2
Ἐγένετοa
δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἐξῆλθενb
δόγμαc
παρὰ Καίσαροςd
Αὐγούστουe
ἀπογράφεσθαιf
πᾶσαν τὴν οἰκουμένην·g
2
(⸀αὕτη ἀπογραφὴa
πρώτη ἐγένετοb
ἡγεμονεύοντοςc
τῆς Συρίαςd
Κυρηνίου·)e
3
καὶ ἐπορεύοντοa
πάντες ἀπογράφεσθαι,b
ἕκαστος εἰς τὴν ⸀ἑαυτοῦ πόλιν.
4
Ἀνέβηa
δὲ καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας ἐκ πόλεως Ναζαρὲθb
εἰς τὴν Ἰουδαίαν εἰς πόλιν Δαυὶδ ἥτις καλεῖταιc
Βηθλέεμ,d
διὰ τὸ εἶναιe
αὐτὸν ἐξ οἴκου καὶ πατριᾶςf
Δαυίδ,
5
ἀπογράψασθαιa
σὺν Μαριὰμb
τῇ ⸂ἐμνηστευμένῃc
αὐτῷ⸃, οὔσῃd
ἐγκύῳ.e
6
ἐγένετοa
δὲ ἐν τῷ εἶναιb
αὐτοὺς ἐκεῖ ἐπλήσθησανc
αἱ ἡμέραι τοῦ τεκεῖνd
αὐτήν,
7
καὶ ἔτεκενa
τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον,b
καὶ ἐσπαργάνωσενc
αὐτὸν καὶ ἀνέκλινενd
αὐτὸν ⸀ἐν φάτνῃ,e
διότιf
οὐκ ἦνg
αὐτοῖς τόπος ἐν τῷ καταλύματι.h
8
Καὶ ποιμένεςa
ἦσανb
ἐν τῇ χώρᾳc
τῇ αὐτῇ ἀγραυλοῦντεςd
καὶ φυλάσσοντεςe
φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνηνf
αὐτῶν.
9
⸀καὶ ἄγγελος κυρίου ἐπέστηa
αὐτοῖς καὶ δόξα κυρίου περιέλαμψενb
αὐτούς, καὶ ἐφοβήθησανc
φόβον μέγαν·
10
καὶ εἶπενa
αὐτοῖς ὁ ἄγγελος· Μὴ φοβεῖσθε,b
ἰδοὺ γὰρ εὐαγγελίζομαιc
ὑμῖν χαρὰν μεγάλην ἥτις ἔσταιd
παντὶ τῷ λαῷ,
11
ὅτι ἐτέχθηa
ὑμῖν σήμερον σωτὴρb
ὅς ἐστινc
χριστὸς κύριος ἐν πόλει Δαυίδ·
12
καὶ τοῦτο ὑμῖν ⸀τὸ σημεῖον, εὑρήσετεa
βρέφοςb
ἐσπαργανωμένονc
⸀καὶ κείμενονd
ἐν φάτνῃ.e
13
καὶ ἐξαίφνηςa
ἐγένετοb
σὺν τῷ ἀγγέλῳ πλῆθος στρατιᾶςc
⸀οὐρανίουd
αἰνούντωνe
τὸν θεὸν καὶ λεγόντων·f
14
Δόξα ἐν ὑψίστοιςa
θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις ⸀εὐδοκίας.b
15
Καὶ ἐγένετοa
ὡς ἀπῆλθονb
ἀπ’ αὐτῶν εἰς τὸν οὐρανὸν οἱ ἄγγελοι, ⸀οἱ ποιμένεςc
⸀ἐλάλουνd
πρὸς ἀλλήλους· Διέλθωμενe
δὴf
ἕως Βηθλέεμg
καὶ ἴδωμενh
τὸ ῥῆμα τοῦτο τὸ γεγονὸςi
ὃ ὁ κύριος ἐγνώρισενj
ἡμῖν.
16
καὶ ἦλθανa
σπεύσαντεςb
καὶ ἀνεῦρανc
τήν τε Μαριὰμd
καὶ τὸν Ἰωσὴφ καὶ τὸ βρέφοςe
κείμενονf
ἐν τῇ φάτνῃ·g
17
ἰδόντεςa
δὲ ⸀ἐγνώρισανb
περὶ τοῦ ῥήματος τοῦ λαληθέντοςc
αὐτοῖς περὶ τοῦ παιδίου τούτου.
18
καὶ πάντες οἱ ἀκούσαντεςa
ἐθαύμασανb
περὶ τῶν λαληθέντωνc
ὑπὸ τῶν ποιμένωνd
πρὸς αὐτούς,
19
ἡ δὲ ⸀Μαρίαa
πάντα συνετήρειb
τὰ ῥήματα ταῦτα συμβάλλουσαc
ἐν τῇ καρδίᾳ αὐτῆς.
20
καὶ ὑπέστρεψανa
οἱ ποιμένεςb
δοξάζοντεςc
καὶ αἰνοῦντεςd
τὸν θεὸν ἐπὶ πᾶσιν οἷς ἤκουσανe
καὶ εἶδονf
καθὼς ἐλαλήθηg
πρὸς αὐτούς.
21
Καὶ ὅτε ἐπλήσθησανa
ἡμέραι ὀκτὼb
τοῦ περιτεμεῖνc
αὐτόν, καὶ ἐκλήθηd
τὸ ὄνομα αὐτοῦ Ἰησοῦς, τὸ κληθὲνe
ὑπὸ τοῦ ἀγγέλου πρὸ τοῦ συλλημφθῆναιf
αὐτὸν ἐν τῇ κοιλίᾳ.g
22
Καὶ ὅτε ἐπλήσθησανa
αἱ ἡμέραι τοῦ καθαρισμοῦb
αὐτῶν κατὰ τὸν νόμον Μωϋσέως, ἀνήγαγονc
αὐτὸν εἰς Ἱεροσόλυμα παραστῆσαιd
τῷ κυρίῳ,
23
καθὼς γέγραπταιa
ἐν νόμῳ κυρίου ὅτι Πᾶν ἄρσενb
διανοῖγονc
μήτρανd
ἅγιον τῷ κυρίῳ κληθήσεται,e
24
καὶ τοῦ δοῦναιa
θυσίανb
κατὰ τὸ εἰρημένονc
ἐν ⸀τῷ νόμῳ κυρίου, ζεῦγοςd
τρυγόνωνe
ἢ δύο νοσσοὺςf
περιστερῶν.g
25
Καὶ ἰδοὺ ⸂ἄνθρωπος ἦν⸃a
ἐν Ἰερουσαλὴμ ᾧ ὄνομα Συμεών,b
καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής,c
προσδεχόμενοςd
παράκλησινe
τοῦ Ἰσραήλ, καὶ πνεῦμα ἦνf
ἅγιον ἐπ’ αὐτόν·
26
καὶ ἦνa
αὐτῷ κεχρηματισμένονb
ὑπὸ τοῦ πνεύματος τοῦ ἁγίου μὴ ἰδεῖνc
θάνατον πρὶνd
⸂ἢ ἂν⸃ ἴδῃe
τὸν χριστὸν κυρίου.
27
καὶ ἦλθενa
ἐν τῷ πνεύματι εἰς τὸ ἱερόν· καὶ ἐν τῷ εἰσαγαγεῖνb
τοὺς γονεῖςc
τὸ παιδίον Ἰησοῦν τοῦ ποιῆσαιd
αὐτοὺς κατὰ τὸ εἰθισμένονe
τοῦ νόμου περὶ αὐτοῦ
28
καὶ αὐτὸς ἐδέξατοa
αὐτὸ εἰς τὰς ⸀ἀγκάλαςb
καὶ εὐλόγησενc
τὸν θεὸν καὶ εἶπεν·d
29
Νῦν ἀπολύειςa
τὸν δοῦλόν σου, δέσποτα,b
κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ·
30
ὅτι εἶδονa
οἱ ὀφθαλμοί μου τὸ σωτήριόνb
σου
31
ὃ ἡτοίμασαςa
κατὰ πρόσωπον πάντων τῶν λαῶν,
32
φῶς εἰς ἀποκάλυψινa
ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ.
33
καὶ ἦνa
⸂ὁ πατὴρ αὐτοῦ⸃ καὶ ἡ ⸀μήτηρ θαυμάζοντεςb
ἐπὶ τοῖς λαλουμένοιςc
περὶ αὐτοῦ.
34
καὶ εὐλόγησενa
αὐτοὺς Συμεὼνb
καὶ εἶπενc
πρὸς Μαριὰμd
τὴν μητέρα αὐτοῦ· Ἰδοὺ οὗτος κεῖταιe
εἰς πτῶσινf
καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ καὶ εἰς σημεῖον ἀντιλεγόμενον,g
35
καὶ σοῦ ⸀δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεταιa
ῥομφαία,b
ὅπως ἂν ἀποκαλυφθῶσινc
ἐκ πολλῶν καρδιῶν διαλογισμοί.d
36
Καὶ ἦνa
Ἅνναb
προφῆτις,c
θυγάτηρd
Φανουήλ,e
ἐκ φυλῆς Ἀσήρf
(αὕτη προβεβηκυῖαg
ἐν ἡμέραις πολλαῖς, ζήσασαh
⸂μετὰ ἀνδρὸς ἔτη⸃ ἑπτὰ ἀπὸ τῆς παρθενίαςi
αὐτῆς,
37
καὶ αὐτὴ χήραa
⸀ἕως ἐτῶν ὀγδοήκονταb
τεσσάρων,) ἣ οὐκ ⸀ἀφίστατοc
τοῦ ἱεροῦ νηστείαιςd
καὶ δεήσεσινe
λατρεύουσαf
νύκτα καὶ ἡμέραν.
38
⸀καὶ αὐτῇ τῇ ὥρᾳ ἐπιστᾶσαa
ἀνθωμολογεῖτοb
τῷ ⸀θεῷ καὶ ἐλάλειc
περὶ αὐτοῦ πᾶσιν τοῖς προσδεχομένοιςd
⸀λύτρωσινe
Ἰερουσαλήμ.
39
Καὶ ὡς ἐτέλεσανa
⸀πάντα τὰ κατὰ τὸν νόμον κυρίου, ⸀ἐπέστρεψανb
εἰς τὴν Γαλιλαίαν ⸀εἰς πόλιν ἑαυτῶν Ναζαρέθ.c
40
Τὸ δὲ παιδίον ηὔξανενa
καὶ ἐκραταιοῦτοb
⸂πληρούμενονc
σοφίᾳ⸃, καὶ χάρις θεοῦ ἦνd
ἐπ’ αὐτό.
41
Καὶ ἐπορεύοντοa
οἱ γονεῖςb
αὐτοῦ κατ’ ἔτος εἰς Ἰερουσαλὴμ τῇ ἑορτῇc
τοῦ πάσχα.d
42
καὶ ὅτε ἐγένετοa
ἐτῶν δώδεκα, ⸀ἀναβαινόντωνb
⸀αὐτῶν κατὰ τὸ ἔθοςc
τῆς ἑορτῆςd
43
καὶ τελειωσάντωνa
τὰς ἡμέρας, ἐν τῷ ὑποστρέφεινb
αὐτοὺς ὑπέμεινενc
Ἰησοῦς ὁ παῖςd
ἐν Ἰερουσαλήμ, καὶ οὐκ ⸂ἔγνωσανe
οἱ γονεῖς⸃f
αὐτοῦ.
44
νομίσαντεςa
δὲ αὐτὸν ⸂εἶναιb
ἐν τῇ συνοδίᾳ⸃c
ἦλθονd
ἡμέρας ὁδὸν καὶ ἀνεζήτουνe
αὐτὸν ἐν τοῖς συγγενεῦσινf
⸀καὶ τοῖς γνωστοῖς,g
45
καὶ μὴ ⸀εὑρόντεςa
ὑπέστρεψανb
εἰς Ἰερουσαλὴμ ⸀ἀναζητοῦντεςc
αὐτόν.
46
καὶ ἐγένετοa
μετὰ ἡμέρας τρεῖς εὗρονb
αὐτὸν ἐν τῷ ἱερῷ καθεζόμενονc
ἐν μέσῳ τῶν διδασκάλων καὶ ἀκούονταd
αὐτῶν καὶ ἐπερωτῶνταe
αὐτούς·
47
ἐξίσταντοa
δὲ πάντες οἱ ἀκούοντεςb
αὐτοῦ ἐπὶ τῇ συνέσειc
καὶ ταῖς ἀποκρίσεσινd
αὐτοῦ.
48
καὶ ἰδόντεςa
αὐτὸν ἐξεπλάγησαν,b
καὶ ⸂εἶπενc
πρὸς αὐτὸν ἡ μήτηρ αὐτοῦ⸃· Τέκνον, τί ἐποίησαςd
ἡμῖν οὕτως; ἰδοὺ ὁ πατήρ σου καὶ ἐγὼ ὀδυνώμενοιe
⸀ἐζητοῦμένf
σε.
49
καὶ εἶπενa
πρὸς αὐτούς· Τί ὅτι ἐζητεῖτέb
με; οὐκ ᾔδειτεc
ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖd
εἶναίe
με;
50
καὶ αὐτοὶ οὐ συνῆκανa
τὸ ῥῆμα ὃ ἐλάλησενb
αὐτοῖς.
51
καὶ κατέβηa
μετ’ αὐτῶν καὶ ἦλθενb
εἰς Ναζαρὲθ,c
καὶ ἦνd
ὑποτασσόμενοςe
αὐτοῖς. καὶ ἡ μήτηρ αὐτοῦ διετήρειf
πάντα τὰ ῥήματα ⸀ταῦτα ἐν τῇ καρδίᾳ αὐτῆς.
52
Καὶ Ἰησοῦς προέκοπτενa
⸂σοφίᾳ καὶ ἡλικίᾳ⸃b
καὶ χάριτι παρὰ θεῷ καὶ ἀνθρώποις.