17
Ταῦτα ⸀ἐλάλησενa
Ἰησοῦς, καὶ ⸂ἐπάραςb
τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανὸν εἶπεν⸃·c
Πάτερ, ἐλήλυθενd
ἡ ὥρα· δόξασόνe
σου τὸν υἱόν, ⸀ἵνα ὁ ⸀υἱὸς δοξάσῃf
σέ,
2
καθὼς ἔδωκαςa
αὐτῷ ἐξουσίαν πάσης σαρκός, ἵνα πᾶν ὃ δέδωκαςb
αὐτῷ ⸀δώσῃc
αὐτοῖς ζωὴν αἰώνιον.
3
αὕτη δέ ἐστινa
ἡ αἰώνιος ζωὴ ἵνα γινώσκωσιb
σὲ τὸν μόνον ἀληθινὸνc
θεὸν καὶ ὃν ἀπέστειλαςd
Ἰησοῦν Χριστόν.
4
ἐγώ σε ἐδόξασαa
ἐπὶ τῆς γῆς, τὸ ἔργον ⸀τελειώσαςb
ὃ δέδωκάςc
μοι ἵνα ποιήσω·d
5
καὶ νῦν δόξασόνa
με σύ, πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχονb
πρὸ τοῦ τὸν κόσμον εἶναιc
παρὰ σοί.
6
Ἐφανέρωσάa
σου τὸ ὄνομα τοῖς ἀνθρώποις οὓς ⸀ἔδωκάςb
μοι ἐκ τοῦ κόσμου. σοὶ ἦσανc
κἀμοὶ αὐτοὺς ⸁ἔδωκας,d
καὶ τὸν λόγον σου τετήρηκαν.e
7
νῦν ἔγνωκανa
ὅτι πάντα ὅσα ⸀δέδωκάςb
μοι παρὰ σοῦ ⸀εἰσιν·c
8
ὅτι τὰ ῥήματα ἃ ⸀ἔδωκάςa
μοι δέδωκαb
αὐτοῖς, καὶ αὐτοὶ ἔλαβονc
καὶ ἔγνωσανd
ἀληθῶςe
ὅτι παρὰ σοῦ ἐξῆλθον,f
καὶ ἐπίστευσανg
ὅτι σύ με ἀπέστειλας.h
9
ἐγὼ περὶ αὐτῶν ἐρωτῶ·a
οὐ περὶ τοῦ κόσμου ἐρωτῶb
ἀλλὰ περὶ ὧν δέδωκάςc
μοι, ὅτι σοί εἰσιν,d
10
καὶ τὰ ἐμὰ πάντα σάa
ἐστινb
καὶ τὰ σὰc
ἐμά, καὶ δεδόξασμαιd
ἐν αὐτοῖς.
11
καὶ οὐκέτι εἰμὶa
ἐν τῷ κόσμῳ, καὶ ⸀αὐτοὶ ἐν τῷ κόσμῳ εἰσίν,b
κἀγὼ πρὸς σὲ ἔρχομαι.c
πάτερ ἅγιε, τήρησονd
αὐτοὺς ἐν τῷ ὀνόματί σου ᾧ δέδωκάςe
μοι, ἵνα ὦσινf
ἓν ⸀καθὼς ἡμεῖς.
12
ὅτε ἤμηνa
μετ’ ⸀αὐτῶν ἐγὼ ἐτήρουνb
αὐτοὺς ἐν τῷ ὀνόματί σου ⸀ᾧ δέδωκάςc
μοι, ⸀καὶ ἐφύλαξα,d
καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετοe
εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας,f
ἵνα ἡ γραφὴ πληρωθῇ.g
13
νῦν δὲ πρὸς σὲ ἔρχομαι,a
καὶ ταῦτα λαλῶb
ἐν τῷ κόσμῳ ἵνα ἔχωσινc
τὴν χαρὰν τὴν ἐμὴν πεπληρωμένηνd
ἐν ⸀ἑαυτοῖς.
14
ἐγὼ δέδωκαa
αὐτοῖς τὸν λόγον σου, καὶ ὁ κόσμος ἐμίσησενb
αὐτούς, ὅτι οὐκ εἰσὶνc
ἐκ τοῦ κόσμου καθὼς ἐγὼ οὐκ εἰμὶd
ἐκ τοῦ κόσμου.
15
οὐκ ἐρωτῶa
ἵνα ἄρῃςb
αὐτοὺς ἐκ τοῦ κόσμου ἀλλ’ ἵνα τηρήσῃςc
αὐτοὺς ἐκ τοῦ πονηροῦ.
16
ἐκ τοῦ κόσμου οὐκ εἰσὶνa
καθὼς ἐγὼ ⸂οὐκ εἰμὶb
ἐκ τοῦ κόσμου⸃.
17
ἁγίασονa
αὐτοὺς ἐν τῇ ⸀ἀληθείᾳ· ὁ λόγος ὁ σὸςb
ἀλήθειά ἐστιν.c
18
καθὼς ἐμὲ ἀπέστειλαςa
εἰς τὸν κόσμον, κἀγὼ ἀπέστειλαb
αὐτοὺς εἰς τὸν κόσμον·
19
καὶ ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζωa
ἐμαυτόν, ἵνα ⸂ὦσινb
καὶ αὐτοὶ⸃ ἡγιασμένοιc
ἐν ἀληθείᾳ.
20
Οὐ περὶ τούτων δὲ ἐρωτῶa
μόνον, ἀλλὰ καὶ περὶ τῶν πιστευόντωνb
διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ,
21
ἵνα πάντες ἓν ὦσιν,a
καθὼς σύ, ⸀πάτερ, ἐν ἐμοὶ κἀγὼ ἐν σοί, ἵνα καὶ αὐτοὶ ἐν ⸀ἡμῖν ὦσιν,b
ἵνα ὁ κόσμος ⸀πιστεύῃc
ὅτι σύ με ἀπέστειλας.d
22
κἀγὼ τὴν δόξαν ἣν δέδωκάςa
μοι δέδωκαb
αὐτοῖς, ἵνα ὦσινc
ἓν καθὼς ἡμεῖς ⸀ἕν,
23
ἐγὼ ἐν αὐτοῖς καὶ σὺ ἐν ἐμοί, ἵνα ὦσινa
τετελειωμένοιb
εἰς ἕν, ⸀ἵνα γινώσκῃc
ὁ κόσμος ὅτι σύ με ἀπέστειλαςd
καὶ ἠγάπησαςe
αὐτοὺς καθὼς ἐμὲ ἠγάπησας.f
24
⸀πάτερ, ⸀ὃ δέδωκάςa
μοι, θέλωb
ἵνα ὅπου εἰμὶc
ἐγὼ κἀκεῖνοιd
ὦσινe
μετ’ ἐμοῦ, ἵνα θεωρῶσινf
τὴν δόξαν τὴν ἐμὴν ἣν ⸀δέδωκάςg
μοι, ὅτι ἠγάπησάςh
με πρὸ καταβολῆςi
κόσμου.
25
⸀Πάτερ δίκαιε, καὶ ὁ κόσμος σε οὐκ ἔγνω,a
ἐγὼ δέ σε ἔγνων,b
καὶ οὗτοι ἔγνωσανc
ὅτι σύ με ἀπέστειλας,d
26
καὶ ἐγνώρισαa
αὐτοῖς τὸ ὄνομά σου καὶ γνωρίσω,b
ἵνα ἡ ἀγάπη ἣν ἠγάπησάςc
με ἐν αὐτοῖς ᾖd
κἀγὼ ἐν αὐτοῖς.