15
Ἐγώ εἰμιa
ἡ ἄμπελοςb
ἡ ἀληθινή,c
καὶ ὁ πατήρ μου ὁ γεωργόςd
ἐστιν·e
2
πᾶν κλῆμαa
ἐν ἐμοὶ μὴ φέρονb
καρπὸν αἴρειc
αὐτό, καὶ πᾶν τὸ καρπὸν φέρονd
καθαίρειe
αὐτὸ ἵνα ⸂καρπὸν πλείονα⸃ φέρῃ.f
3
ἤδη ὑμεῖς καθαροίa
ἐστεb
διὰ τὸν λόγον ὃν λελάληκαc
ὑμῖν·
4
μείνατεa
ἐν ἐμοί, κἀγὼ ἐν ὑμῖν. καθὼς τὸ κλῆμαb
οὐ δύναταιc
καρπὸν φέρεινd
ἀφ’ ἑαυτοῦ ἐὰν μὴ ⸀μένῃe
ἐν τῇ ἀμπέλῳ,f
οὕτως οὐδὲ ὑμεῖς ἐὰν μὴ ἐν ἐμοὶ ⸀μένητε.g
5
ἐγώ εἰμιa
ἡ ἄμπελος,b
ὑμεῖς τὰ κλήματα.c
ὁ μένωνd
ἐν ἐμοὶ κἀγὼ ἐν αὐτῷ οὗτος φέρειe
καρπὸν πολύν, ὅτι χωρὶς ἐμοῦ οὐ δύνασθεf
ποιεῖνg
οὐδέν.
6
ἐὰν μή τις ⸀μένῃa
ἐν ἐμοί, ἐβλήθηb
ἔξω ὡς τὸ κλῆμαc
καὶ ἐξηράνθη,d
καὶ συνάγουσινe
αὐτὰ καὶ εἰς τὸ πῦρ βάλλουσινf
καὶ καίεται.g
7
ἐὰν μείνητεa
ἐν ἐμοὶ καὶ τὰ ῥήματά μου ἐν ὑμῖν μείνῃ,b
ὃ ἐὰν θέλητεc
⸀αἰτήσασθεd
καὶ γενήσεταιe
ὑμῖν·
8
ἐν τούτῳ ἐδοξάσθηa
ὁ πατήρ μου ἵνα καρπὸν πολὺν φέρητεb
καὶ ⸀γένησθεc
ἐμοὶ μαθηταί.
9
καθὼς ἠγάπησένa
με ὁ πατήρ, κἀγὼ ⸂ὑμᾶς ἠγάπησα⸃,b
μείνατεc
ἐν τῇ ἀγάπῃ τῇ ἐμῇ.
10
ἐὰν τὰς ἐντολάς μου τηρήσητε,a
μενεῖτεb
ἐν τῇ ἀγάπῃ μου, καθὼς ἐγὼ ⸂τὰς ἐντολὰς τοῦ πατρός μου⸃ τετήρηκαc
καὶ μένωd
αὐτοῦ ἐν τῇ ἀγάπῃ.
11
ταῦτα λελάληκαa
ὑμῖν ἵνα ἡ χαρὰ ἡ ἐμὴ ἐν ὑμῖν ⸀ᾖb
καὶ ἡ χαρὰ ὑμῶν πληρωθῇ.c
12
Αὕτη ἐστὶνa
ἡ ἐντολὴ ἡ ἐμὴ ἵνα ἀγαπᾶτεb
ἀλλήλους καθὼς ἠγάπησαc
ὑμᾶς·
13
μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει,a
ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇb
ὑπὲρ τῶν φίλωνc
αὐτοῦ.
14
ὑμεῖς φίλοιa
μού ἐστεb
ἐὰν ποιῆτεc
⸀ἃ ἐγὼ ἐντέλλομαιd
ὑμῖν.
15
οὐκέτι ⸂λέγωa
ὑμᾶς⸃ δούλους, ὅτι ὁ δοῦλος οὐκ οἶδενb
τί ποιεῖc
αὐτοῦ ὁ κύριος· ὑμᾶς δὲ εἴρηκαd
φίλους,e
ὅτι πάντα ἃ ἤκουσαf
παρὰ τοῦ πατρός μου ἐγνώρισαg
ὑμῖν.
16
οὐχ ὑμεῖς με ἐξελέξασθε,a
ἀλλ’ ἐγὼ ἐξελεξάμηνb
ὑμᾶς, καὶ ἔθηκαc
ὑμᾶς ἵνα ὑμεῖς ὑπάγητεd
καὶ καρπὸν φέρητεe
καὶ ὁ καρπὸς ὑμῶν μένῃ,f
ἵνα ὅ τι ἂν αἰτήσητεg
τὸν πατέρα ἐν τῷ ὀνόματί μου δῷh
ὑμῖν.
17
ταῦτα ἐντέλλομαιa
ὑμῖν ἵνα ἀγαπᾶτεb
ἀλλήλους.
18
Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ,a
γινώσκετεb
ὅτι ἐμὲ πρῶτον ⸀ὑμῶν μεμίσηκεν.c
19
εἰ ἐκ τοῦ κόσμου ἦτε,a
ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει·b
ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ,c
ἀλλ’ ἐγὼ ἐξελεξάμηνd
ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖe
ὑμᾶς ὁ κόσμος.
20
μνημονεύετεa
τοῦ λόγου οὗ ἐγὼ εἶπονb
ὑμῖν· Οὐκ ἔστινc
δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ· εἰ ἐμὲ ἐδίωξαν,d
καὶ ὑμᾶς διώξουσιν·e
εἰ τὸν λόγον μου ἐτήρησαν,f
καὶ τὸν ὑμέτερονg
τηρήσουσιν.h
21
ἀλλὰ ταῦτα πάντα ποιήσουσινa
⸂εἰς ὑμᾶς⸃ διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασινb
τὸν πέμψαντάc
με.
22
εἰ μὴ ἦλθονa
καὶ ἐλάλησαb
αὐτοῖς, ἁμαρτίαν οὐκ ⸀εἴχοσαν·c
νῦν δὲ πρόφασινd
οὐκ ἔχουσινe
περὶ τῆς ἁμαρτίας αὐτῶν.
23
ὁ ἐμὲ μισῶνa
καὶ τὸν πατέρα μου μισεῖ.b
24
εἰ τὰ ἔργα μὴ ἐποίησαa
ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος ⸀ἐποίησεν,b
ἁμαρτίαν οὐκ ⸀εἴχοσαν·c
νῦν δὲ καὶ ἑωράκασινd
καὶ μεμισήκασινe
καὶ ἐμὲ καὶ τὸν πατέρα μου.
25
ἀλλ’ ἵνα πληρωθῇa
ὁ λόγος ὁ ⸂ἐν τῷ νόμῳ αὐτῶν γεγραμμένος⸃b
ὅτι Ἐμίσησάνc
με δωρεάν.d
26
⸀Ὅταν ἔλθῃa
ὁ παράκλητοςb
ὃν ἐγὼ πέμψωc
ὑμῖν παρὰ τοῦ πατρός, τὸ πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται,d
ἐκεῖνος μαρτυρήσειe
περὶ ἐμοῦ·
27
καὶ ὑμεῖς δὲ μαρτυρεῖτε,a
ὅτι ἀπ’ ἀρχῆς μετ’ ἐμοῦ ἐστε.b