21
Μετὰ ταῦτα ἐφανέρωσενa
ἑαυτὸν πάλιν ⸀ὁ Ἰησοῦς τοῖς μαθηταῖς ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος·b
ἐφανέρωσενc
δὲ οὕτως.
2
ἦσανa
ὁμοῦb
Σίμων Πέτρος καὶ Θωμᾶςc
ὁ λεγόμενοςd
Δίδυμοςe
καὶ Ναθαναὴλf
ὁ ἀπὸ Κανὰg
τῆς Γαλιλαίας καὶ οἱ τοῦ Ζεβεδαίουh
καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο.
3
λέγειa
αὐτοῖς Σίμων Πέτρος· Ὑπάγωb
ἁλιεύειν·c
λέγουσινd
αὐτῷ· Ἐρχόμεθαe
καὶ ἡμεῖς σὺν σοί. ἐξῆλθονf
καὶ ἐνέβησανg
εἰς τὸ ⸀πλοῖον, καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασανh
οὐδέν.
4
Πρωΐαςa
δὲ ἤδη ⸀γενομένηςb
⸀ἔστηc
Ἰησοῦς εἰς τὸν αἰγιαλόν·d
οὐ μέντοιe
ᾔδεισανf
οἱ μαθηταὶ ὅτι Ἰησοῦς ἐστιν.g
5
λέγειa
οὖν αὐτοῖς ⸀ὁ Ἰησοῦς· Παιδία, μή τι προσφάγιονb
ἔχετε;c
ἀπεκρίθησανd
αὐτῷ· Οὔ.
6
ὁ δὲ εἶπενa
αὐτοῖς· Βάλετεb
εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον,c
καὶ εὑρήσετε.d
ἔβαλονe
οὖν, καὶ οὐκέτι αὐτὸ ἑλκύσαιf
⸀ἴσχυονg
ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων.h
7
λέγειa
οὖν ὁ μαθητὴς ἐκεῖνος ὃν ἠγάπαb
ὁ Ἰησοῦς τῷ Πέτρῳ· Ὁ κύριός ἐστιν.c
Σίμων οὖν Πέτρος, ἀκούσαςd
ὅτι ὁ κύριός ἐστιν,e
τὸν ἐπενδύτηνf
διεζώσατο,g
ἦνh
γὰρ γυμνός,i
καὶ ἔβαλενj
ἑαυτὸν εἰς τὴν θάλασσαν·
8
οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳa
ἦλθον,b
οὐ γὰρ ἦσανc
μακρὰνd
ἀπὸ τῆς γῆς ἀλλὰ ὡς ἀπὸ πηχῶνe
διακοσίων,f
σύροντεςg
τὸ δίκτυονh
τῶν ἰχθύων.i
9
Ὡς οὖν ἀπέβησανa
εἰς τὴν γῆν βλέπουσινb
ἀνθρακιὰνc
κειμένηνd
καὶ ὀψάριονe
ἐπικείμενονf
καὶ ἄρτον.
10
λέγειa
αὐτοῖς ὁ Ἰησοῦς· Ἐνέγκατεb
ἀπὸ τῶν ὀψαρίωνc
ὧν ἐπιάσατεd
νῦν.
11
ἀνέβηa
⸀οὖν Σίμων Πέτρος καὶ εἵλκυσενb
τὸ δίκτυονc
⸂εἰς τὴν γῆν⸃ μεστὸνd
ἰχθύωνe
μεγάλων ἑκατὸνf
πεντήκονταg
τριῶν· καὶ τοσούτωνh
ὄντωνi
οὐκ ἐσχίσθηj
τὸ δίκτυον.k
12
λέγειa
αὐτοῖς ὁ Ἰησοῦς· Δεῦτεb
ἀριστήσατε.c
οὐδεὶς ⸀δὲ ἐτόλμαd
τῶν μαθητῶν ἐξετάσαιe
αὐτόν· Σὺ τίς εἶ;f
εἰδότεςg
ὅτι ὁ κύριός ἐστιν.h
13
⸀ἔρχεταιa
⸀ὁ Ἰησοῦς καὶ λαμβάνειb
τὸν ἄρτον καὶ δίδωσινc
αὐτοῖς, καὶ τὸ ὀψάριονd
ὁμοίως.
14
τοῦτο ἤδη τρίτον ἐφανερώθηa
⸀ὁ Ἰησοῦς τοῖς ⸀μαθηταῖς ἐγερθεὶςb
ἐκ νεκρῶν.
15
Ὅτε οὖν ἠρίστησανa
λέγειb
τῷ Σίμωνι Πέτρῳ ὁ Ἰησοῦς· Σίμων ⸀Ἰωάννου, ἀγαπᾷςc
με πλέον τούτων; λέγειd
αὐτῷ· Ναί, κύριε, σὺ οἶδαςe
ὅτι φιλῶf
σε. λέγειg
αὐτῷ· Βόσκεh
τὰ ἀρνία μου.
16
λέγειa
αὐτῷ πάλιν δεύτερον· Σίμων ⸀Ἰωάννου, ἀγαπᾷςb
με; λέγειc
αὐτῷ· Ναί, κύριε, σὺ οἶδαςd
ὅτι φιλῶe
σε. λέγειf
αὐτῷ· Ποίμαινεg
τὰ πρόβατά μου.
17
λέγειa
αὐτῷ τὸ τρίτον· Σίμων ⸀Ἰωάννου, φιλεῖςb
με; ἐλυπήθηc
ὁ Πέτρος ὅτι εἶπενd
αὐτῷ τὸ τρίτον· Φιλεῖςe
με; καὶ ⸀εἶπενf
αὐτῷ· Κύριε, ⸂πάντα σὺ⸃ οἶδας,g
σὺ γινώσκειςh
ὅτι φιλῶi
σε. λέγειj
αὐτῷ ⸀ὁ Ἰησοῦς· Βόσκεk
τὰ ⸀πρόβατά μου.
18
ἀμὴν ἀμὴν λέγωa
σοι, ὅτε ἦςb
νεώτερος,c
ἐζώννυεςd
σεαυτὸν καὶ περιεπάτειςe
ὅπου ἤθελες·f
ὅταν δὲ γηράσῃς,g
ἐκτενεῖςh
τὰς χεῖράς σου, καὶ ἄλλος ⸂σε ζώσει⸃i
καὶ οἴσειj
ὅπου οὐ θέλεις.k
19
τοῦτο δὲ εἶπενa
σημαίνωνb
ποίῳ θανάτῳ δοξάσειc
τὸν θεόν. καὶ τοῦτο εἰπὼνd
λέγειe
αὐτῷ· Ἀκολούθειf
μοι.
20
⸀Ἐπιστραφεὶςa
ὁ Πέτρος βλέπειb
τὸν μαθητὴν ὃν ἠγάπαc
ὁ Ἰησοῦς ἀκολουθοῦντα,d
ὃς καὶ ἀνέπεσενe
ἐν τῷ δείπνῳf
ἐπὶ τὸ στῆθοςg
αὐτοῦ καὶ εἶπεν·h
Κύριε, τίς ἐστινi
ὁ παραδιδούςj
σε;
21
τοῦτον ⸀οὖν ἰδὼνa
ὁ Πέτρος λέγειb
τῷ Ἰησοῦ· Κύριε, οὗτος δὲ τί;
22
λέγειa
αὐτῷ ὁ Ἰησοῦς· Ἐὰν αὐτὸν θέλωb
μένεινc
ἕως ἔρχομαι,d
τί πρὸς σέ; σύ ⸂μοι ἀκολούθει⸃.e
23
ἐξῆλθενa
οὖν ⸂οὗτος ὁ λόγος⸃ εἰς τοὺς ἀδελφοὺς ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνῄσκει.b
⸂οὐκ εἶπενc
δὲ⸃ αὐτῷ ὁ Ἰησοῦς ὅτι οὐκ ἀποθνῄσκειd
ἀλλ’· Ἐὰν αὐτὸν θέλωe
μένεινf
ἕως ἔρχομαι,g
τί πρὸς σέ;
24
Οὗτός ἐστινa
ὁ μαθητὴς ὁ μαρτυρῶνb
περὶ τούτων καὶ ⸀ὁ γράψαςc
ταῦτα, καὶ οἴδαμενd
ὅτι ἀληθὴςe
⸂αὐτοῦ ἡ μαρτυρία ἐστίν⸃.f
25
ἔστινa
δὲ καὶ ἄλλα πολλὰ ⸀ἃ ἐποίησενb
ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηταιc
καθ’ ἕν, οὐδ’ αὐτὸν οἶμαιd
τὸν κόσμον ⸀χωρήσεινe
τὰ γραφόμεναf
⸀βιβλία.