Κατὰ Λουκᾶν

14
Καὶ ἐγένετοa ἐν τῷ ἐλθεῖνb αὐτὸν εἰς οἶκόν τινος τῶν ἀρχόντων τῶν Φαρισαίων σαββάτῳ φαγεῖνc ἄρτον καὶ αὐτοὶ ἦσανd παρατηρούμενοιe αὐτόν.
2καὶ ἰδοὺ ἄνθρωπός τις ἦνa ὑδρωπικὸςb ἔμπροσθεν αὐτοῦ.
3καὶ ἀποκριθεὶςa Ἰησοῦς εἶπενb πρὸς τοὺς νομικοὺςc καὶ Φαρισαίους λέγων·d ⸀Ἔξεστινe τῷ σαββάτῳ ⸂θεραπεῦσαιf οὔ⸃;
4οἱ δὲ ἡσύχασαν.a καὶ ἐπιλαβόμενοςb ἰάσατοc αὐτὸν καὶ ἀπέλυσεν.d
5⸀καὶ πρὸς αὐτοὺς εἶπεν·a Τίνος ὑμῶν υἱὸς βοῦςb εἰς φρέαρc ⸀πεσεῖται,d καὶ οὐκ εὐθέως ἀνασπάσειe αὐτὸν ⸀ἐν ἡμέρᾳ τοῦ σαββάτου;
6καὶ οὐκ ἴσχυσανa ⸀ἀνταποκριθῆναιb πρὸς ταῦτα.
7Ἔλεγενa δὲ πρὸς τοὺς κεκλημένουςb παραβολήν, ἐπέχωνc πῶς τὰς πρωτοκλισίαςd ἐξελέγοντο,e λέγωνf πρὸς αὐτούς·
8Ὅταν κληθῇςa ὑπό τινος εἰς γάμους,b μὴ κατακλιθῇςc εἰς τὴν πρωτοκλισίαν,d μήποτεe ἐντιμότερόςf σου g κεκλημένοςh ὑπ’ αὐτοῦ
9καὶ ἐλθὼνa σὲ καὶ αὐτὸν καλέσαςb ἐρεῖc σοι· Δὸςd τούτῳ τόπον, καὶ τότε ἄρξῃe μετὰ αἰσχύνηςf τὸν ἔσχατον τόπον κατέχειν.g
10ἀλλ’ ὅταν κληθῇςa πορευθεὶςb ἀνάπεσεc εἰς τὸν ἔσχατον τόπον, ἵνα ὅταν ἔλθῃd κεκληκώςe σε ⸀ἐρεῖf σοι· Φίλε,g προσανάβηθιh ἀνώτερον·i τότε ἔσταιj σοι δόξα ἐνώπιον ⸀πάντων τῶν συνανακειμένωνk σοι.
11ὅτι πᾶς ὑψῶνa ἑαυτὸν ταπεινωθήσεταιb καὶ ταπεινῶνc ἑαυτὸν ὑψωθήσεται.d
12Ἔλεγενa δὲ καὶ τῷ κεκληκότιb αὐτόν· Ὅταν ποιῇςc ἄριστονd δεῖπνον,e μὴ φώνειf τοὺς φίλουςg σου μηδὲ τοὺς ἀδελφούς σου μηδὲ τοὺς συγγενεῖςh σου μηδὲ γείτοναςi πλουσίους,j μήποτεk καὶ αὐτοὶ ⸂ἀντικαλέσωσίνl σε⸃ καὶ γένηταιm ⸂ἀνταπόδομάn σοι⸃.
13ἀλλ’ ὅταν ⸂δοχὴνa ποιῇς⸃,b κάλειc πτωχούς, ἀναπείρους,d χωλούς,e τυφλούς·
14καὶ μακάριος ἔσῃ,a ὅτι οὐκ ἔχουσινb ἀνταποδοῦναίc σοι, ἀνταποδοθήσεταιd γάρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων.
15Ἀκούσαςa δέ τις τῶν συνανακειμένωνb ταῦτα εἶπενc αὐτῷ· Μακάριος ⸀ὅστις φάγεταιd ⸀ἄρτον ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ.
16 δὲ εἶπενa αὐτῷ· Ἄνθρωπός τις ⸀ἐποίειb δεῖπνονc μέγα, καὶ ἐκάλεσενd πολλούς,
17καὶ ἀπέστειλενa τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνουb εἰπεῖνc τοῖς κεκλημένοις·d Ἔρχεσθε,e ὅτι ἤδη ἕτοιμάf ⸀ἐστιν.g
18καὶ ἤρξαντοa ἀπὸ μιᾶς ⸂πάντες παραιτεῖσθαι⸃.b πρῶτος εἶπενc αὐτῷ· Ἀγρὸν ἠγόρασαd καὶ ἔχωe ἀνάγκηνf ⸀ἐξελθὼνg ἰδεῖνh αὐτόν· ἐρωτῶi σε, ἔχεj με παρῃτημένον.k
19καὶ ἕτερος εἶπεν·a Ζεύγηb βοῶνc ἠγόρασαd πέντε καὶ πορεύομαιe δοκιμάσαιf αὐτά· ἐρωτῶg σε, ἔχεh με παρῃτημένον.i
20καὶ ἕτερος εἶπεν·a Γυναῖκα ἔγημαb καὶ διὰ τοῦτο οὐ δύναμαιc ἐλθεῖν.d
21καὶ παραγενόμενοςa ⸀δοῦλος ἀπήγγειλενb τῷ κυρίῳ αὐτοῦ ταῦτα. τότε ὀργισθεὶςc οἰκοδεσπότηςd εἶπενe τῷ δούλῳ αὐτοῦ· Ἔξελθεf ταχέωςg εἰς τὰς πλατείαςh καὶ ῥύμαςi τῆς πόλεως, καὶ τοὺς πτωχοὺς καὶ ἀναπείρουςj καὶ ⸂τυφλοὺς καὶ χωλοὺς⸃k εἰσάγαγεl ὧδε.
22καὶ εἶπενa δοῦλος· Κύριε, γέγονενb ⸀ὃ ἐπέταξας,c καὶ ἔτι τόπος ἐστίν.d
23καὶ εἶπενa κύριος πρὸς τὸν δοῦλον· Ἔξελθεb εἰς τὰς ὁδοὺς καὶ φραγμοὺςc καὶ ἀνάγκασονd εἰσελθεῖν,e ἵνα γεμισθῇf ⸂μου οἶκος⸃·
24λέγωa γὰρ ὑμῖν ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένωνb γεύσεταίc μου τοῦ ⸀δείπνου.d
25Συνεπορεύοντοa δὲ αὐτῷ ὄχλοι πολλοί, καὶ στραφεὶςb εἶπενc πρὸς αὐτούς·
26Εἴ τις ἔρχεταιa πρός με καὶ οὐ μισεῖb τὸν πατέρα ⸀ἑαυτοῦ καὶ τὴν μητέρα καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ τοὺς ἀδελφοὺς καὶ τὰς ἀδελφάς,c ἔτι ⸀τε καὶ τὴν ⸂ψυχὴν ἑαυτοῦ⸃, οὐ δύναταιd ⸂εἶναίe μου μαθητής⸃.
27⸀ὅστις οὐ βαστάζειa τὸν σταυρὸνb ⸀ἑαυτοῦ καὶ ἔρχεταιc ὀπίσω μου, οὐ δύναταιd εἶναίe μου μαθητής.
28τίς γὰρ ἐξ ⸀ὑμῶν θέλωνa πύργονb οἰκοδομῆσαιc οὐχὶ πρῶτον καθίσαςd ψηφίζειe τὴν δαπάνην,f εἰ ⸀ἔχειg εἰς ἀπαρτισμόν;h
29ἵνα μήποτεa θέντοςb αὐτοῦ θεμέλιονc καὶ μὴ ἰσχύοντοςd ἐκτελέσαιe πάντες οἱ θεωροῦντεςf ἄρξωνταιg ⸂αὐτῷ ἐμπαίζειν⸃h
30λέγοντεςa ὅτι Οὗτος ἄνθρωπος ἤρξατοb οἰκοδομεῖνc καὶ οὐκ ἴσχυσενd ἐκτελέσαι.e
31 τίς βασιλεὺς πορευόμενοςa ⸂ἑτέρῳ βασιλεῖ συμβαλεῖν⸃b εἰς πόλεμονc οὐχὶ καθίσαςd πρῶτον ⸀βουλεύσεταιe εἰ δυνατός ἐστινf ἐν δέκαg χιλιάσινh ⸀ὑπαντῆσαιi τῷ μετὰ εἴκοσιj χιλιάδωνk ἐρχομένῳl ἐπ’ αὐτόν;
32εἰ δὲ μήγε,a ἔτι ⸂αὐτοῦ πόρρω⸃b ὄντοςc πρεσβείανd ἀποστείλαςe ἐρωτᾷf ⸀τὰ πρὸς εἰρήνην.
33οὕτως οὖν πᾶς ἐξ ὑμῶν ὃς οὐκ ἀποτάσσεταιa πᾶσιν τοῖς ἑαυτοῦ ὑπάρχουσινb οὐ δύναταιc ⸂εἶναίd μου⸃ μαθητής.
34Καλὸν ⸀οὖν τὸ ἅλας·a ἐὰν δὲ ⸀καὶ τὸ ἅλαςb μωρανθῇ,c ἐν τίνι ἀρτυθήσεται;d
35οὔτε εἰς γῆν οὔτε εἰς κοπρίανa εὔθετόνb ἐστιν·c ἔξω βάλλουσινd αὐτό. ἔχωνe ὦτα ἀκούεινf ἀκουέτω.g