5
Μετὰ ταῦτα ⸀ἦνa
ἑορτὴb
τῶν Ἰουδαίων, καὶ ⸀ἀνέβηc
Ἰησοῦς εἰς Ἱεροσόλυμα.
2
ἔστινa
δὲ ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ τῇ προβατικῇb
κολυμβήθραc
ἡ ἐπιλεγομένηd
Ἑβραϊστὶe
⸀Βηθεσδά,f
πέντε στοὰςg
ἔχουσα·h
3
ἐν ταύταις κατέκειτοa
⸀πλῆθος τῶν ἀσθενούντων,b
τυφλῶν, χωλῶν,c
⸀ξηρῶν.d
5
ἦνa
δέ τις ἄνθρωπος ἐκεῖ ⸀τριάκονταb
ὀκτὼc
ἔτη ἔχωνd
ἐν τῇ ἀσθενείᾳe
⸀αὐτοῦ·
6
τοῦτον ἰδὼνa
ὁ Ἰησοῦς κατακείμενον,b
καὶ γνοὺςc
ὅτι πολὺν ἤδη χρόνον ἔχει,d
λέγειe
αὐτῷ· Θέλειςf
ὑγιὴςg
γενέσθαι;h
7
ἀπεκρίθηa
αὐτῷ ὁ ἀσθενῶν·b
Κύριε, ἄνθρωπον οὐκ ἔχωc
ἵνα ὅταν ταραχθῇd
τὸ ὕδωρ βάλῃe
με εἰς τὴν κολυμβήθραν·f
ἐν ᾧ δὲ ἔρχομαιg
ἐγὼ ἄλλος πρὸ ἐμοῦ καταβαίνει.h
8
λέγειa
αὐτῷ ὁ Ἰησοῦς· ⸀Ἔγειρεb
ἆρονc
τὸν κράβαττόνd
σου καὶ περιπάτει.e
9
καὶ εὐθέως ἐγένετοa
ὑγιὴςb
ὁ ἄνθρωπος καὶ ἦρεc
τὸν κράβαττονd
αὐτοῦ καὶ περιεπάτει.e
Ἦνf
δὲ σάββατον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ.
10
ἔλεγονa
οὖν οἱ Ἰουδαῖοι τῷ τεθεραπευμένῳ·b
Σάββατόν ἐστιν,c
⸀καὶ οὐκ ἔξεστίνd
σοι ἆραιe
τὸν ⸀κράβαττον.f
11
⸂ὃς δὲ⸃ ἀπεκρίθηa
αὐτοῖς· Ὁ ποιήσαςb
με ὑγιῆc
ἐκεῖνός μοι εἶπενd
Ἆρονe
τὸν κράβαττόνf
σου καὶ περιπάτει.g
12
ἠρώτησανa
⸀οὖν αὐτόν· Τίς ἐστινb
ὁ ἄνθρωπος ὁ εἰπώνc
σοι· ⸀Ἆρονd
καὶ περιπάτει;e
13
ὁ δὲ ἰαθεὶςa
οὐκ ᾔδειb
τίς ἐστιν,c
ὁ γὰρ Ἰησοῦς ἐξένευσενd
ὄχλου ὄντοςe
ἐν τῷ τόπῳ.
14
μετὰ ταῦτα εὑρίσκειa
αὐτὸν ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ καὶ εἶπενb
αὐτῷ· Ἴδε ὑγιὴςc
γέγονας·d
μηκέτιe
ἁμάρτανε,f
ἵνα μὴ χεῖρόνg
⸂σοί τι⸃ γένηται.h
15
ἀπῆλθενa
ὁ ἄνθρωπος καὶ ⸀ἀνήγγειλενb
τοῖς Ἰουδαίοις ὅτι Ἰησοῦς ἐστινc
ὁ ποιήσαςd
αὐτὸν ὑγιῆ.e
16
καὶ διὰ τοῦτο ἐδίωκονa
⸂οἱ Ἰουδαῖοι τὸν Ἰησοῦν⸃ ὅτι ταῦτα ἐποίειb
ἐν σαββάτῳ.
17
ὁ ⸀δὲ ἀπεκρίνατοa
αὐτοῖς· Ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεταιb
κἀγὼ ἐργάζομαι.c
18
διὰ τοῦτο οὖν μᾶλλον ἐζήτουνa
αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναιb
ὅτι οὐ μόνον ἔλυεc
τὸ σάββατον, ἀλλὰ καὶ πατέρα ἴδιον ἔλεγεd
τὸν θεόν, ἴσονe
ἑαυτὸν ποιῶνf
τῷ θεῷ.
19
Ἀπεκρίνατοa
οὖν ὁ Ἰησοῦς καὶ ⸀ἔλεγενb
αὐτοῖς· Ἀμὴν ἀμὴν λέγωc
ὑμῖν, οὐ δύναταιd
ὁ υἱὸς ποιεῖνe
ἀφ’ ἑαυτοῦ οὐδὲν ⸀ἐὰν μή τι βλέπῃf
τὸν πατέρα ποιοῦντα·g
ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ,h
ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ.i
20
ὁ γὰρ πατὴρ φιλεῖa
τὸν υἱὸν καὶ πάντα δείκνυσινb
αὐτῷ ἃ αὐτὸς ποιεῖ,c
καὶ μείζονα τούτων δείξειd
αὐτῷ ἔργα, ἵνα ὑμεῖς θαυμάζητε.e
21
ὥσπερ γὰρ ὁ πατὴρ ἐγείρειa
τοὺς νεκροὺς καὶ ζῳοποιεῖ,b
οὕτως καὶ ὁ υἱὸς οὓς θέλειc
ζῳοποιεῖ.d
22
οὐδὲ γὰρ ὁ πατὴρ κρίνειa
οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκενb
τῷ υἱῷ,
23
ἵνα πάντες τιμῶσιa
τὸν υἱὸν καθὼς τιμῶσιb
τὸν πατέρα. ὁ μὴ τιμῶνc
τὸν υἱὸν οὐ τιμᾷd
τὸν πατέρα τὸν πέμψανταe
αὐτόν.
24
Ἀμὴν ἀμὴν λέγωa
ὑμῖν ὅτι ὁ τὸν λόγον μου ἀκούωνb
καὶ πιστεύωνc
τῷ πέμψαντίd
με ἔχειe
ζωὴν αἰώνιον, καὶ εἰς κρίσιν οὐκ ἔρχεταιf
ἀλλὰ μεταβέβηκενg
ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν.
25
Ἀμὴν ἀμὴν λέγωa
ὑμῖν ὅτι ἔρχεταιb
ὥρα καὶ νῦν ἐστινc
ὅτε οἱ νεκροὶ ⸀ἀκούσουσινd
τῆς φωνῆς τοῦ υἱοῦ τοῦ θεοῦ καὶ οἱ ἀκούσαντεςe
⸀ζήσουσιν.f
26
ὥσπερ γὰρ ὁ πατὴρ ἔχειa
ζωὴν ἐν ἑαυτῷ, οὕτως ⸂καὶ τῷ υἱῷ ἔδωκεν⸃b
ζωὴν ἔχεινc
ἐν ἑαυτῷ·
27
καὶ ἐξουσίαν ἔδωκενa
⸀αὐτῷ κρίσιν ποιεῖν,b
ὅτι υἱὸς ἀνθρώπου ἐστίν.c
28
μὴ θαυμάζετεa
τοῦτο, ὅτι ἔρχεταιb
ὥρα ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ⸀ἀκούσουσινc
τῆς φωνῆς αὐτοῦ
29
καὶ ἐκπορεύσονταιa
οἱ τὰ ἀγαθὰ ποιήσαντεςb
εἰς ἀνάστασιν ζωῆς, οἱ ⸀δὲ τὰ φαῦλαc
πράξαντεςd
εἰς ἀνάστασιν κρίσεως.
30
Οὐ δύναμαιa
ἐγὼ ποιεῖνb
ἀπ’ ἐμαυτοῦ οὐδέν· καθὼς ἀκούωc
κρίνω,d
καὶ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστίν,e
ὅτι οὐ ζητῶf
τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντόςg
⸀με.
31
Ἐὰν ἐγὼ μαρτυρῶa
περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστινb
ἀληθής·c
32
ἄλλος ἐστὶνa
ὁ μαρτυρῶνb
περὶ ἐμοῦ, καὶ οἶδαc
ὅτι ἀληθήςd
ἐστινe
ἡ μαρτυρία ἣν μαρτυρεῖf
περὶ ἐμοῦ.
33
ὑμεῖς ἀπεστάλκατεa
πρὸς Ἰωάννην, καὶ μεμαρτύρηκεb
τῇ ἀληθείᾳ·
34
ἐγὼ δὲ οὐ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν λαμβάνω,a
ἀλλὰ ταῦτα λέγωb
ἵνα ὑμεῖς σωθῆτε.c
35
ἐκεῖνος ἦνa
ὁ λύχνοςb
ὁ καιόμενοςc
καὶ φαίνων,d
ὑμεῖς δὲ ἠθελήσατεe
ἀγαλλιαθῆναιf
πρὸς ὥραν ἐν τῷ φωτὶ αὐτοῦ·
36
ἐγὼ δὲ ἔχωa
τὴν μαρτυρίαν ⸀μείζω τοῦ Ἰωάννου, τὰ γὰρ ἔργα ἃ ⸀δέδωκένb
μοι ὁ πατὴρ ἵνα τελειώσωc
αὐτά, αὐτὰ τὰ ἔργα ⸀ἃ ποιῶ,d
μαρτυρεῖe
περὶ ἐμοῦ ὅτι ὁ πατήρ με ἀπέσταλκεν,f
37
καὶ ὁ πέμψαςa
με πατὴρ ⸀ἐκεῖνος μεμαρτύρηκενb
περὶ ἐμοῦ. οὔτε φωνὴν αὐτοῦ ⸂πώποτεc
ἀκηκόατε⸃d
οὔτε εἶδοςe
αὐτοῦ ἑωράκατε,f
38
καὶ τὸν λόγον αὐτοῦ οὐκ ἔχετεa
⸂ἐν ὑμῖν μένοντα⸃,b
ὅτι ὃν ἀπέστειλενc
ἐκεῖνος τούτῳ ὑμεῖς οὐ πιστεύετε.d
39
Ἐραυνᾶτεa
τὰς γραφάς, ὅτι ὑμεῖς δοκεῖτεb
ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν·c
καὶ ἐκεῖναί εἰσινd
αἱ μαρτυροῦσαιe
περὶ ἐμοῦ·
40
καὶ οὐ θέλετεa
ἐλθεῖνb
πρός με ἵνα ζωὴν ἔχητε.c
41
δόξαν παρὰ ἀνθρώπων οὐ λαμβάνω,a
42
ἀλλὰ ἔγνωκαa
ὑμᾶς ὅτι τὴν ἀγάπην τοῦ θεοῦ οὐκ ἔχετεb
ἐν ἑαυτοῖς.
43
ἐγὼ ἐλήλυθαa
ἐν τῷ ὀνόματι τοῦ πατρός μου καὶ οὐ λαμβάνετέb
με· ἐὰν ἄλλος ἔλθῃc
ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήμψεσθε.d
44
πῶς δύνασθεa
ὑμεῖς πιστεῦσαι,b
δόξαν παρ’ ἀλλήλων λαμβάνοντες,c
καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου θεοῦ οὐ ζητεῖτε;d
45
μὴ δοκεῖτεa
ὅτι ἐγὼ κατηγορήσωb
ὑμῶν πρὸς τὸν πατέρα· ἔστινc
ὁ κατηγορῶνd
ὑμῶν Μωϋσῆς, εἰς ὃν ὑμεῖς ἠλπίκατε.e
46
εἰ γὰρ ἐπιστεύετεa
Μωϋσεῖ, ἐπιστεύετεb
ἂν ἐμοί, περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν.c
47
εἰ δὲ τοῖς ἐκείνου γράμμασινa
οὐ πιστεύετε,b
πῶς τοῖς ἐμοῖς ῥήμασιν πιστεύσετε;c