Κατὰ Λουκᾶν

1
Ἐπειδήπερa πολλοὶ ἐπεχείρησανb ἀνατάξασθαιc διήγησινd περὶ τῶν πεπληροφορημένωνe ἐν ἡμῖν πραγμάτων,f
2καθὼς παρέδοσανa ἡμῖν οἱ ἀπ’ ἀρχῆς αὐτόπταιb καὶ ὑπηρέταιc γενόμενοιd τοῦ λόγου,
3ἔδοξεa κἀμοὶ παρηκολουθηκότιb ἄνωθενc πᾶσιν ἀκριβῶςd καθεξῆςe σοι γράψαι,f κράτιστεg Θεόφιλε,h
4ἵνα ἐπιγνῷςa περὶ ὧν κατηχήθηςb λόγων τὴν ἀσφάλειαν.c
5Ἐγένετοa ἐν ταῖς ἡμέραις ⸀Ἡρῴδου βασιλέως τῆς Ἰουδαίας ἱερεύς τις ὀνόματι Ζαχαρίαςb ἐξ ἐφημερίαςc Ἀβιά,d ⸀καὶ γυνὴ ⸀αὐτῷ ἐκ τῶν θυγατέρωνe Ἀαρών,f καὶ τὸ ὄνομα αὐτῆς Ἐλισάβετ.g
6ἦσανa δὲ δίκαιοι ἀμφότεροιb ⸀ἐναντίονc τοῦ θεοῦ, πορευόμενοιd ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασινe τοῦ κυρίου ἄμεμπτοι.f
7καὶ οὐκ ἦνa αὐτοῖς τέκνον, καθότιb ⸂ἦνc Ἐλισάβετ⸃d στεῖρα,e καὶ ἀμφότεροιf προβεβηκότεςg ἐν ταῖς ἡμέραις αὐτῶν ἦσαν.h
8Ἐγένετοa δὲ ἐν τῷ ἱερατεύεινb αὐτὸν ἐν τῇ τάξειc τῆς ἐφημερίαςd αὐτοῦ ἔναντιe τοῦ θεοῦ
9κατὰ τὸ ἔθοςa τῆς ἱερατείαςb ἔλαχεc τοῦ θυμιᾶσαιd εἰσελθὼνe εἰς τὸν ναὸν τοῦ κυρίου,
10καὶ πᾶν τὸ πλῆθος ἦνa τοῦ λαοῦ προσευχόμενονb ἔξω τῇ ὥρᾳ τοῦ θυμιάματος·c
11ὤφθηa δὲ αὐτῷ ἄγγελος κυρίου ἑστὼςb ἐκ δεξιῶν τοῦ θυσιαστηρίουc τοῦ θυμιάματος.d
12καὶ ἐταράχθηa Ζαχαρίαςb ἰδών,c καὶ φόβος ἐπέπεσενd ἐπ’ αὐτόν.
13εἶπενa δὲ πρὸς αὐτὸν ἄγγελος· Μὴ φοβοῦ,b Ζαχαρία,c διότιd εἰσηκούσθηe δέησίςf σου, καὶ γυνή σου Ἐλισάβετg γεννήσειh υἱόν σοι, καὶ καλέσειςi τὸ ὄνομα αὐτοῦ Ἰωάννην·
14καὶ ἔσταιa χαρά σοι καὶ ἀγαλλίασις,b καὶ πολλοὶ ἐπὶ τῇ ⸀γενέσειc αὐτοῦ χαρήσονται·d
15ἔσταιa γὰρ μέγας ἐνώπιον ⸀τοῦ κυρίου, καὶ οἶνον καὶ σίκεραb οὐ μὴ πίῃ,c καὶ πνεύματος ἁγίου πλησθήσεταιd ἔτι ἐκ κοιλίαςe μητρὸς αὐτοῦ,
16καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέψειa ἐπὶ κύριον τὸν θεὸν αὐτῶν·
17καὶ αὐτὸς προελεύσεταιa ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει Ἠλίου,b ἐπιστρέψαιc καρδίας πατέρων ἐπὶ τέκνα καὶ ἀπειθεῖςd ἐν φρονήσειe δικαίων, ἑτοιμάσαιf κυρίῳ λαὸν κατεσκευασμένον.g
18καὶ εἶπενa Ζαχαρίαςb πρὸς τὸν ἄγγελον· Κατὰ τί γνώσομαιc τοῦτο; ἐγὼ γάρ εἰμιd πρεσβύτηςe καὶ γυνή μου προβεβηκυῖαf ἐν ταῖς ἡμέραις αὐτῆς.
19καὶ ἀποκριθεὶςa ἄγγελος εἶπενb αὐτῷ· Ἐγώ εἰμιc Γαβριὴλd παρεστηκὼςe ἐνώπιον τοῦ θεοῦ, καὶ ἀπεστάληνf λαλῆσαιg πρὸς σὲ καὶ εὐαγγελίσασθαίh σοι ταῦτα·
20καὶ ἰδοὺ ἔσῃa σιωπῶνb καὶ μὴ δυνάμενοςc λαλῆσαιd ἄχρι ἧς ἡμέρας γένηταιe ταῦτα, ἀνθ’f ὧν οὐκ ἐπίστευσαςg τοῖς λόγοις μου, οἵτινες πληρωθήσονταιh εἰς τὸν καιρὸν αὐτῶν.
21Καὶ ἦνa λαὸς προσδοκῶνb τὸν Ζαχαρίαν,c καὶ ἐθαύμαζονd ἐν τῷ χρονίζεινe ⸂ἐν τῷ ναῷ αὐτόν⸃.
22ἐξελθὼνa δὲ οὐκ ⸀ἐδύνατοb λαλῆσαιc αὐτοῖς, καὶ ἐπέγνωσανd ὅτι ὀπτασίανe ἑώρακενf ἐν τῷ ναῷ· καὶ αὐτὸς ἦνg διανεύωνh αὐτοῖς, καὶ διέμενενi κωφός.j
23καὶ ἐγένετοa ὡς ἐπλήσθησανb αἱ ἡμέραι τῆς λειτουργίαςc αὐτοῦ, ἀπῆλθενd εἰς τὸν οἶκον αὐτοῦ.
24Μετὰ δὲ ταύτας τὰς ἡμέρας συνέλαβενa Ἐλισάβετb γυνὴ αὐτοῦ· καὶ περιέκρυβενc ἑαυτὴν μῆναςd πέντε, λέγουσαe
25ὅτι Οὕτως μοι ⸀πεποίηκενa κύριος ἐν ἡμέραις αἷς ἐπεῖδενb ⸀ἀφελεῖνc ὄνειδόςd μου ἐν ἀνθρώποις.
26Ἐν δὲ τῷ μηνὶa τῷ ἕκτῳb ἀπεστάληc ἄγγελος Γαβριὴλd ⸀ἀπὸ τοῦ θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας ὄνομα Ναζαρὲθe
27πρὸς παρθένονa ⸀ἐμνηστευμένηνb ἀνδρὶ ὄνομα Ἰωσὴφ ἐξ οἴκου Δαυὶδ, καὶ τὸ ὄνομα τῆς παρθένουc Μαριάμ.d
28καὶ ⸀εἰσελθὼνa πρὸς αὐτὴν εἶπεν·b Χαῖρε,c κεχαριτωμένη,d κύριος μετὰ ⸀σοῦ.
29 δὲ ⸂ἐπὶ τῷ λόγῳ διεταράχθη⸃a καὶ διελογίζετοb ποταπὸςc εἴηd ἀσπασμὸςe οὗτος.
30καὶ εἶπενa ἄγγελος αὐτῇ· Μὴ φοβοῦ,b Μαριάμ,c εὗρεςd γὰρ χάριν παρὰ τῷ θεῷ·
31καὶ ἰδοὺ συλλήμψῃa ἐν γαστρὶb καὶ τέξῃc υἱόν, καὶ καλέσειςd τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.
32οὗτος ἔσταιa μέγας καὶ υἱὸς Ὑψίστουb κληθήσεται,c καὶ δώσειd αὐτῷ κύριος θεὸς τὸν θρόνον Δαυὶδ τοῦ πατρὸς αὐτοῦ,
33καὶ βασιλεύσειa ἐπὶ τὸν οἶκον Ἰακὼβb εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσταιc τέλος.
34εἶπενa δὲ Μαριὰμb πρὸς τὸν ἄγγελον· Πῶς ἔσταιc τοῦτο, ἐπεὶd ἄνδρα οὐ γινώσκω;e
35καὶ ἀποκριθεὶςa ἄγγελος εἶπενb αὐτῇ· Πνεῦμα ἅγιον ἐπελεύσεταιc ἐπὶ σέ, καὶ δύναμις Ὑψίστουd ἐπισκιάσειe σοι· διὸ καὶ τὸ γεννώμενονf ἅγιον κληθήσεται,g υἱὸς θεοῦ·
36καὶ ἰδοὺ Ἐλισάβετa ⸀συγγενίςb σου καὶ αὐτὴ ⸀συνείληφενc υἱὸν ἐν γήρειd αὐτῆς, καὶ οὗτος μὴνe ἕκτοςf ἐστὶνg αὐτῇ τῇ καλουμένῃh στείρᾳ·i
37ὅτι οὐκ ἀδυνατήσειa παρὰ ⸂τοῦ θεοῦ⸃ πᾶν ῥῆμα.
38εἶπενa δὲ Μαριάμ·b Ἰδοὺ δούληc κυρίου· γένοιτόd μοι κατὰ τὸ ῥῆμά σου. καὶ ἀπῆλθενe ἀπ’ αὐτῆς ἄγγελος.
39Ἀναστᾶσαa δὲ Μαριὰμb ἐν ταῖς ἡμέραις ταύταις ἐπορεύθηc εἰς τὴν ὀρεινὴνd μετὰ σπουδῆςe εἰς πόλιν Ἰούδα,
40καὶ εἰσῆλθενa εἰς τὸν οἶκον Ζαχαρίουb καὶ ἠσπάσατοc τὴν Ἐλισάβετ.d
41καὶ ἐγένετοa ὡς ἤκουσενb ⸂τὸν ἀσπασμὸνc τῆς Μαρίαςd Ἐλισάβετ⸃,e ἐσκίρτησενf τὸ βρέφοςg ἐν τῇ κοιλίᾳh αὐτῆς, καὶ ἐπλήσθηi πνεύματος ἁγίου Ἐλισάβετ,j
42καὶ ἀνεφώνησενa ⸀κραυγῇb μεγάλῃ καὶ εἶπεν·c Εὐλογημένηd σὺ ἐν γυναιξίν, καὶ εὐλογημένοςe καρπὸς τῆς κοιλίαςf σου.
43καὶ πόθενa μοι τοῦτο ἵνα ἔλθῃb μήτηρ τοῦ κυρίου μου πρὸς ⸀ἐμέ;
44ἰδοὺ γὰρ ὡς ἐγένετοa φωνὴ τοῦ ἀσπασμοῦb σου εἰς τὰ ὦτά μου, ἐσκίρτησενc ⸂ἐν ἀγαλλιάσειd τὸ βρέφος⸃e ἐν τῇ κοιλίᾳf μου.
45καὶ μακαρία πιστεύσασαa ὅτι ἔσταιb τελείωσιςc τοῖς λελαλημένοιςd αὐτῇ παρὰ κυρίου.
46Καὶ εἶπενa Μαριάμ·b Μεγαλύνειc ψυχή μου τὸν κύριον,
47καὶ ἠγαλλίασενa τὸ πνεῦμά μου ἐπὶ τῷ θεῷ τῷ σωτῆρίb μου·
48ὅτι ἐπέβλεψενa ἐπὶ τὴν ταπείνωσινb τῆς δούληςc αὐτοῦ, ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσίνd με πᾶσαι αἱ γενεαί·
49ὅτι ἐποίησένa μοι ⸀μεγάλα δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ,
50καὶ τὸ ἔλεοςa αὐτοῦ εἰς γενεὰς ⸂καὶ γενεὰς⸃ τοῖς φοβουμένοιςb αὐτόν.
51Ἐποίησενa κράτοςb ἐν βραχίονιc αὐτοῦ, διεσκόρπισενd ὑπερηφάνουςe διανοίᾳf καρδίας αὐτῶν·
52καθεῖλενa δυνάσταςb ἀπὸ θρόνων καὶ ὕψωσενc ταπεινούς,d
53πεινῶνταςa ἐνέπλησενb ἀγαθῶν καὶ πλουτοῦνταςc ἐξαπέστειλενd κενούς.e
54ἀντελάβετοa Ἰσραὴλ παιδὸςb αὐτοῦ, μνησθῆναιc ἐλέους,d
55καθὼς ἐλάλησενa πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ εἰς τὸν αἰῶνα.
56Ἔμεινενa δὲ Μαριὰμb σὺν αὐτῇ ⸀ὡς μῆναςc τρεῖς, καὶ ὑπέστρεψενd εἰς τὸν οἶκον αὐτῆς.
57Τῇ δὲ Ἐλισάβετa ἐπλήσθηb χρόνος τοῦ τεκεῖνc αὐτήν, καὶ ἐγέννησενd υἱόν.
58καὶ ἤκουσανa οἱ περίοικοιb καὶ οἱ συγγενεῖςc αὐτῆς ὅτι ἐμεγάλυνενd κύριος τὸ ἔλεοςe αὐτοῦ μετ’ αὐτῆς, καὶ συνέχαιρονf αὐτῇ.
59Καὶ ἐγένετοa ἐν τῇ ⸂ἡμέρᾳ τῇ ὀγδόῃ⸃b ἦλθονc περιτεμεῖνd τὸ παιδίον, καὶ ἐκάλουνe αὐτὸ ἐπὶ τῷ ὀνόματι τοῦ πατρὸς αὐτοῦ Ζαχαρίαν.f
60καὶ ἀποκριθεῖσαa μήτηρ αὐτοῦ εἶπεν·b Οὐχί, ἀλλὰ κληθήσεταιc Ἰωάννης.
61καὶ εἶπανa πρὸς αὐτὴν ὅτι Οὐδείς ἐστινb ⸂ἐκ τῆς συγγενείας⸃c σου ὃς καλεῖταιd τῷ ὀνόματι τούτῳ.
62ἐνένευονa δὲ τῷ πατρὶ αὐτοῦ τὸ τί ἂν θέλοιb καλεῖσθαιc ⸀αὐτό.
63καὶ αἰτήσαςa πινακίδιονb ἔγραψενc λέγων·d Ἰωάννης ⸀ἐστὶνe ὄνομα αὐτοῦ. καὶ ἐθαύμασανf πάντες.
64ἀνεῴχθηa δὲ τὸ στόμα αὐτοῦ παραχρῆμαb καὶ γλῶσσα αὐτοῦ, καὶ ἐλάλειc εὐλογῶνd τὸν θεόν.
65καὶ ἐγένετοa ἐπὶ πάντας φόβος τοὺς περιοικοῦνταςb αὐτούς, καὶ ἐν ὅλῃ τῇ ὀρεινῇc τῆς Ἰουδαίας διελαλεῖτοd πάντα τὰ ῥήματα ταῦτα,
66καὶ ἔθεντοa πάντες οἱ ἀκούσαντεςb ἐν τῇ καρδίᾳ αὐτῶν, λέγοντες·c Τί ἄρα τὸ παιδίον τοῦτο ἔσται;d καὶ ⸀γὰρ χεὶρ κυρίου ἦνe μετ’ αὐτοῦ.
67Καὶ Ζαχαρίαςa πατὴρ αὐτοῦ ἐπλήσθηb πνεύματος ἁγίου καὶ ⸀ἐπροφήτευσενc λέγων·d
68Εὐλογητὸςa κύριος θεὸς τοῦ Ἰσραήλ, ὅτι ἐπεσκέψατοb καὶ ἐποίησενc λύτρωσινd τῷ λαῷ αὐτοῦ,
69καὶ ἤγειρενa κέραςb σωτηρίας ἡμῖν ⸀ἐν οἴκῳ ⸀Δαυὶδ παιδὸςc αὐτοῦ,
70καθὼς ἐλάλησενa διὰ στόματος τῶν ⸀ἁγίων ἀπ’ αἰῶνος προφητῶν αὐτοῦ,
71σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν καὶ ἐκ χειρὸς πάντων τῶν μισούντωνa ἡμᾶς,
72ποιῆσαιa ἔλεοςb μετὰ τῶν πατέρων ἡμῶν καὶ μνησθῆναιc διαθήκης ἁγίας αὐτοῦ,
73ὅρκονa ὃν ὤμοσενb πρὸς Ἀβραὰμ τὸν πατέρα ἡμῶν, τοῦ δοῦναιc ἡμῖν
74ἀφόβωςa ἐκ χειρὸς ⸀ἐχθρῶν ῥυσθένταςb λατρεύεινc αὐτῷ
75ἐν ὁσιότητιa καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ ⸂πάσαις ταῖς ἡμέραις⸃ ἡμῶν.
76καὶ σὺ ⸀δέ, παιδίον, προφήτης Ὑψίστουa κληθήσῃ,b προπορεύσῃc γὰρ ⸀ἐνώπιον κυρίου ἑτοιμάσαιd ὁδοὺς αὐτοῦ,
77τοῦ δοῦναιa γνῶσινb σωτηρίας τῷ λαῷ αὐτοῦ ἐν ἀφέσειc ἁμαρτιῶν αὐτῶν,
78διὰ σπλάγχναa ἐλέουςb θεοῦ ἡμῶν, ἐν οἷς ⸀ἐπισκέψεταιc ἡμᾶς ἀνατολὴd ἐξ ὕψους,e
79ἐπιφᾶναιa τοῖς ἐν σκότει καὶ σκιᾷb θανάτου καθημένοις,c τοῦ κατευθῦναιd τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης.
80Τὸ δὲ παιδίον ηὔξανεa καὶ ἐκραταιοῦτοb πνεύματι, καὶ ἦνc ἐν ταῖς ἐρήμοις ἕως ἡμέρας ἀναδείξεωςd αὐτοῦ πρὸς τὸν Ἰσραήλ.