Κατὰ Λουκᾶν

18
Ἔλεγενa ⸀δὲ παραβολὴν αὐτοῖς πρὸς τὸ δεῖνb πάντοτε προσεύχεσθαιc ⸀αὐτοὺς καὶ μὴ ἐγκακεῖν,d
2λέγων·a Κριτήςb τις ἦνc ἔν τινι πόλει τὸν θεὸν μὴ φοβούμενοςd καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος.e
3χήραa δὲ ἦνb ἐν τῇ πόλει ἐκείνῃ καὶ ἤρχετοc πρὸς αὐτὸν λέγουσα·d Ἐκδίκησόνe με ἀπὸ τοῦ ἀντιδίκουf μου.
4καὶ οὐκ ⸀ἤθελενa ἐπὶ χρόνον, μετὰ ⸂ταῦτα δὲ⸃ εἶπενb ἐν ἑαυτῷ· Εἰ καὶ τὸν θεὸν οὐ φοβοῦμαιc ⸂οὐδὲ ἄνθρωπον⸃ ἐντρέπομαι,d
5διά γεa τὸ παρέχεινb μοι κόπονc τὴν χήρανd ταύτην ἐκδικήσωe αὐτήν ἵνα μὴ εἰς τέλος ἐρχομένηf ὑπωπιάζῃg με.
6εἶπενa δὲ κύριος· Ἀκούσατεb τί κριτὴςc τῆς ἀδικίαςd λέγει·e
7 δὲ θεὸς οὐ μὴ ποιήσῃa τὴν ἐκδίκησινb τῶν ἐκλεκτῶνc αὐτοῦ τῶν βοώντωνd ⸀αὐτῷ ἡμέρας καὶ νυκτός, καὶ ⸀μακροθυμεῖe ἐπ’ αὐτοῖς;
8λέγωa ὑμῖν ὅτι ποιήσειb τὴν ἐκδίκησινc αὐτῶν ἐν τάχει.d πλὴν υἱὸς τοῦ ἀνθρώπου ἐλθὼνe ἆρα εὑρήσειf τὴν πίστιν ἐπὶ τῆς γῆς;
9Εἶπενa δὲ ⸀καὶ πρός τινας τοὺς πεποιθόταςb ἐφ’ ἑαυτοῖς ὅτι εἰσὶνc δίκαιοι καὶ ἐξουθενοῦνταςd τοὺς λοιποὺς τὴν παραβολὴν ταύτην·
10Ἄνθρωποι δύο ἀνέβησανa εἰς τὸ ἱερὸν προσεύξασθαι,b ⸀ὁ εἷς Φαρισαῖος καὶ ἕτερος τελώνης.c
11 Φαρισαῖος σταθεὶςa ⸂πρὸς ἑαυτὸν ταῦτα⸃ προσηύχετο·b θεός, εὐχαριστῶc σοι ὅτι οὐκ εἰμὶd ⸀ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες,e ἄδικοι,f μοιχοί,g καὶ ὡς οὗτος τελώνης·h
12νηστεύωa δὶςb τοῦ σαββάτου, ⸀ἀποδεκατῶc πάντα ὅσα κτῶμαι.d
13⸂ὁ δὲ⸃ τελώνηςa μακρόθενb ἑστὼςc οὐκ ἤθελενd οὐδὲ τοὺς ὀφθαλμοὺς ⸂ἐπᾶραιe εἰς τὸν οὐρανόν⸃, ἀλλ’ ⸀ἔτυπτεf τὸ στῆθοςg ⸀αὐτοῦ λέγων·h θεός, ἱλάσθητίi μοι τῷ ἁμαρτωλῷ.
14λέγωa ὑμῖν, κατέβηb οὗτος δεδικαιωμένοςc εἰς τὸν οἶκον αὐτοῦ ⸂παρ’ ἐκεῖνον⸃· ὅτι πᾶς ὑψῶνd ἑαυτὸν ταπεινωθήσεται,e δὲ ταπεινῶνf ἑαυτὸν ὑψωθήσεται.g
15Προσέφερονa δὲ αὐτῷ καὶ τὰ βρέφηb ἵνα αὐτῶν ἅπτηται·c ἰδόντεςd δὲ οἱ μαθηταὶ ⸀ἐπετίμωνe αὐτοῖς.
16 δὲ Ἰησοῦς ⸂προσεκαλέσατοa αὐτὰ λέγων⸃·b Ἄφετεc τὰ παιδία ἔρχεσθαιd πρός με καὶ μὴ κωλύετεe αὐτά, τῶν γὰρ τοιούτων ἐστὶνf βασιλεία τοῦ θεοῦ.
17ἀμὴν λέγωa ὑμῖν, ὃς ⸀ἂν μὴ δέξηταιb τὴν βασιλείαν τοῦ θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃc εἰς αὐτήν.
18Καὶ ἐπηρώτησένa τις αὐτὸν ἄρχων λέγων·b Διδάσκαλε ἀγαθέ, τί ποιήσαςc ζωὴν αἰώνιον κληρονομήσω;d
19εἶπενa δὲ αὐτῷ Ἰησοῦς· Τί με λέγειςb ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς θεός.
20τὰς ἐντολὰς οἶδας·a Μὴ μοιχεύσῃς,b Μὴ φονεύσῃς,c Μὴ κλέψῃς,d Μὴ ψευδομαρτυρήσῃς,e Τίμαf τὸν πατέρα σου καὶ τὴν ⸀μητέρα.
21 δὲ εἶπεν·a Ταῦτα πάντα ⸀ἐφύλαξαb ἐκ νεότητοςc ⸀μου.
22ἀκούσαςa ⸀δὲ Ἰησοῦς εἶπενb αὐτῷ· Ἔτι ἕν σοι λείπει·c πάντα ὅσα ἔχειςd πώλησονe καὶ διάδοςf πτωχοῖς, καὶ ἕξειςg θησαυρὸνh ἐν ⸀οὐρανοῖς, καὶ δεῦροi ἀκολούθειj μοι.
23 δὲ ἀκούσαςa ταῦτα περίλυποςb ⸀ἐγενήθη,c ἦνd γὰρ πλούσιοςe σφόδρα.f
24Ἰδὼνa δὲ αὐτὸν ⸀Ἰησοῦς εἶπεν·b Πῶς δυσκόλωςc οἱ τὰ χρήματαd ἔχοντεςe ⸂εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσπορεύονται⸃·f
25εὐκοπώτερονa γάρ ἐστινb κάμηλονc διὰ ⸂τρήματοςd βελόνης⸃e εἰσελθεῖνf πλούσιονg εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν.h
26Εἶπανa δὲ οἱ ἀκούσαντες·b Καὶ τίς δύναταιc σωθῆναι;d
27 δὲ εἶπεν·a Τὰ ἀδύναταb παρὰ ἀνθρώποις δυνατὰ ⸂παρὰ τῷ θεῷ ἐστιν⸃.c
28Εἶπενa δὲ ⸀ὁ Πέτρος· Ἰδοὺ ἡμεῖς ⸂ἀφέντεςb τὰ ἴδια⸃ ἠκολουθήσαμένc σοι.
29 δὲ εἶπενa αὐτοῖς· Ἀμὴν λέγωb ὑμῖν ὅτι οὐδείς ἐστινc ὃς ἀφῆκενd οἰκίαν ⸂γυναῖκα ἀδελφοὺς γονεῖς⸃e τέκνα ἕνεκενf τῆς βασιλείας τοῦ θεοῦ,
30ὃς ⸀οὐχὶ μὴ ⸀ἀπολάβῃa πολλαπλασίοναb ἐν τῷ καιρῷ τούτῳ καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳc ζωὴν αἰώνιον.
31Παραλαβὼνa δὲ τοὺς δώδεκα εἶπενb πρὸς αὐτούς· Ἰδοὺ ἀναβαίνομενc εἰς ⸀Ἰερουσαλήμ, καὶ τελεσθήσεταιd πάντα τὰ γεγραμμέναe διὰ τῶν προφητῶν τῷ υἱῷ τοῦ ἀνθρώπου·
32παραδοθήσεταιa γὰρ τοῖς ἔθνεσιν καὶ ἐμπαιχθήσεταιb καὶ ὑβρισθήσεταιc καὶ ἐμπτυσθήσεται,d
33καὶ μαστιγώσαντεςa ἀποκτενοῦσινb αὐτόν, καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστήσεται.c
34καὶ αὐτοὶ οὐδὲν τούτων συνῆκαν,a καὶ ἦνb τὸ ῥῆμα τοῦτο κεκρυμμένονc ἀπ’ αὐτῶν, καὶ οὐκ ἐγίνωσκονd τὰ λεγόμενα.e
35Ἐγένετοa δὲ ἐν τῷ ἐγγίζεινb αὐτὸν εἰς Ἰεριχὼc τυφλός τις ἐκάθητοd παρὰ τὴν ὁδὸν ⸀ἐπαιτῶν.e
36ἀκούσαςa δὲ ὄχλου διαπορευομένουb ἐπυνθάνετοc ⸀τί εἴηd τοῦτο·
37ἀπήγγειλανa δὲ αὐτῷ ὅτι Ἰησοῦς Ναζωραῖοςb παρέρχεται.c
38καὶ ἐβόησενa λέγων·b Ἰησοῦ υἱὲ Δαυίδ, ἐλέησόνc με.
39καὶ οἱ προάγοντεςa ἐπετίμωνb αὐτῷ ἵνα ⸀σιγήσῃ·c αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν·d Υἱὲ Δαυίδ, ἐλέησόνe με.
40σταθεὶςa δὲ ⸀ὁ Ἰησοῦς ἐκέλευσενb αὐτὸν ἀχθῆναιc πρὸς αὐτόν. ἐγγίσαντοςd δὲ αὐτοῦ ἐπηρώτησενe αὐτόν·
41⸀Τί σοι θέλειςa ποιήσω;b δὲ εἶπεν·c Κύριε, ἵνα ἀναβλέψω.d
42καὶ Ἰησοῦς εἶπενa αὐτῷ· Ἀνάβλεψον·b πίστις σου σέσωκένc σε.
43καὶ παραχρῆμαa ἀνέβλεψεν,b καὶ ἠκολούθειc αὐτῷ δοξάζωνd τὸν θεόν. καὶ πᾶς λαὸς ἰδὼνe ἔδωκενf αἶνονg τῷ θεῷ.