Κατὰ Λουκᾶν

16
Ἔλεγενa δὲ καὶ πρὸς τοὺς ⸀μαθητάς· Ἄνθρωπός τις ἦνb πλούσιοςc ὃς εἶχενd οἰκονόμον,e καὶ οὗτος διεβλήθηf αὐτῷ ὡς διασκορπίζωνg τὰ ὑπάρχονταh αὐτοῦ.
2καὶ φωνήσαςa αὐτὸν εἶπενb αὐτῷ· Τί τοῦτο ἀκούωc περὶ σοῦ; ἀπόδοςd τὸν λόγον τῆς οἰκονομίαςe σου, οὐ γὰρ ⸀δύνῃf ἔτι οἰκονομεῖν.g
3εἶπενa δὲ ἐν ἑαυτῷ οἰκονόμος·b Τί ποιήσωc ὅτι κύριός μου ἀφαιρεῖταιd τὴν οἰκονομίανe ἀπ’ ἐμοῦ; σκάπτεινf οὐκ ἰσχύω,g ἐπαιτεῖνh αἰσχύνομαι·i
4ἔγνωνa τί ποιήσω,b ἵνα ὅταν μετασταθῶc ⸀ἐκ τῆς οἰκονομίαςd δέξωνταίe με εἰς τοὺς οἴκους ⸀ἑαυτῶν.
5καὶ προσκαλεσάμενοςa ἕνα ἕκαστον τῶν χρεοφειλετῶνb τοῦ κυρίου ἑαυτοῦ ἔλεγενc τῷ πρώτῳ· Πόσονd ὀφείλειςe τῷ κυρίῳ μου;
6 δὲ εἶπεν·a Ἑκατὸνb βάτουςc ἐλαίου·d ⸂ὁ δὲ⸃ εἶπενe αὐτῷ· Δέξαιf σου ⸂τὰ γράμματα⸃g καὶ καθίσαςh ταχέωςi γράψονj πεντήκοντα.k
7ἔπειταa ἑτέρῳ εἶπεν·b Σὺ δὲ πόσονc ὀφείλεις;d δὲ εἶπεν·e Ἑκατὸνf κόρουςg σίτου·h ⸀λέγειi αὐτῷ· Δέξαιj σου ⸂τὰ γράμματα⸃k καὶ γράψονl ὀγδοήκοντα.m
8καὶ ἐπῄνεσενa κύριος τὸν οἰκονόμονb τῆς ἀδικίαςc ὅτι φρονίμωςd ἐποίησεν·e ὅτι οἱ υἱοὶ τοῦ αἰῶνος τούτου φρονιμώτεροιf ὑπὲρ τοὺς υἱοὺς τοῦ φωτὸς εἰς τὴν γενεὰν τὴν ἑαυτῶν εἰσιν.g
9καὶ ἐγὼ ὑμῖν λέγω,a ⸂ἑαυτοῖς ποιήσατε⸃b φίλουςc ἐκ τοῦ μαμωνᾶd τῆς ἀδικίας,e ἵνα ὅταν ⸀ἐκλίπῃf δέξωνταιg ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς.h
10 πιστὸς ἐν ἐλαχίστῳa καὶ ἐν πολλῷ πιστός ἐστιν,b καὶ ἐν ἐλαχίστῳc ἄδικοςd καὶ ἐν πολλῷ ἄδικόςe ἐστιν.f
11εἰ οὖν ἐν τῷ ἀδίκῳa μαμωνᾷb πιστοὶ οὐκ ἐγένεσθε,c τὸ ἀληθινὸνd τίς ὑμῖν πιστεύσει;e
12καὶ εἰ ἐν τῷ ἀλλοτρίῳa πιστοὶ οὐκ ἐγένεσθε,b τὸ ⸀ὑμέτερονc τίς ⸂δώσειd ὑμῖν⸃;
13οὐδεὶς οἰκέτηςa δύναταιb δυσὶ κυρίοις δουλεύειν·c γὰρ τὸν ἕνα μισήσειd καὶ τὸν ἕτερον ἀγαπήσει,e ἑνὸς ἀνθέξεταιf καὶ τοῦ ἑτέρου καταφρονήσει.g οὐ δύνασθεh θεῷ δουλεύεινi καὶ μαμωνᾷ.j
14Ἤκουονa δὲ ταῦτα ⸀πάντα οἱ Φαρισαῖοι φιλάργυροιb ὑπάρχοντες,c καὶ ἐξεμυκτήριζονd αὐτόν.
15καὶ εἶπενa αὐτοῖς· Ὑμεῖς ἐστεb οἱ δικαιοῦντεςc ἑαυτοὺς ἐνώπιον τῶν ἀνθρώπων, δὲ θεὸς γινώσκειd τὰς καρδίας ὑμῶν· ὅτι τὸ ἐν ἀνθρώποις ὑψηλὸνe βδέλυγμαf ἐνώπιον τοῦ θεοῦ.
16 νόμος καὶ οἱ προφῆται ⸀μέχριa Ἰωάννου· ἀπὸ τότε βασιλεία τοῦ θεοῦ εὐαγγελίζεταιb καὶ πᾶς εἰς αὐτὴν βιάζεται.c
17Εὐκοπώτερονa δέ ἐστινb τὸν οὐρανὸν καὶ τὴν γῆν παρελθεῖνc τοῦ νόμου μίαν κεραίανd πεσεῖν.e
18Πᾶς ἀπολύωνa τὴν γυναῖκα αὐτοῦ καὶ γαμῶνb ἑτέραν μοιχεύει,c ⸀καὶ ἀπολελυμένηνd ἀπὸ ἀνδρὸς γαμῶνe μοιχεύει.f
19Ἄνθρωπος δέ τις ἦνa πλούσιος,b καὶ ἐνεδιδύσκετοc πορφύρανd καὶ βύσσονe εὐφραινόμενοςf καθ’ ἡμέραν λαμπρῶς.g
20πτωχὸς δέ ⸀τις ὀνόματι ⸀Λάζαροςa ἐβέβλητοb πρὸς τὸν πυλῶναc αὐτοῦ εἱλκωμένοςd
21καὶ ἐπιθυμῶνa χορτασθῆναιb ⸀ἀπὸ τῶν πιπτόντωνc ἀπὸ τῆς τραπέζηςd τοῦ πλουσίου·e ἀλλὰ καὶ οἱ κύνεςf ἐρχόμενοιg ⸀ἐπέλειχονh τὰ ἕλκηi αὐτοῦ.
22ἐγένετοa δὲ ἀποθανεῖνb τὸν πτωχὸν καὶ ἀπενεχθῆναιc αὐτὸν ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπονd Ἀβραάμ· ἀπέθανενe δὲ καὶ πλούσιοςf καὶ ἐτάφη.g
23καὶ ἐν τῷ ᾅδῃa ἐπάραςb τοὺς ὀφθαλμοὺς αὐτοῦ, ὑπάρχωνc ἐν βασάνοις,d ⸀ὁρᾷe Ἀβραὰμ ἀπὸ μακρόθενf καὶ Λάζαρονg ἐν τοῖς κόλποιςh αὐτοῦ.
24καὶ αὐτὸς φωνήσαςa εἶπεν·b Πάτερ Ἀβραάμ, ἐλέησόνc με καὶ πέμψονd Λάζαρονe ἵνα βάψῃf τὸ ἄκρονg τοῦ δακτύλουh αὐτοῦ ὕδατος καὶ καταψύξῃi τὴν γλῶσσάν μου, ὅτι ὀδυνῶμαιj ἐν τῇ φλογὶk ταύτῃ.
25εἶπενa δὲ Ἀβραάμ· Τέκνον, μνήσθητιb ὅτι ⸀ἀπέλαβεςc τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαροςd ὁμοίως τὰ κακά· νῦν δὲ ὧδε παρακαλεῖταιe σὺ δὲ ὀδυνᾶσαι.f
26καὶ ⸀ἐν πᾶσι τούτοις μεταξὺa ἡμῶν καὶ ὑμῶν χάσμαb μέγα ἐστήρικται,c ὅπως οἱ θέλοντεςd διαβῆναιe ἔνθενf πρὸς ὑμᾶς μὴ δύνωνται,g ⸀μηδὲ ἐκεῖθενh πρὸς ἡμᾶς διαπερῶσιν.i
27εἶπενa δέ· Ἐρωτῶb ⸂σε οὖν⸃, πάτερ, ἵνα πέμψῃςc αὐτὸν εἰς τὸν οἶκον τοῦ πατρός μου,
28ἔχωa γὰρ πέντε ἀδελφούς, ὅπως διαμαρτύρηταιb αὐτοῖς, ἵνα μὴ καὶ αὐτοὶ ἔλθωσινc εἰς τὸν τόπον τοῦτον τῆς βασάνου.d
29λέγειa ⸀δὲ Ἀβραάμ· Ἔχουσιb Μωϋσέα καὶ τοὺς προφήτας· ἀκουσάτωσανc αὐτῶν.
30 δὲ εἶπεν·a Οὐχί, πάτερ Ἀβραάμ, ἀλλ’ ἐάν τις ἀπὸ νεκρῶν πορευθῇb πρὸς αὐτοὺς μετανοήσουσιν.c
31εἶπενa δὲ αὐτῷ· Εἰ Μωϋσέως καὶ τῶν προφητῶν οὐκ ἀκούουσιν,b οὐδ’ ἐάν τις ἐκ νεκρῶν ἀναστῇc πεισθήσονται.d