κατακλιθῆναιb
αὐτὸν μετ’ αὐτῶν λαβὼνc
τὸν ἄρτον εὐλόγησενd
καὶ κλάσαςe
ἐπεδίδουf
αὐτοῖς·
31
αὐτῶν δὲ διηνοίχθησανa
οἱ ὀφθαλμοὶ καὶ ἐπέγνωσανb
αὐτόν· καὶ αὐτὸς ἄφαντοςc
ἐγένετοd
ἀπ’ αὐτῶν.
32
καὶ εἶπανa
πρὸς ἀλλήλους· Οὐχὶ ἡ καρδία ἡμῶν καιομένηb
ἦνc
⸂ἐν ἡμῖν⸃ ὡς ἐλάλειd
ἡμῖν ἐν τῇ ὁδῷ, ⸀ὡς διήνοιγενe
ἡμῖν τὰς γραφάς;
33
καὶ ἀναστάντεςa
αὐτῇ τῇ ὥρᾳ ὑπέστρεψανb
εἰς Ἰερουσαλήμ, καὶ εὗρονc
⸀ἠθροισμένουςd
τοὺς ἕνδεκαe
καὶ τοὺς σὺν αὐτοῖς,
34
λέγονταςa
ὅτι ⸂ὄντωςb
ἠγέρθηc
ὁ κύριος⸃ καὶ ὤφθηd
Σίμωνι.
35
καὶ αὐτοὶ ἐξηγοῦντοa
τὰ ἐν τῇ ὁδῷ καὶ ὡς ἐγνώσθηb
αὐτοῖς ἐν τῇ κλάσειc
τοῦ ἄρτου.
36
Ταῦτα δὲ αὐτῶν λαλούντωνa
⸀αὐτὸς ἔστηb
ἐν μέσῳ ⸀αὐτῶν.
37
πτοηθέντεςa
δὲ καὶ ἔμφοβοιb
γενόμενοιc
ἐδόκουνd
πνεῦμα θεωρεῖν.e
38
καὶ εἶπενa
αὐτοῖς· Τί τεταραγμένοιb
ἐστέ,c
καὶ διὰ τί διαλογισμοὶd
ἀναβαίνουσινe
ἐν ⸂τῇ καρδίᾳ⸃ ὑμῶν;
39
ἴδετεa
τὰς χεῖράς μου καὶ τοὺς πόδας μου ὅτι ⸂ἐγώ εἰμιb
αὐτός⸃· ψηλαφήσατέc
με καὶ ἴδετε,d
ὅτι πνεῦμα σάρκα καὶ ὀστέαe
οὐκ ἔχειf
καθὼς ἐμὲ θεωρεῖτεg
ἔχοντα.h
40
⸂[καὶ τοῦτο εἰπὼνa
⸀ἔδειξενb
αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας.]⸃
41
ἔτι δὲ ἀπιστούντωνa
αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντωνb
εἶπενc
αὐτοῖς· Ἔχετέd
τι βρώσιμονe
ἐνθάδε;f
42
οἱ δὲ ἐπέδωκανa
αὐτῷ ἰχθύοςb
ὀπτοῦc
⸀μέρος·
43
καὶ λαβὼνa
ἐνώπιον αὐτῶν ἔφαγεν.b
44
Εἶπενa
δὲ ⸂πρὸς αὐτούς⸃· Οὗτοι οἱ λόγοι ⸀μου οὓς ἐλάλησαb
πρὸς ὑμᾶς ἔτι ὢνc
σὺν ὑμῖν, ὅτι δεῖd
πληρωθῆναιe
πάντα τὰ γεγραμμέναf
ἐν τῷ νόμῳ Μωϋσέως ⸀καὶ προφήταις καὶ ψαλμοῖςg
περὶ ἐμοῦ.
45
τότε διήνοιξενa
αὐτῶν τὸν νοῦνb
τοῦ συνιέναιc
τὰς γραφάς,
46
καὶ εἶπενa
αὐτοῖς ὅτι οὕτως ⸀γέγραπταιb
παθεῖνc
τὸν χριστὸν καὶ ἀναστῆναιd
ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ,
47
καὶ κηρυχθῆναιa
ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιανb
⸀καὶ ἄφεσινc
ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη— ⸀ἀρξάμενοιd
ἀπὸ Ἰερουσαλήμ·
48
ὑμεῖς ⸀ἐστεa
μάρτυρες τούτων.
49
καὶ ἰδοὺ ἐγὼ ⸀ἐξαποστέλλωa
τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφ’ ὑμᾶς· ὑμεῖς δὲ καθίσατεb
ἐν τῇ ⸀πόλει ἕως οὗ ἐνδύσησθεc
⸂ἐξ ὕψουςd
δύναμιν⸃.
50
Ἐξήγαγενa
δὲ αὐτοὺς ⸀ἕως ⸀πρὸς Βηθανίαν,b
καὶ ἐπάραςc
τὰς χεῖρας αὐτοῦ εὐλόγησενd
αὐτούς.
51
καὶ ἐγένετοa
ἐν τῷ εὐλογεῖνb
αὐτὸν αὐτοὺς διέστηc
ἀπ’ αὐτῶν ⸂[καὶ ἀνεφέρετοd
εἰς τὸν οὐρανόν]⸃.
52
καὶ αὐτοὶ ⸂[προσκυνήσαντεςa
αὐτὸν]⸃ ὑπέστρεψανb
εἰς Ἰερουσαλὴμ μετὰ χαρᾶς μεγάλης,
53
καὶ ἦσανa
διὰ παντὸς ἐν τῷ ἱερῷ ⸀εὐλογοῦντεςb
τὸν ⸀θεόν.