11
Καὶ ἐγένετοa
ἐν τῷ εἶναιb
αὐτὸν ἐν τόπῳ τινὶ προσευχόμενον,c
ὡς ἐπαύσατο,d
εἶπένe
τις τῶν μαθητῶν αὐτοῦ πρὸς αὐτόν· Κύριε, δίδαξονf
ἡμᾶς προσεύχεσθαι,g
καθὼς καὶ Ἰωάννης ἐδίδαξενh
τοὺς μαθητὰς αὐτοῦ.
2
εἶπενa
δὲ αὐτοῖς· Ὅταν προσεύχησθε,b
λέγετε·c
⸀Πάτερ, ἁγιασθήτωd
τὸ ὄνομά σου· ἐλθέτωe
ἡ βασιλεία ⸀σου·
3
τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιονa
δίδουb
ἡμῖν τὸ καθ’ ἡμέραν·
4
καὶ ἄφεςa
ἡμῖν τὰς ἁμαρτίας ἡμῶν, καὶ γὰρ αὐτοὶ ἀφίομενb
παντὶ ὀφείλοντιc
ἡμῖν· καὶ μὴ εἰσενέγκῃςd
ἡμᾶς εἰς ⸀πειρασμόν.e
5
Καὶ εἶπενa
πρὸς αὐτούς· Τίς ἐξ ὑμῶν ἕξειb
φίλονc
καὶ πορεύσεταιd
πρὸς αὐτὸν μεσονυκτίουe
καὶ εἴπῃf
αὐτῷ· Φίλε,g
χρῆσόνh
μοι τρεῖς ἄρτους,
6
ἐπειδὴa
φίλοςb
⸀μου παρεγένετοc
ἐξ ὁδοῦ πρός με καὶ οὐκ ἔχωd
ὃ παραθήσωe
αὐτῷ·
7
κἀκεῖνοςa
ἔσωθενb
ἀποκριθεὶςc
εἴπῃ·d
Μή μοι κόπουςe
πάρεχε·f
ἤδη ἡ θύρα κέκλεισται,g
καὶ τὰ παιδία μου μετ’ ἐμοῦ εἰς τὴν κοίτηνh
εἰσίν·i
οὐ δύναμαιj
ἀναστὰςk
δοῦναίl
σοι.
8
λέγωa
ὑμῖν, εἰ καὶ οὐ δώσειb
αὐτῷ ἀναστὰςc
διὰ τὸ εἶναιd
⸂φίλονe
αὐτοῦ⸃, διά γεf
τὴν ἀναίδειανg
αὐτοῦ ἐγερθεὶςh
δώσειi
αὐτῷ ⸀ὅσων χρῄζει.j
9
Κἀγὼ ὑμῖν λέγω,a
αἰτεῖτε,b
καὶ δοθήσεταιc
ὑμῖν· ζητεῖτε,d
καὶ εὑρήσετε·e
κρούετε,f
καὶ ἀνοιγήσεταιg
ὑμῖν·
10
πᾶς γὰρ ὁ αἰτῶνa
λαμβάνει,b
καὶ ὁ ζητῶνc
εὑρίσκει,d
καὶ τῷ κρούοντιe
ἀνοιγήσεται.f
11
τίνα δὲ ⸀ἐξ ὑμῶν τὸν πατέρα αἰτήσειa
ὁ ⸀υἱὸς ἰχθύν,b
⸀καὶ ἀντὶc
ἰχθύοςd
ὄφινe
⸂αὐτῷ ἐπιδώσει⸃;f
12
ἢ καὶ ⸀αἰτήσειa
ᾠόν,b
⸀ἐπιδώσειc
αὐτῷ σκορπίον;d
13
εἰ οὖν ὑμεῖς πονηροὶ ὑπάρχοντεςa
οἴδατεb
δόματαc
ἀγαθὰ διδόναιd
τοῖς τέκνοις ὑμῶν, πόσῳe
μᾶλλον ὁ πατὴρ ὁ ἐξ οὐρανοῦ δώσειf
πνεῦμα ἅγιον τοῖς αἰτοῦσινg
αὐτόν.
14
Καὶ ἦνa
ἐκβάλλωνb
⸀δαιμόνιον κωφόν·c
ἐγένετοd
δὲ τοῦ δαιμονίου ἐξελθόντοςe
ἐλάλησενf
ὁ κωφός.g
καὶ ἐθαύμασανh
οἱ ὄχλοι·
15
τινὲς δὲ ἐξ αὐτῶν εἶπον·a
Ἐν Βεελζεβοὺλb
⸀τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλειc
τὰ δαιμόνια·
16
ἕτεροι δὲ πειράζοντεςa
σημεῖον ⸂ἐξ οὐρανοῦ ἐζήτουνb
παρ’ αὐτοῦ⸃.
17
αὐτὸς δὲ εἰδὼςa
αὐτῶν τὰ διανοήματαb
εἶπενc
αὐτοῖς· Πᾶσα βασιλεία ἐφ’ ἑαυτὴν διαμερισθεῖσαd
ἐρημοῦται,e
καὶ οἶκος ἐπὶ οἶκον πίπτει.f
18
εἰ δὲ καὶ ὁ Σατανᾶς ἐφ’ ἑαυτὸν διεμερίσθη,a
πῶς σταθήσεταιb
ἡ βασιλεία αὐτοῦ; ὅτι λέγετεc
ἐν Βεελζεβοὺλd
ἐκβάλλεινe
με τὰ δαιμόνια.
19
εἰ δὲ ἐγὼ ἐν Βεελζεβοὺλa
ἐκβάλλωb
τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσιν;c
διὰ τοῦτο ⸂αὐτοὶ ὑμῶν κριταὶ⸃d
ἔσονται.e
20
εἰ δὲ ἐν δακτύλῳa
⸀θεοῦ ἐκβάλλωb
τὰ δαιμόνια, ἄρα ἔφθασενc
ἐφ’ ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ.
21
ὅταν ὁ ἰσχυρὸςa
καθωπλισμένοςb
φυλάσσῃc
τὴν ἑαυτοῦ αὐλήν,d
ἐν εἰρήνῃ ἐστὶνe
τὰ ὑπάρχονταf
αὐτοῦ·
22
ἐπὰνa
⸀δὲ ἰσχυρότεροςb
⸀αὐτοῦ ἐπελθὼνc
νικήσῃd
αὐτόν, τὴν πανοπλίανe
αὐτοῦ αἴρειf
ἐφ’ ᾗ ἐπεποίθει,g
καὶ τὰ σκῦλαh
αὐτοῦ διαδίδωσιν.i
23
ὁ μὴ ὢνa
μετ’ ἐμοῦ κατ’ ἐμοῦ ἐστιν,b
καὶ ὁ μὴ συνάγωνc
μετ’ ἐμοῦ σκορπίζει.d
24
Ὅταν τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃa
ἀπὸ τοῦ ἀνθρώπου, διέρχεταιb
δι’ ἀνύδρωνc
τόπων ζητοῦνd
ἀνάπαυσιν,e
καὶ μὴ ⸀εὑρίσκονf
λέγει·g
Ὑποστρέψωh
εἰς τὸν οἶκόν μου ὅθενi
ἐξῆλθον·j
25
καὶ ἐλθὸνa
⸀εὑρίσκειb
σεσαρωμένονc
καὶ κεκοσμημένον.d
26
τότε πορεύεταιa
καὶ παραλαμβάνειb
⸂ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ ἑπτά⸃, καὶ ⸀εἰσελθόνταc
κατοικεῖd
ἐκεῖ, καὶ γίνεταιe
τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείροναf
τῶν πρώτων.
27
Ἐγένετοa
δὲ ἐν τῷ λέγεινb
αὐτὸν ταῦτα ἐπάρασάc
τις ⸂φωνὴν γυνὴ⸃ ἐκ τοῦ ὄχλου εἶπενd
αὐτῷ· Μακαρία ἡ κοιλίαe
ἡ βαστάσασάf
σε καὶ μαστοὶg
οὓς ἐθήλασας·h
28
αὐτὸς δὲ εἶπεν·a
⸀Μενοῦνb
μακάριοι οἱ ἀκούοντεςc
τὸν λόγον τοῦ θεοῦ καὶ ⸀φυλάσσοντες.d
29
Τῶν δὲ ὄχλων ἐπαθροιζομένωνa
ἤρξατοb
λέγειν·c
Ἡ γενεὰ αὕτη ⸀γενεὰ πονηρά ἐστιν·d
σημεῖον ⸀ζητεῖ,e
καὶ σημεῖον οὐ δοθήσεταιf
αὐτῇ εἰ μὴ τὸ σημεῖον ⸀Ἰωνᾶ.g
30
καθὼς γὰρ ἐγένετοa
⸀Ἰωνᾶςb
⸂τοῖς Νινευίταιςc
σημεῖον⸃, οὕτως ἔσταιd
καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου τῇ γενεᾷ ταύτῃ.
31
βασίλισσαa
νότουb
ἐγερθήσεταιc
ἐν τῇ κρίσει μετὰ τῶν ἀνδρῶν τῆς γενεᾶς ταύτης καὶ κατακρινεῖd
αὐτούς· ὅτι ἦλθενe
ἐκ τῶν περάτωνf
τῆς γῆς ἀκοῦσαιg
τὴν σοφίαν Σολομῶνος,h
καὶ ἰδοὺ πλεῖον Σολομῶνοςi
ὧδε.
32
ἄνδρες ⸀Νινευῖταιa
ἀναστήσονταιb
ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινοῦσινc
αὐτήν· ὅτι μετενόησανd
εἰς τὸ κήρυγμαe
Ἰωνᾶ,f
καὶ ἰδοὺ πλεῖον Ἰωνᾶg
ὧδε.
33
⸀Οὐδεὶς λύχνονa
ἅψαςb
εἰς κρύπτηνc
τίθησινd
οὐδὲ ὑπὸ τὸν μόδιονe
ἀλλ’ ἐπὶ τὴν λυχνίαν,f
ἵνα οἱ εἰσπορευόμενοιg
τὸ ⸀φέγγοςh
βλέπωσιν.i
34
ὁ λύχνοςa
τοῦ σώματός ἐστινb
ὁ ὀφθαλμός ⸀σου. ⸀ὅταν ὁ ὀφθαλμός σου ἁπλοῦςc
ᾖ,d
καὶ ὅλον τὸ σῶμά σου φωτεινόνe
ἐστιν·f
ἐπὰνg
δὲ πονηρὸς ᾖ,h
καὶ τὸ σῶμά σου σκοτεινόν.i
35
σκόπειa
οὖν μὴ τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστίν.b
36
εἰ οὖν τὸ σῶμά σου ὅλον φωτεινόν,a
μὴ ἔχονb
⸂μέρος τι⸃ σκοτεινόν,c
ἔσταιd
φωτεινὸνe
ὅλον ὡς ὅταν ὁ λύχνοςf
τῇ ἀστραπῇg
φωτίζῃh
σε.
37
Ἐν δὲ τῷ λαλῆσαιa
⸀ἐρωτᾷb
αὐτὸν ⸀Φαρισαῖος ὅπως ἀριστήσῃc
παρ’ αὐτῷ· εἰσελθὼνd
δὲ ἀνέπεσεν.e
38
ὁ δὲ Φαρισαῖος ἰδὼνa
ἐθαύμασενb
ὅτι οὐ πρῶτον ἐβαπτίσθηc
πρὸ τοῦ ἀρίστου.d
39
εἶπενa
δὲ ὁ κύριος πρὸς αὐτόν· Νῦν ὑμεῖς οἱ Φαρισαῖοι τὸ ἔξωθενb
τοῦ ποτηρίου καὶ τοῦ πίνακοςc
καθαρίζετε,d
τὸ δὲ ἔσωθενe
ὑμῶν γέμειf
ἁρπαγῆςg
καὶ πονηρίας.h
40
ἄφρονες,a
οὐχ ὁ ποιήσαςb
τὸ ἔξωθενc
καὶ τὸ ἔσωθενd
ἐποίησεν;e
41
πλὴν τὰ ἐνόνταa
δότεb
ἐλεημοσύνην,c
καὶ ἰδοὺ πάντα καθαρὰd
ὑμῖν ἐστιν.e
42
Ἀλλὰ οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις, ὅτι ἀποδεκατοῦτεa
τὸ ἡδύοσμονb
καὶ τὸ πήγανονc
καὶ πᾶν λάχανον,d
καὶ παρέρχεσθεe
τὴν κρίσιν καὶ τὴν ἀγάπην τοῦ θεοῦ· ταῦτα ⸀δὲ ἔδειf
ποιῆσαιg
κἀκεῖναh
μὴ ⸀παρεῖναι.i
43
οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις, ὅτι ἀγαπᾶτεa
τὴν πρωτοκαθεδρίανb
ἐν ταῖς συναγωγαῖς καὶ τοὺς ἀσπασμοὺςc
ἐν ταῖς ἀγοραῖς.d
44
οὐαὶ ⸀ὑμῖν, ὅτι ἐστὲa
ὡς τὰ μνημεῖα τὰ ἄδηλα,b
καὶ οἱ ἄνθρωποι ⸀οἱ περιπατοῦντεςc
ἐπάνωd
οὐκ οἴδασιν.e
45
Ἀποκριθεὶςa
δέ τις τῶν νομικῶνb
λέγειc
αὐτῷ· Διδάσκαλε, ταῦτα λέγωνd
καὶ ἡμᾶς ὑβρίζεις.e
46
ὁ δὲ εἶπεν·a
Καὶ ὑμῖν τοῖς νομικοῖςb
οὐαί, ὅτι φορτίζετεc
τοὺς ἀνθρώπους φορτίαd
δυσβάστακτα,e
καὶ αὐτοὶ ἑνὶ τῶν δακτύλωνf
ὑμῶν οὐ προσψαύετεg
τοῖς φορτίοις.h
47
οὐαὶ ὑμῖν, ὅτι οἰκοδομεῖτεa
τὰ μνημεῖα τῶν προφητῶν οἱ δὲ πατέρες ὑμῶν ἀπέκτεινανb
αὐτούς.
48
ἄρα ⸂μάρτυρές ἐστε⸃a
καὶ συνευδοκεῖτεb
τοῖς ἔργοις τῶν πατέρων ὑμῶν, ὅτι αὐτοὶ μὲν ἀπέκτεινανc
αὐτοὺς ὑμεῖς δὲ ⸀οἰκοδομεῖτε.d
49
διὰ τοῦτο καὶ ἡ σοφία τοῦ θεοῦ εἶπεν·a
Ἀποστελῶb
εἰς αὐτοὺς προφήτας καὶ ἀποστόλους, καὶ ἐξ αὐτῶν ἀποκτενοῦσινc
καὶ ⸀διώξουσιν,d
50
ἵνα ἐκζητηθῇa
τὸ αἷμα πάντων τῶν προφητῶν τὸ ἐκκεχυμένονb
ἀπὸ καταβολῆςc
κόσμου ἀπὸ τῆς γενεᾶς ταύτης,
51
⸀ἀπὸ αἵματος Ἅβελa
⸀ἕως αἵματος Ζαχαρίουb
τοῦ ἀπολομένουc
μεταξὺd
τοῦ θυσιαστηρίουe
καὶ τοῦ οἴκου· ναί, λέγωf
ὑμῖν, ἐκζητηθήσεταιg
ἀπὸ τῆς γενεᾶς ταύτης.
52
οὐαὶ ὑμῖν τοῖς νομικοῖς,a
ὅτι ἤρατεb
τὴν κλεῖδαc
τῆς γνώσεως·d
αὐτοὶ οὐκ εἰσήλθατεe
καὶ τοὺς εἰσερχομένουςf
ἐκωλύσατε.g
53
⸂Κἀκεῖθενa
ἐξελθόντοςb
αὐτοῦ⸃ ἤρξαντοc
οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι δεινῶςd
ἐνέχεινe
καὶ ἀποστοματίζεινf
αὐτὸν περὶ πλειόνων,
54
ἐνεδρεύοντεςa
⸀αὐτὸν θηρεῦσαίb
τι ἐκ τοῦ στόματος ⸀αὐτοῦ.