19
Τότε οὖν ἔλαβενa
ὁ Πιλᾶτος τὸν Ἰησοῦν καὶ ἐμαστίγωσεν.b
2
καὶ οἱ στρατιῶταιa
πλέξαντεςb
στέφανονc
ἐξ ἀκανθῶνd
ἐπέθηκανe
αὐτοῦ τῇ κεφαλῇ, καὶ ἱμάτιον πορφυροῦνf
περιέβαλονg
αὐτόν,
3
καὶ ⸂ἤρχοντοa
πρὸς αὐτὸν καὶ⸃ ἔλεγον·b
Χαῖρε,c
ὁ βασιλεὺς τῶν Ἰουδαίων· καὶ ἐδίδοσανd
αὐτῷ ῥαπίσματα.e
4
⸂καὶ ἐξῆλθεν⸃a
πάλιν ἔξω ὁ Πιλᾶτος καὶ λέγειb
αὐτοῖς· Ἴδε ἄγωc
ὑμῖν αὐτὸν ἔξω, ἵνα γνῶτεd
ὅτι ⸂οὐδεμίαν αἰτίανe
εὑρίσκωf
ἐν αὐτῷ⸃.
5
ἐξῆλθενa
οὖν ὁ Ἰησοῦς ἔξω, φορῶνb
τὸν ἀκάνθινονc
στέφανονd
καὶ τὸ πορφυροῦνe
ἱμάτιον. καὶ λέγειf
αὐτοῖς· ⸀Ἰδοὺ ὁ ἄνθρωπος.
6
ὅτε οὖν εἶδονa
αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ὑπηρέταιb
ἐκραύγασανc
λέγοντες·d
Σταύρωσονe
⸀σταύρωσον.f
λέγειg
αὐτοῖς ὁ Πιλᾶτος· Λάβετεh
αὐτὸν ὑμεῖς καὶ σταυρώσατε,i
ἐγὼ γὰρ οὐχ εὑρίσκωj
ἐν αὐτῷ αἰτίαν.k
7
ἀπεκρίθησανa
αὐτῷ οἱ Ἰουδαῖοι· Ἡμεῖς νόμον ἔχομεν,b
καὶ κατὰ τὸν ⸀νόμον ὀφείλειc
ἀποθανεῖν,d
ὅτι ⸂υἱὸν θεοῦ ἑαυτὸν⸃ ἐποίησεν.e
8
Ὅτε οὖν ἤκουσενa
ὁ Πιλᾶτος τοῦτον τὸν λόγον, μᾶλλον ἐφοβήθη,b
9
καὶ εἰσῆλθενa
εἰς τὸ πραιτώριονb
πάλιν καὶ λέγειc
τῷ Ἰησοῦ· Πόθενd
εἶe
σύ; ὁ δὲ Ἰησοῦς ἀπόκρισινf
οὐκ ἔδωκενg
αὐτῷ.
10
λέγειa
οὖν αὐτῷ ὁ Πιλᾶτος· Ἐμοὶ οὐ λαλεῖς;b
οὐκ οἶδαςc
ὅτι ἐξουσίαν ἔχωd
⸂ἀπολῦσαίe
σε καὶ ἐξουσίαν ἔχωf
σταυρῶσαί⸃g
σε;
11
ἀπεκρίθηa
⸀αὐτῷ Ἰησοῦς· Οὐκ εἶχεςb
ἐξουσίαν ⸂κατ’ ἐμοῦ οὐδεμίαν⸃ εἰ μὴ ἦνc
⸂δεδομένονd
σοι⸃ ἄνωθεν·e
διὰ τοῦτο ὁ ⸀παραδούςf
μέ σοι μείζονα ἁμαρτίαν ἔχει.g
12
ἐκ τούτου ⸂ὁ Πιλᾶτος ἐζήτει⸃a
ἀπολῦσαιb
αὐτόν· οἱ δὲ Ἰουδαῖοι ⸀ἐκραύγασανc
λέγοντες·d
Ἐὰν τοῦτον ἀπολύσῃς,e
οὐκ εἶf
φίλοςg
τοῦ Καίσαρος·h
πᾶς ὁ βασιλέα ἑαυτὸν ποιῶνi
ἀντιλέγειj
τῷ Καίσαρι.k
13
Ὁ οὖν Πιλᾶτος ἀκούσαςa
⸂τῶν λόγων τούτων⸃ ἤγαγενb
ἔξω τὸν Ἰησοῦν, καὶ ἐκάθισενc
⸀ἐπὶ βήματοςd
εἰς τόπον λεγόμενονe
Λιθόστρωτον,f
Ἑβραϊστὶg
δὲ Γαββαθα.h
14
ἦνa
δὲ παρασκευὴb
τοῦ πάσχα,c
ὥρα ⸂ἦνd
ὡς⸃ ἕκτη.e
καὶ λέγειf
τοῖς Ἰουδαίοις· Ἴδε ὁ βασιλεὺς ὑμῶν.
15
⸂ἐκραύγασανa
οὖν ἐκεῖνοι⸃· Ἆρονb
ἆρον,c
σταύρωσονd
αὐτόν. λέγειe
αὐτοῖς ὁ Πιλᾶτος· Τὸν βασιλέα ὑμῶν σταυρώσω;f
ἀπεκρίθησανg
οἱ ἀρχιερεῖς· Οὐκ ἔχομενh
βασιλέα εἰ μὴ Καίσαρα.i
16
τότε οὖν παρέδωκενa
αὐτὸν αὐτοῖς ἵνα σταυρωθῇ.b
Παρέλαβονc
⸀οὖν τὸν ⸀Ἰησοῦν·
17
καὶ βαστάζωνa
⸂αὑτῷ τὸν σταυρὸν⸃b
ἐξῆλθενc
εἰς ⸀τὸν λεγόμενονd
Κρανίουe
Τόπον, ⸀ὃ λέγεταιf
Ἑβραϊστὶg
Γολγοθα,h
18
ὅπου αὐτὸν ἐσταύρωσαν,a
καὶ μετ’ αὐτοῦ ἄλλους δύο ἐντεῦθενb
καὶ ἐντεῦθεν,c
μέσον δὲ τὸν Ἰησοῦν.
19
ἔγραψενa
δὲ καὶ τίτλονb
ὁ Πιλᾶτος καὶ ἔθηκενc
ἐπὶ τοῦ σταυροῦ·d
ἦνe
δὲ γεγραμμένον·f
Ἰησοῦς ὁ Ναζωραῖοςg
ὁ βασιλεὺς τῶν Ἰουδαίων.
20
τοῦτον οὖν τὸν τίτλονa
πολλοὶ ἀνέγνωσανb
τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦνc
ὁ τόπος τῆς πόλεως ὅπου ἐσταυρώθηd
ὁ Ἰησοῦς· καὶ ἦνe
γεγραμμένονf
Ἑβραϊστί,g
⸂Ῥωμαϊστί,h
Ἑλληνιστί⸃.i
21
ἔλεγονa
οὖν τῷ Πιλάτῳ οἱ ἀρχιερεῖς τῶν Ἰουδαίων· Μὴ γράφε·b
Ὁ βασιλεὺς τῶν Ἰουδαίων, ἀλλ’ ὅτι ἐκεῖνος εἶπενc
Βασιλεὺς ⸂τῶν Ἰουδαίων εἰμί⸃.d
22
ἀπεκρίθηa
ὁ Πιλᾶτος· Ὃ γέγραφαb
γέγραφα.c
23
οἱ οὖν στρατιῶταιa
ὅτε ἐσταύρωσανb
τὸν Ἰησοῦν ἔλαβονc
τὰ ἱμάτια αὐτοῦ καὶ ἐποίησανd
τέσσαρα μέρη, ἑκάστῳ στρατιώτῃe
μέρος, καὶ τὸν χιτῶνα.f
ἦνg
δὲ ὁ χιτὼνh
ἄραφος,i
ἐκ τῶν ἄνωθενj
ὑφαντὸςk
δι’ ὅλου·
24
εἶπανa
οὖν πρὸς ἀλλήλους· Μὴ σχίσωμενb
αὐτόν, ἀλλὰ λάχωμενc
περὶ αὐτοῦ τίνος ἔσται·d
ἵνα ἡ γραφὴ πληρωθῇe
⸂ἡ λέγουσα⸃·f
Διεμερίσαντοg
τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόνh
μου ἔβαλονi
κλῆρον.j
Οἱ μὲν οὖν στρατιῶταιk
ταῦτα ἐποίησαν.l
25
Εἱστήκεισανa
δὲ παρὰ τῷ σταυρῷb
τοῦ Ἰησοῦ ἡ μήτηρ αὐτοῦ καὶ ἡ ἀδελφὴc
τῆς μητρὸς αὐτοῦ, Μαρίαd
ἡ τοῦ Κλωπᾶe
καὶ Μαρίαf
ἡ Μαγδαληνή.g
26
Ἰησοῦς οὖν ἰδὼνa
τὴν μητέρα καὶ τὸν μαθητὴν παρεστῶταb
ὃν ἠγάπαc
λέγειd
τῇ ⸀μητρί· Γύναι, ⸀ἴδε ὁ υἱός σου·
27
εἶταa
λέγειb
τῷ μαθητῇ· ⸀Ἴδε ἡ μήτηρ σου. καὶ ἀπ’ ἐκείνης τῆς ὥρας ἔλαβενc
ὁ μαθητὴς αὐτὴν εἰς τὰ ἴδια.
28
Μετὰ τοῦτο ⸀εἰδὼςa
ὁ Ἰησοῦς ὅτι ⸂ἤδη πάντα⸃ τετέλεσταιb
ἵνα τελειωθῇc
ἡ γραφὴ λέγει·d
Διψῶ.e
29
⸀σκεῦοςa
ἔκειτοb
ὄξουςc
μεστόν·d
⸂σπόγγονe
οὖν μεστὸνf
τοῦ⸃ ὄξουςg
⸀ὑσσώπῳh
περιθέντεςi
προσήνεγκανj
αὐτοῦ τῷ στόματι.
30
ὅτε οὖν ἔλαβενa
τὸ ὄξοςb
ὁ Ἰησοῦς εἶπεν·c
Τετέλεσται,d
καὶ κλίναςe
τὴν κεφαλὴν παρέδωκενf
τὸ πνεῦμα.
31
Οἱ οὖν Ἰουδαῖοι, ⸂ἐπεὶa
παρασκευὴb
ἦν,c
ἵνα μὴ μείνῃd
ἐπὶ τοῦ σταυροῦe
τὰ σώματα ἐν τῷ σαββάτῳ⸃, ἦνf
γὰρ μεγάλη ἡ ἡμέρα ἐκείνου τοῦ σαββάτου, ἠρώτησανg
τὸν Πιλᾶτον ἵνα κατεαγῶσινh
αὐτῶν τὰ σκέληi
καὶ ἀρθῶσιν.j
32
ἦλθονa
οὖν οἱ στρατιῶται,b
καὶ τοῦ μὲν πρώτου κατέαξανc
τὰ σκέληd
καὶ τοῦ ἄλλου τοῦ συσταυρωθέντοςe
αὐτῷ·
33
ἐπὶ δὲ τὸν Ἰησοῦν ἐλθόντες,a
ὡς εἶδονb
⸂ἤδη αὐτὸν⸃ τεθνηκότα,c
οὐ κατέαξανd
αὐτοῦ τὰ σκέλη,e
34
ἀλλ’ εἷς τῶν στρατιωτῶνa
λόγχῃb
αὐτοῦ τὴν πλευρὰνc
ἔνυξεν,d
καὶ ⸂ἐξῆλθενe
εὐθὺς⸃ αἷμα καὶ ὕδωρ.
35
καὶ ὁ ἑωρακὼςa
μεμαρτύρηκεν,b
καὶ ἀληθινὴc
⸂αὐτοῦ ἐστιν⸃d
ἡ μαρτυρία, καὶ ἐκεῖνος οἶδενe
ὅτι ἀληθῆf
λέγει,g
ἵνα ⸀καὶ ὑμεῖς ⸀πιστεύητε.h
36
ἐγένετοa
γὰρ ταῦτα ἵνα ἡ γραφὴ πληρωθῇ·b
Ὀστοῦνc
οὐ συντριβήσεταιd
⸀αὐτοῦ.
37
καὶ πάλιν ἑτέρα γραφὴ λέγει·a
Ὄψονταιb
εἰς ὃν ἐξεκέντησαν.c
38
Μετὰ ⸀δὲ ταῦτα ἠρώτησενa
τὸν Πιλᾶτον Ἰωσὴφ ⸀ἀπὸ Ἁριμαθαίας,b
ὢνc
μαθητὴς τοῦ Ἰησοῦ κεκρυμμένοςd
δὲ διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἵνα ἄρῃe
τὸ σῶμα τοῦ Ἰησοῦ· καὶ ἐπέτρεψενf
ὁ Πιλᾶτος. ἦλθενg
οὖν καὶ ἦρενh
τὸ σῶμα ⸀αὐτοῦ.
39
ἦλθενa
δὲ καὶ Νικόδημος,b
ὁ ἐλθὼνc
πρὸς ⸀αὐτὸν νυκτὸς τὸ πρῶτον, φέρωνd
⸀μίγμαe
σμύρνηςf
καὶ ἀλόηςg
ὡς λίτραςh
ἑκατόν.i
40
ἔλαβονa
οὖν τὸ σῶμα τοῦ Ἰησοῦ καὶ ἔδησανb
⸀αὐτὸ ὀθονίοιςc
μετὰ τῶν ἀρωμάτων,d
καθὼς ἔθοςe
ἐστὶνf
τοῖς Ἰουδαίοις ἐνταφιάζειν.g
41
ἦνa
δὲ ἐν τῷ τόπῳ ὅπου ἐσταυρώθηb
κῆπος,c
καὶ ἐν τῷ κήπῳd
μνημεῖον καινόν, ἐν ᾧ οὐδέπωe
οὐδεὶς ⸂ἦνf
τεθειμένος⸃·g
42
ἐκεῖ οὖν διὰ τὴν παρασκευὴνa
τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦνb
τὸ μνημεῖον, ἔθηκανc
τὸν Ἰησοῦν.