16
Ταῦτα λελάληκαa
ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε.b
2
ἀποσυναγώγουςa
ποιήσουσινb
ὑμᾶς· ἀλλ’ ἔρχεταιc
ὥρα ἵνα πᾶς ὁ ἀποκτείναςd
ὑμᾶς δόξῃe
λατρείανf
προσφέρεινg
τῷ θεῷ.
3
καὶ ταῦτα ποιήσουσινa
ὅτι οὐκ ἔγνωσανb
τὸν πατέρα οὐδὲ ἐμέ.
4
ἀλλὰ ταῦτα λελάληκαa
ὑμῖν ἵνα ὅταν ἔλθῃb
ἡ ὥρα ⸀αὐτῶν μνημονεύητεc
⸁αὐτῶν ὅτι ἐγὼ εἶπονd
ὑμῖν. Ταῦτα δὲ ὑμῖν ἐξ ἀρχῆς οὐκ εἶπον,e
ὅτι μεθ’ ὑμῶν ἤμην.f
5
νῦν δὲ ὑπάγωa
πρὸς τὸν πέμψαντάb
με καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷc
με· Ποῦ ὑπάγεις;d
6
ἀλλ’ ὅτι ταῦτα λελάληκαa
ὑμῖν ἡ λύπηb
πεπλήρωκενc
ὑμῶν τὴν καρδίαν.
7
ἀλλ’ ἐγὼ τὴν ἀλήθειαν λέγωa
ὑμῖν, συμφέρειb
ὑμῖν ἵνα ἐγὼ ἀπέλθω.c
ἐὰν ⸀γὰρ μὴ ἀπέλθω,d
ὁ παράκλητοςe
⸂οὐ μὴ ἔλθῃ⸃f
πρὸς ὑμᾶς· ἐὰν δὲ πορευθῶ,g
πέμψωh
αὐτὸν πρὸς ὑμᾶς.
8
καὶ ἐλθὼνa
ἐκεῖνος ἐλέγξειb
τὸν κόσμον περὶ ἁμαρτίας καὶ περὶ δικαιοσύνης καὶ περὶ κρίσεως·
9
περὶ ἁμαρτίας μέν, ὅτι οὐ πιστεύουσινa
εἰς ἐμέ·
10
περὶ δικαιοσύνης δέ, ὅτι πρὸς τὸν ⸀πατέρα ὑπάγωa
καὶ οὐκέτι θεωρεῖτέb
με·
11
περὶ δὲ κρίσεως, ὅτι ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται.a
12
Ἔτι πολλὰ ἔχωa
⸂ὑμῖν λέγειν⸃,b
ἀλλ’ οὐ δύνασθεc
βαστάζεινd
ἄρτι·
13
ὅταν δὲ ἔλθῃa
ἐκεῖνος, τὸ πνεῦμα τῆς ἀληθείας, ὁδηγήσειb
ὑμᾶς ⸂ἐν τῇ ἀληθείᾳ πάσῃ⸃, οὐ γὰρ λαλήσειc
ἀφ’ ἑαυτοῦ, ἀλλ’ ὅσα ⸀ἀκούσειd
λαλήσει,e
καὶ τὰ ἐρχόμεναf
ἀναγγελεῖg
ὑμῖν.
14
ἐκεῖνος ἐμὲ δοξάσει,a
ὅτι ἐκ τοῦ ἐμοῦ λήμψεταιb
καὶ ἀναγγελεῖc
ὑμῖν.
15
πάντα ὅσα ἔχειa
ὁ πατὴρ ἐμά ἐστιν·b
διὰ τοῦτο εἶπονc
ὅτι ἐκ τοῦ ἐμοῦ λαμβάνειd
καὶ ἀναγγελεῖe
ὑμῖν.
16
Μικρὸν καὶ ⸀οὐκέτι θεωρεῖτέa
με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέb
⸀με.
17
εἶπανa
οὖν ἐκ τῶν μαθητῶν αὐτοῦ πρὸς ἀλλήλους· Τί ἐστινb
τοῦτο ὃ λέγειc
ἡμῖν· Μικρὸν καὶ οὐ θεωρεῖτέd
με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέe
με; καί· ⸀Ὅτι ὑπάγωf
πρὸς τὸν πατέρα;
18
ἔλεγονa
οὖν· ⸂Τί ἐστινb
τοῦτο⸃ ὃ ⸀λέγειc
μικρόν; οὐκ οἴδαμενd
τί λαλεῖ.e
19
⸀ἔγνωa
Ἰησοῦς ὅτι ἤθελονb
αὐτὸν ἐρωτᾶν,c
καὶ εἶπενd
αὐτοῖς· Περὶ τούτου ζητεῖτεe
μετ’ ἀλλήλων ὅτι εἶπον·f
Μικρὸν καὶ οὐ θεωρεῖτέg
με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέh
με;
20
ἀμὴν ἀμὴν λέγωa
ὑμῖν ὅτι κλαύσετεb
καὶ θρηνήσετεc
ὑμεῖς, ὁ δὲ κόσμος χαρήσεται·d
⸀ὑμεῖς λυπηθήσεσθε,e
ἀλλ’ ἡ λύπηf
ὑμῶν εἰς χαρὰν γενήσεται.g
21
ἡ γυνὴ ὅταν τίκτῃa
λύπηνb
ἔχει,c
ὅτι ἦλθενd
ἡ ὥρα αὐτῆς· ὅταν δὲ γεννήσῃe
τὸ παιδίον, οὐκέτι μνημονεύειf
τῆς θλίψεως διὰ τὴν χαρὰν ὅτι ἐγεννήθηg
ἄνθρωπος εἰς τὸν κόσμον.
22
καὶ ὑμεῖς οὖν ⸂νῦν μὲν λύπην⸃a
ἔχετε·b
πάλιν δὲ ὄψομαιc
ὑμᾶς, καὶ χαρήσεταιd
ὑμῶν ἡ καρδία, καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς ⸀αἴρειe
ἀφ’ ὑμῶν.
23
καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐμὲ οὐκ ἐρωτήσετεa
οὐδέν· ἀμὴν ἀμὴν λέγωb
ὑμῖν, ⸂ἄν τι⸃ αἰτήσητεc
τὸν πατέρα ⸂δώσειd
ὑμῖν ἐν τῷ ὀνόματί μου⸃.
24
ἕως ἄρτι οὐκ ᾐτήσατεa
οὐδὲν ἐν τῷ ὀνόματί μου· αἰτεῖτεb
καὶ λήμψεσθε,c
ἵνα ἡ χαρὰ ὑμῶν ᾖd
πεπληρωμένη.e
25
Ταῦτα ἐν παροιμίαιςa
λελάληκαb
ὑμῖν· ⸀ἔρχεταιc
ὥρα ὅτε οὐκέτι ἐν παροιμίαιςd
λαλήσωe
ὑμῖν ἀλλὰ παρρησίᾳ περὶ τοῦ πατρὸς ⸀ἀπαγγελῶf
ὑμῖν.
26
ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐν τῷ ὀνόματί μου αἰτήσεσθε,a
καὶ οὐ λέγωb
ὑμῖν ὅτι ἐγὼ ἐρωτήσωc
τὸν πατέρα περὶ ὑμῶν·
27
αὐτὸς γὰρ ὁ πατὴρ φιλεῖa
ὑμᾶς, ὅτι ὑμεῖς ἐμὲ πεφιλήκατεb
καὶ πεπιστεύκατεc
ὅτι ἐγὼ παρὰ τοῦ ⸀θεοῦ ἐξῆλθον.d
28
ἐξῆλθονa
⸀ἐκ τοῦ πατρὸς καὶ ἐλήλυθαb
εἰς τὸν κόσμον· πάλιν ἀφίημιc
τὸν κόσμον καὶ πορεύομαιd
πρὸς τὸν πατέρα.
29
⸀Λέγουσινa
οἱ μαθηταὶ αὐτοῦ· Ἴδε νῦν ⸀ἐν παρρησίᾳ λαλεῖς,b
καὶ παροιμίανc
οὐδεμίαν λέγεις.d
30
νῦν οἴδαμενa
ὅτι οἶδαςb
πάντα καὶ οὐ χρείαν ἔχειςc
ἵνα τίς σε ἐρωτᾷ·d
ἐν τούτῳ πιστεύομενe
ὅτι ἀπὸ θεοῦ ἐξῆλθες.f
31
ἀπεκρίθηa
⸀αὐτοῖς Ἰησοῦς· Ἄρτι πιστεύετε;b
32
ἰδοὺ ἔρχεταιa
ὥρα ⸀καὶ ἐλήλυθενb
ἵνα σκορπισθῆτεc
ἕκαστος εἰς τὰ ἴδια κἀμὲ μόνον ἀφῆτε·d
καὶ οὐκ εἰμὶe
μόνος, ὅτι ὁ πατὴρ μετ’ ἐμοῦ ἐστιν.f
33
ταῦτα λελάληκαa
ὑμῖν ἵνα ἐν ἐμοὶ εἰρήνην ἔχητε·b
ἐν τῷ κόσμῳ θλῖψιν ἔχετε,c
ἀλλὰ θαρσεῖτε,d
ἐγὼ νενίκηκαe
τὸν κόσμον.