9
Καὶ παράγωνa
εἶδενb
ἄνθρωπον τυφλὸν ἐκ γενετῆς.c
2
καὶ ἠρώτησανa
αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες·b
Ῥαββί,c
τίς ἥμαρτεν,d
οὗτος ἢ οἱ γονεῖςe
αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ;f
3
ἀπεκρίθηa
Ἰησοῦς· Οὔτε οὗτος ἥμαρτενb
οὔτε οἱ γονεῖςc
αὐτοῦ, ἀλλ’ ἵνα φανερωθῇd
τὰ ἔργα τοῦ θεοῦ ἐν αὐτῷ.
4
⸀ἡμᾶς δεῖa
ἐργάζεσθαιb
τὰ ἔργα τοῦ πέμψαντόςc
με ἕως ἡμέρα ἐστίν·d
ἔρχεταιe
νὺξ ὅτε οὐδεὶς δύναταιf
ἐργάζεσθαι.g
5
ὅταν ἐν τῷ κόσμῳ ὦ,a
φῶς εἰμιb
τοῦ κόσμου.
6
ταῦτα εἰπὼνa
ἔπτυσενb
χαμαὶc
καὶ ἐποίησενd
πηλὸνe
ἐκ τοῦ πτύσματος,f
καὶ ⸀ἐπέχρισενg
⸀αὐτοῦ τὸν πηλὸνh
ἐπὶ τοὺς ⸀ὀφθαλμούς,
7
καὶ εἶπενa
αὐτῷ· Ὕπαγεb
νίψαιc
εἰς τὴν κολυμβήθρανd
τοῦ Σιλωάμe
(ὃ ἑρμηνεύεταιf
Ἀπεσταλμένος).g
ἀπῆλθενh
οὖν καὶ ἐνίψατο,i
καὶ ἦλθενj
βλέπων.k
8
οἱ οὖν γείτονεςa
καὶ οἱ θεωροῦντεςb
αὐτὸν τὸ πρότερονc
ὅτι ⸀προσαίτηςd
ἦνe
ἔλεγον·f
Οὐχ οὗτός ἐστινg
ὁ καθήμενοςh
καὶ προσαιτῶν;i
9
ἄλλοι ἔλεγονa
ὅτι Οὗτός ἐστιν·b
ἄλλοι ⸂ἔλεγον·c
Οὐχί, ἀλλὰ⸃ ὅμοιος αὐτῷ ἐστιν.d
ἐκεῖνος ἔλεγενe
ὅτι Ἐγώ εἰμι.f
10
ἔλεγονa
οὖν αὐτῷ· ⸀Πῶς ἠνεῴχθησάνb
σου οἱ ὀφθαλμοί;
11
ἀπεκρίθηa
⸀ἐκεῖνος· ⸂Ὁ ἄνθρωπος ὁ⸃ λεγόμενοςb
Ἰησοῦς πηλὸνc
ἐποίησενd
καὶ ἐπέχρισένe
μου τοὺς ὀφθαλμοὺς καὶ εἶπένf
μοι ⸀ὅτι Ὕπαγεg
εἰς ⸀τὸν Σιλωὰμh
καὶ νίψαι·i
ἀπελθὼνj
⸀οὖν καὶ νιψάμενοςk
ἀνέβλεψα.l
12
⸂καὶ εἶπαν⸃a
αὐτῷ· Ποῦ ἐστινb
ἐκεῖνος; λέγει·c
Οὐκ οἶδα.d
13
Ἄγουσινa
αὐτὸν πρὸς τοὺς Φαρισαίους τόν ποτε τυφλόν.
14
ἦνa
δὲ σάββατον ⸂ἐν ᾗ ἡμέρᾳ⸃ τὸν πηλὸνb
ἐποίησενc
ὁ Ἰησοῦς καὶ ἀνέῳξενd
αὐτοῦ τοὺς ὀφθαλμούς.
15
πάλιν οὖν ἠρώτωνa
αὐτὸν καὶ οἱ Φαρισαῖοι πῶς ἀνέβλεψεν.b
ὁ δὲ εἶπενc
αὐτοῖς· Πηλὸνd
ἐπέθηκένe
μου ἐπὶ τοὺς ὀφθαλμούς, καὶ ἐνιψάμην,f
καὶ βλέπω.g
16
ἔλεγονa
οὖν ἐκ τῶν Φαρισαίων τινές· ⸂Οὐκ ἔστινb
οὗτος παρὰ θεοῦ ὁ ἄνθρωπος⸃, ὅτι τὸ σάββατον οὐ τηρεῖ.c
⸀ἄλλοι ἔλεγον·d
Πῶς δύναταιe
ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν;f
καὶ σχίσμαg
ἦνh
ἐν αὐτοῖς.
17
λέγουσινa
⸀οὖν τῷ τυφλῷ πάλιν· ⸂Τί σὺ⸃ λέγειςb
περὶ αὐτοῦ, ὅτι ἠνέῳξένc
σου τοὺς ὀφθαλμούς; ὁ δὲ εἶπενd
ὅτι Προφήτης ἐστίν.e
18
Οὐκ ἐπίστευσανa
οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι ⸂ἦνb
τυφλὸς⸃ καὶ ἀνέβλεψεν,c
ἕως ὅτου ἐφώνησανd
τοὺς γονεῖςe
αὐτοῦ ⸂τοῦ ἀναβλέψαντος⸃f
19
καὶ ἠρώτησανa
αὐτοὺς λέγοντες·b
Οὗτός ἐστινc
ὁ υἱὸς ὑμῶν, ὃν ὑμεῖς λέγετεd
ὅτι τυφλὸς ἐγεννήθη;e
πῶς οὖν ⸂βλέπειf
ἄρτι⸃;
20
ἀπεκρίθησανa
⸀οὖν οἱ γονεῖςb
αὐτοῦ καὶ εἶπαν·c
Οἴδαμενd
ὅτι οὗτός ἐστινe
ὁ υἱὸς ἡμῶν καὶ ὅτι τυφλὸς ἐγεννήθη·f
21
πῶς δὲ νῦν βλέπειa
οὐκ οἴδαμεν,b
ἢ τίς ἤνοιξενc
αὐτοῦ τοὺς ὀφθαλμοὺς ἡμεῖς οὐκ οἴδαμεν·d
⸂αὐτὸν ἐρωτήσατε,e
ἡλικίανf
ἔχει⸃,g
αὐτὸς περὶ ἑαυτοῦ λαλήσει.h
22
ταῦτα εἶπανa
οἱ γονεῖςb
αὐτοῦ ὅτι ἐφοβοῦντοc
τοὺς Ἰουδαίους, ἤδη γὰρ συνετέθειντοd
οἱ Ἰουδαῖοι ἵνα ἐάν τις αὐτὸν ὁμολογήσῃe
χριστόν, ἀποσυνάγωγοςf
γένηται.g
23
διὰ τοῦτο οἱ γονεῖςa
αὐτοῦ εἶπανb
ὅτι Ἡλικίανc
ἔχει,d
αὐτὸν ⸀ἐπερωτήσατε.e
24
Ἐφώνησανa
οὖν ⸂τὸν ἄνθρωπον ἐκ δευτέρου⸃ ὃς ἦνb
τυφλὸς καὶ εἶπανc
αὐτῷ· Δὸςd
δόξαν τῷ θεῷ· ἡμεῖς οἴδαμενe
ὅτι ⸂οὗτος ὁ ἄνθρωπος⸃ ἁμαρτωλός ἐστιν.f
25
ἀπεκρίθηa
οὖν ⸀ἐκεῖνος· Εἰ ἁμαρτωλός ἐστινb
οὐκ οἶδα·c
ἓν οἶδαd
ὅτι τυφλὸς ὢνe
ἄρτι βλέπω.f
26
εἶπονa
⸂οὖν αὐτῷ⸃· Τί ἐποίησένb
σοι; πῶς ἤνοιξένc
σου τοὺς ὀφθαλμούς;
27
ἀπεκρίθηa
αὐτοῖς· Εἶπονb
ὑμῖν ἤδη καὶ οὐκ ἠκούσατε·c
τί πάλιν θέλετεd
ἀκούειν;e
μὴ καὶ ὑμεῖς θέλετεf
αὐτοῦ μαθηταὶ γενέσθαι;g
28
⸀ἐλοιδόρησανa
αὐτὸν καὶ εἶπον·b
Σὺ ⸂μαθητὴς εἶ⸃c
ἐκείνου, ἡμεῖς δὲ τοῦ Μωϋσέως ἐσμὲνd
μαθηταί·
29
ἡμεῖς οἴδαμενa
ὅτι Μωϋσεῖ λελάληκενb
ὁ θεός, τοῦτον δὲ οὐκ οἴδαμενc
πόθενd
ἐστίν.e
30
ἀπεκρίθηa
ὁ ἄνθρωπος καὶ εἶπενb
αὐτοῖς· Ἐν ⸂τούτῳ γὰρ τὸ⸃ θαυμαστόνc
ἐστινd
ὅτι ὑμεῖς οὐκ οἴδατεe
πόθενf
ἐστίν,g
καὶ ἤνοιξένh
μου τοὺς ὀφθαλμούς.
31
⸀οἴδαμενa
ὅτι ⸂ἁμαρτωλῶν ὁ θεὸς⸃ οὐκ ἀκούει,b
ἀλλ’ ἐάν τις θεοσεβὴςc
ᾖd
καὶ τὸ θέλημα αὐτοῦ ποιῇe
τούτου ἀκούει.f
32
ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθηa
ὅτι ἠνέῳξένb
τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου·c
33
εἰ μὴ ἦνa
οὗτος παρὰ θεοῦ, οὐκ ἠδύνατοb
ποιεῖνc
οὐδέν.
34
ἀπεκρίθησανa
καὶ εἶπανb
αὐτῷ· Ἐν ἁμαρτίαις σὺ ἐγεννήθηςc
ὅλος, καὶ σὺ διδάσκειςd
ἡμᾶς; καὶ ἐξέβαλονe
αὐτὸν ἔξω.
35
⸀Ἤκουσενa
Ἰησοῦς ὅτι ἐξέβαλονb
αὐτὸν ἔξω, καὶ εὑρὼνc
αὐτὸν ⸀εἶπεν·d
Σὺ πιστεύειςe
εἰς τὸν υἱὸν τοῦ ⸀ἀνθρώπου;
36
ἀπεκρίθηa
ἐκεῖνος καὶ εἶπεν·b
Καὶ τίς ἐστιν,c
κύριε, ἵνα πιστεύσωd
εἰς αὐτόν;
37
⸀εἶπενa
αὐτῷ ὁ Ἰησοῦς· Καὶ ἑώρακαςb
αὐτὸν καὶ ὁ λαλῶνc
μετὰ σοῦ ἐκεῖνός ἐστιν.d
38
ὁ δὲ ἔφη·a
Πιστεύω,b
κύριε· καὶ προσεκύνησενc
αὐτῷ.
39
καὶ εἶπενa
ὁ Ἰησοῦς· Εἰς κρίμαb
ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον,c
ἵνα οἱ μὴ βλέποντεςd
βλέπωσινe
καὶ οἱ βλέποντεςf
τυφλοὶ γένωνται.g
40
⸀ἤκουσανa
ἐκ τῶν Φαρισαίων ταῦτα οἱ ⸂μετ’ αὐτοῦ ὄντες⸃,b
καὶ εἶπονc
αὐτῷ· Μὴ καὶ ἡμεῖς τυφλοί ἐσμεν;d
41
εἶπενa
αὐτοῖς ὁ Ἰησοῦς· Εἰ τυφλοὶ ἦτε,b
οὐκ ἂν εἴχετεc
ἁμαρτίαν· νῦν δὲ λέγετεd
ὅτι Βλέπομεν·e
⸀ἡ ἁμαρτία ὑμῶν μένει.f