20
Τῇ δὲ μιᾷ τῶν σαββάτων Μαρίαa
ἡ Μαγδαληνὴb
ἔρχεταιc
πρωῒd
σκοτίαςe
ἔτι οὔσηςf
εἰς τὸ μνημεῖον, καὶ βλέπειg
τὸν λίθον ἠρμένονh
ἐκ τοῦ μνημείου.
2
τρέχειa
οὖν καὶ ἔρχεταιb
πρὸς Σίμωνα Πέτρον καὶ πρὸς τὸν ἄλλον μαθητὴν ὃν ἐφίλειc
ὁ Ἰησοῦς, καὶ λέγειd
αὐτοῖς· Ἦρανe
τὸν κύριον ἐκ τοῦ μνημείου, καὶ οὐκ οἴδαμενf
ποῦ ἔθηκανg
αὐτόν.
3
ἐξῆλθενa
οὖν ὁ Πέτρος καὶ ὁ ἄλλος μαθητής, καὶ ἤρχοντοb
εἰς τὸ μνημεῖον.
4
ἔτρεχονa
δὲ οἱ δύο ὁμοῦ·b
καὶ ὁ ἄλλος μαθητὴς προέδραμενc
τάχιονd
τοῦ Πέτρου καὶ ἦλθενe
πρῶτος εἰς τὸ μνημεῖον,
5
καὶ παρακύψαςa
βλέπειb
κείμεναc
τὰ ὀθόνια,d
οὐ μέντοιe
εἰσῆλθεν.f
6
ἔρχεταιa
οὖν ⸀καὶ Σίμων Πέτρος ἀκολουθῶνb
αὐτῷ, καὶ εἰσῆλθενc
εἰς τὸ μνημεῖον· καὶ θεωρεῖd
τὰ ὀθόνιαe
κείμενα,f
7
καὶ τὸ σουδάριον,a
ὃ ἦνb
ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, οὐ μετὰ τῶν ὀθονίωνc
κείμενονd
ἀλλὰ χωρὶς ἐντετυλιγμένονe
εἰς ἕνα τόπον·
8
τότε οὖν εἰσῆλθενa
καὶ ὁ ἄλλος μαθητὴς ὁ ἐλθὼνb
πρῶτος εἰς τὸ μνημεῖον, καὶ εἶδενc
καὶ ἐπίστευσεν·d
9
οὐδέπωa
γὰρ ᾔδεισανb
τὴν γραφὴν ὅτι δεῖc
αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι.d
10
ἀπῆλθονa
οὖν πάλιν πρὸς ⸀αὑτοὺς οἱ μαθηταί.
11
Μαρίαa
δὲ εἱστήκειb
πρὸς ⸂τῷ μνημείῳ ἔξω κλαίουσα⸃.c
ὡς οὖν ἔκλαιενd
παρέκυψενe
εἰς τὸ μνημεῖον,
12
καὶ θεωρεῖa
δύο ἀγγέλους ἐν λευκοῖςb
καθεζομένους,c
ἕνα πρὸς τῇ κεφαλῇ καὶ ἕνα πρὸς τοῖς ποσίν, ὅπου ἔκειτοd
τὸ σῶμα τοῦ Ἰησοῦ.
13
καὶ λέγουσινa
αὐτῇ ἐκεῖνοι· Γύναι, τί κλαίεις;b
λέγειc
αὐτοῖς ὅτι Ἦρανd
τὸν κύριόν μου, καὶ οὐκ οἶδαe
ποῦ ἔθηκανf
αὐτόν.
14
⸀ταῦτα εἰποῦσαa
ἐστράφηb
εἰς τὰ ὀπίσω, καὶ θεωρεῖc
τὸν Ἰησοῦν ἑστῶτα,d
καὶ οὐκ ᾔδειe
ὅτι Ἰησοῦς ἐστιν.f
15
λέγειa
⸀αὐτῇ Ἰησοῦς· Γύναι, τί κλαίεις;b
τίνα ζητεῖς;c
ἐκείνη δοκοῦσαd
ὅτι ὁ κηπουρόςe
ἐστινf
λέγειg
αὐτῷ· Κύριε, εἰ σὺ ἐβάστασαςh
αὐτόν, εἰπέi
μοι ποῦ ἔθηκαςj
αὐτόν, κἀγὼ αὐτὸν ἀρῶ.k
16
λέγειa
⸀αὐτῇ Ἰησοῦς· ⸀Μαριάμ.b
στραφεῖσαc
ἐκείνη λέγειd
αὐτῷ ⸀Ἑβραϊστί·e
Ραββουνιf
(ὃ λέγεταιg
Διδάσκαλε).
17
λέγειa
⸀αὐτῇ Ἰησοῦς· Μή μου ἅπτου,b
οὔπωc
γὰρ ἀναβέβηκαd
πρὸς τὸν ⸀πατέρα· πορεύουe
δὲ πρὸς τοὺς ἀδελφούς μου καὶ εἰπὲf
αὐτοῖς· Ἀναβαίνωg
πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν καὶ θεόν μου καὶ θεὸν ὑμῶν.
18
ἔρχεταιa
⸀Μαριὰμb
ἡ Μαγδαληνὴc
⸀ἀγγέλλουσαd
τοῖς μαθηταῖς ὅτι ⸀Ἑώρακαe
τὸν κύριον καὶ ταῦτα εἶπενf
αὐτῇ.
19
Οὔσηςa
οὖν ὀψίαςb
τῇ ἡμέρᾳ ἐκείνῃ τῇ ⸀μιᾷ σαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένωνc
ὅπου ἦσανd
οἱ ⸀μαθηταὶ διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἦλθενe
ὁ Ἰησοῦς καὶ ἔστηf
εἰς τὸ μέσον, καὶ λέγειg
αὐτοῖς· Εἰρήνη ὑμῖν.
20
καὶ τοῦτο εἰπὼνa
⸀ἔδειξενb
τὰς χεῖρας καὶ τὴν πλευρὰνc
⸀αὐτοῖς. ἐχάρησανd
οὖν οἱ μαθηταὶ ἰδόντεςe
τὸν κύριον.
21
εἶπενa
οὖν αὐτοῖς ⸂ὁ Ἰησοῦς⸃ πάλιν· Εἰρήνη ὑμῖν· καθὼς ἀπέσταλκένb
με ὁ πατήρ, κἀγὼ πέμπωc
ὑμᾶς.
22
καὶ τοῦτο εἰπὼνa
ἐνεφύσησενb
καὶ λέγειc
αὐτοῖς· Λάβετεd
πνεῦμα ἅγιον·
23
ἄν τινων ἀφῆτεa
τὰς ἁμαρτίας ⸀ἀφέωνταιb
αὐτοῖς· ἄν τινων κρατῆτεc
κεκράτηνται.d
24
Θωμᾶςa
δὲ εἷς ἐκ τῶν δώδεκα, ὁ λεγόμενοςb
Δίδυμος,c
οὐκ ἦνd
μετ’ αὐτῶν ὅτε ⸀ἦλθενe
Ἰησοῦς.
25
ἔλεγονa
οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί· Ἑωράκαμενb
τὸν κύριον. ὁ δὲ εἶπενc
αὐτοῖς· Ἐὰν μὴ ἴδωd
ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπονe
τῶν ἥλωνf
καὶ βάλωg
τὸν δάκτυλόνh
μου εἰς τὸν τύπονi
τῶν ἥλωνj
καὶ βάλωk
⸂μου τὴν χεῖρα⸃ εἰς τὴν πλευρὰνl
αὐτοῦ, οὐ μὴ πιστεύσω.m
26
Καὶ μεθ’ ἡμέρας ὀκτὼa
πάλιν ἦσανb
ἔσωc
οἱ μαθηταὶ αὐτοῦ καὶ Θωμᾶςd
μετ’ αὐτῶν. ἔρχεταιe
ὁ Ἰησοῦς τῶν θυρῶν κεκλεισμένων,f
καὶ ἔστηg
εἰς τὸ μέσον καὶ εἶπεν·h
Εἰρήνη ὑμῖν.
27
εἶταa
λέγειb
τῷ Θωμᾷ·c
Φέρεd
τὸν δάκτυλόνe
σου ὧδε καὶ ἴδεf
τὰς χεῖράς μου, καὶ φέρεg
τὴν χεῖρά σου καὶ βάλεh
εἰς τὴν πλευράνi
μου, καὶ μὴ γίνουj
ἄπιστοςk
ἀλλὰ πιστός.
28
⸀ἀπεκρίθηa
Θωμᾶςb
καὶ εἶπενc
αὐτῷ· Ὁ κύριός μου καὶ ὁ θεός μου.
29
λέγειa
αὐτῷ ὁ Ἰησοῦς· Ὅτι ἑώρακάςb
με πεπίστευκας;c
μακάριοι οἱ μὴ ἰδόντεςd
καὶ πιστεύσαντες.e
30
Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησενa
ὁ Ἰησοῦς ἐνώπιον τῶν ⸀μαθητῶν, ἃ οὐκ ἔστινb
γεγραμμέναc
ἐν τῷ βιβλίῳ τούτῳ·
31
ταῦτα δὲ γέγραπταιa
ἵνα ⸀πιστεύητεb
ὅτι Ἰησοῦς ἐστινc
ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ, καὶ ἵνα πιστεύοντεςd
ζωὴν ἔχητεe
ἐν τῷ ὀνόματι αὐτοῦ.