12
Ὁ οὖν Ἰησοῦς πρὸ ἓξa
ἡμερῶν τοῦ πάσχαb
ἦλθενc
εἰς Βηθανίαν,d
ὅπου ἦνe
⸀Λάζαρος,f
ὃν ἤγειρενg
ἐκ νεκρῶν ⸀Ἰησοῦς.
2
ἐποίησανa
οὖν αὐτῷ δεῖπνονb
ἐκεῖ, καὶ ἡ Μάρθαc
διηκόνει,d
ὁ δὲ Λάζαροςe
εἷς ἦνf
⸀ἐκ τῶν ἀνακειμένωνg
σὺν αὐτῷ·
3
ἡ οὖν ⸀Μαριὰμa
λαβοῦσαb
λίτρανc
μύρουd
νάρδουe
πιστικῆςf
πολυτίμουg
ἤλειψενh
τοὺς πόδας τοῦ Ἰησοῦ καὶ ἐξέμαξενi
ταῖς θριξὶνj
αὐτῆς τοὺς πόδας αὐτοῦ· ἡ δὲ οἰκία ἐπληρώθηk
ἐκ τῆς ὀσμῆςl
τοῦ μύρου.m
4
λέγειa
⸀δὲ ⸂Ἰούδας ὁ Ἰσκαριώτηςb
εἷς τῶν μαθητῶν αὐτοῦ⸃, ὁ μέλλωνc
αὐτὸν παραδιδόναι·d
5
Διὰ τί τοῦτο τὸ μύρονa
οὐκ ἐπράθηb
τριακοσίωνc
δηναρίωνd
καὶ ἐδόθηe
πτωχοῖς;
6
εἶπενa
δὲ τοῦτο οὐχ ὅτι περὶ τῶν πτωχῶν ἔμελενb
αὐτῷ, ἀλλ’ ὅτι κλέπτηςc
ἦνd
καὶ τὸ γλωσσόκομονe
⸀ἔχωνf
τὰ βαλλόμεναg
ἐβάσταζεν.h
7
εἶπενa
οὖν ὁ Ἰησοῦς· Ἄφεςb
αὐτήν, ⸀ἵνα εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦc
μου ⸀τηρήσῃd
αὐτό·
8
τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετεa
μεθ’ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.b
9
Ἔγνωa
⸀οὖν ὄχλος πολὺς ἐκ τῶν Ἰουδαίων ὅτι ἐκεῖ ἐστιν,b
καὶ ἦλθονc
οὐ διὰ τὸν Ἰησοῦν μόνον, ἀλλ’ ἵνα καὶ τὸν Λάζαρονd
ἴδωσινe
ὃν ἤγειρενf
ἐκ νεκρῶν.
10
ἐβουλεύσαντοa
δὲ οἱ ἀρχιερεῖς ἵνα καὶ τὸν Λάζαρονb
ἀποκτείνωσιν,c
11
ὅτι πολλοὶ δι’ αὐτὸν ὑπῆγονa
τῶν Ἰουδαίων καὶ ἐπίστευονb
εἰς τὸν Ἰησοῦν.
12
Τῇ ἐπαύριονa
⸀ὁ ὄχλος πολὺς ὁ ἐλθὼνb
εἰς τὴν ἑορτήν,c
ἀκούσαντεςd
ὅτι ἔρχεταιe
⸁ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα,
13
ἔλαβονa
τὰ βαΐαb
τῶν φοινίκωνc
καὶ ἐξῆλθονd
εἰς ὑπάντησινe
αὐτῷ, καὶ ⸀ἐκραύγαζον·f
Ὡσαννά,g
εὐλογημένοςh
ὁ ἐρχόμενοςi
ἐν ὀνόματι κυρίου, ⸂καὶ ὁ⸃ βασιλεὺς τοῦ Ἰσραήλ.
14
εὑρὼνa
δὲ ὁ Ἰησοῦς ὀνάριονb
ἐκάθισενc
ἐπ’ αὐτό, καθώς ἐστινd
γεγραμμένον·e
15
Μὴ φοβοῦ,a
θυγάτηρb
Σιών·c
ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται,d
καθήμενοςe
ἐπὶ πῶλονf
ὄνου.g
16
⸀ταῦτα οὐκ ἔγνωσανa
⸂αὐτοῦ οἱ μαθηταὶ⸃ τὸ πρῶτον, ἀλλ’ ὅτε ἐδοξάσθηb
Ἰησοῦς τότε ἐμνήσθησανc
ὅτι ταῦτα ἦνd
ἐπ’ αὐτῷ γεγραμμέναe
καὶ ταῦτα ἐποίησανf
αὐτῷ.
17
ἐμαρτύρειa
οὖν ὁ ὄχλος ὁ ὢνb
μετ’ αὐτοῦ ὅτε τὸν Λάζαρονc
ἐφώνησενd
ἐκ τοῦ μνημείου καὶ ἤγειρενe
αὐτὸν ἐκ νεκρῶν.
18
διὰ τοῦτο ⸀καὶ ὑπήντησενa
αὐτῷ ὁ ὄχλος ὅτι ⸀ἤκουσανb
τοῦτο αὐτὸν πεποιηκέναιc
τὸ σημεῖον.
19
οἱ οὖν Φαρισαῖοι εἶπανa
πρὸς ἑαυτούς· Θεωρεῖτεb
ὅτι οὐκ ὠφελεῖτεc
οὐδέν· ἴδε ὁ ⸀κόσμος ὀπίσω αὐτοῦ ἀπῆλθεν.d
20
Ἦσανa
δὲ ⸂Ἕλληνέςb
τινες⸃ ἐκ τῶν ἀναβαινόντωνc
ἵνα προσκυνήσωσινd
ἐν τῇ ἑορτῇ·e
21
οὗτοι οὖν προσῆλθονa
Φιλίππῳ τῷ ἀπὸ Βηθσαϊδὰb
τῆς Γαλιλαίας, καὶ ἠρώτωνc
αὐτὸν λέγοντες·d
Κύριε, θέλομενe
τὸν Ἰησοῦν ἰδεῖν.f
22
ἔρχεταιa
⸀ὁ Φίλιππος καὶ λέγειb
τῷ Ἀνδρέᾳ·c
⸀ἔρχεταιd
Ἀνδρέαςe
καὶ Φίλιππος ⸀καὶ λέγουσινf
τῷ Ἰησοῦ.
23
ὁ δὲ Ἰησοῦς ⸀ἀποκρίνεταιa
αὐτοῖς λέγων·b
Ἐλήλυθενc
ἡ ὥρα ἵνα δοξασθῇd
ὁ υἱὸς τοῦ ἀνθρώπου.
24
ἀμὴν ἀμὴν λέγωa
ὑμῖν, ἐὰν μὴ ὁ κόκκοςb
τοῦ σίτουc
πεσὼνd
εἰς τὴν γῆν ἀποθάνῃ,e
αὐτὸς μόνος μένει·f
ἐὰν δὲ ἀποθάνῃ,g
πολὺν καρπὸν φέρει.h
25
ὁ φιλῶνa
τὴν ψυχὴν αὐτοῦ ⸀ἀπολλύειb
αὐτήν, καὶ ὁ μισῶνc
τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ εἰς ζωὴν αἰώνιον φυλάξειd
αὐτήν.
26
ἐὰν ἐμοί ⸂τις διακονῇ⸃a
ἐμοὶ ἀκολουθείτω,b
καὶ ὅπου εἰμὶc
ἐγὼ ἐκεῖ καὶ ὁ διάκονοςd
ὁ ἐμὸς ἔσται·e
⸀ἐάν τις ἐμοὶ διακονῇf
τιμήσειg
αὐτὸν ὁ πατήρ.
27
Νῦν ἡ ψυχή μου τετάρακται,a
καὶ τί εἴπω;b
πάτερ, σῶσόνc
με ἐκ τῆς ὥρας ταύτης. ἀλλὰ διὰ τοῦτο ἦλθονd
εἰς τὴν ὥραν ταύτην.
28
πάτερ, δόξασόνa
σου τὸ ὄνομα. ἦλθενb
οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ· Καὶ ἐδόξασαc
καὶ πάλιν δοξάσω.d
29
ὁ οὖν ὄχλος ὁ ἑστὼςa
καὶ ἀκούσαςb
ἔλεγενc
βροντὴνd
γεγονέναι·e
ἄλλοι ἔλεγον·f
Ἄγγελος αὐτῷ λελάληκεν.g
30
ἀπεκρίθηa
⸂Ἰησοῦς καὶ εἶπεν⸃·b
Οὐ δι’ ἐμὲ ⸂ἡ φωνὴ αὕτη⸃ γέγονενc
ἀλλὰ δι’ ὑμᾶς.
31
νῦν κρίσις ἐστὶνa
τοῦ κόσμου τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεταιb
ἔξω·
32
κἀγὼ ⸀ἐὰν ὑψωθῶa
ἐκ τῆς γῆς, πάντας ἑλκύσωb
πρὸς ἐμαυτόν.
33
τοῦτο δὲ ἔλεγενa
σημαίνωνb
ποίῳ θανάτῳ ἤμελλενc
ἀποθνῄσκειν.d
34
ἀπεκρίθηa
⸀οὖν αὐτῷ ὁ ὄχλος· Ἡμεῖς ἠκούσαμενb
ἐκ τοῦ νόμου ὅτι ὁ χριστὸς μένειc
εἰς τὸν αἰῶνα, καὶ πῶς ⸂λέγειςd
σὺ⸃ ⸀ὅτι δεῖe
ὑψωθῆναιf
τὸν υἱὸν τοῦ ἀνθρώπου; τίς ἐστινg
οὗτος ὁ υἱὸς τοῦ ἀνθρώπου;
35
εἶπενa
οὖν αὐτοῖς ὁ Ἰησοῦς· Ἔτι μικρὸν χρόνον τὸ φῶς ⸂ἐν ὑμῖν⸃ ἐστιν.b
περιπατεῖτεc
⸀ὡς τὸ φῶς ἔχετε,d
ἵνα μὴ σκοτίαe
ὑμᾶς καταλάβῃ,f
καὶ ὁ περιπατῶνg
ἐν τῇ σκοτίᾳh
οὐκ οἶδενi
ποῦ ὑπάγει.j
36
⸀ὡς τὸ φῶς ἔχετε,a
πιστεύετεb
εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε.c
Ταῦτα ⸀ἐλάλησενd
Ἰησοῦς, καὶ ἀπελθὼνe
ἐκρύβηf
ἀπ’ αὐτῶν.
37
τοσαῦταa
δὲ αὐτοῦ σημεῖα πεποιηκότοςb
ἔμπροσθεν αὐτῶν οὐκ ἐπίστευονc
εἰς αὐτόν,
38
ἵνα ὁ λόγος Ἠσαΐουa
τοῦ προφήτου πληρωθῇb
ὃν εἶπεν·c
Κύριε, τίς ἐπίστευσενd
τῇ ἀκοῇe
ἡμῶν; καὶ ὁ βραχίωνf
κυρίου τίνι ἀπεκαλύφθη;g
39
διὰ τοῦτο οὐκ ἠδύναντοa
πιστεύεινb
ὅτι πάλιν εἶπενc
Ἠσαΐας·d
40
Τετύφλωκενa
αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ ⸀ἐπώρωσενb
αὐτῶν τὴν καρδίαν, ἵνα μὴ ἴδωσινc
τοῖς ὀφθαλμοῖς καὶ νοήσωσινd
τῇ καρδίᾳ καὶ ⸀στραφῶσιν,e
καὶ ⸀ἰάσομαιf
αὐτούς.
41
ταῦτα εἶπενa
Ἠσαΐαςb
⸀ὅτι εἶδενc
τὴν δόξαν αὐτοῦ, καὶ ἐλάλησενd
περὶ αὐτοῦ.
42
ὅμωςa
μέντοιb
καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσανc
εἰς αὐτόν, ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουνd
ἵνα μὴ ἀποσυνάγωγοιe
γένωνται,f
43
ἠγάπησανa
γὰρ τὴν δόξαν τῶν ἀνθρώπων μᾶλλον ἤπερb
τὴν δόξαν τοῦ θεοῦ.
44
Ἰησοῦς δὲ ἔκραξενa
καὶ εἶπεν·b
Ὁ πιστεύωνc
εἰς ἐμὲ οὐ πιστεύειd
εἰς ἐμὲ ἀλλὰ εἰς τὸν πέμψαντάe
με,
45
καὶ ὁ θεωρῶνa
ἐμὲ θεωρεῖb
τὸν πέμψαντάc
με.
46
ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα,a
ἵνα πᾶς ὁ πιστεύωνb
εἰς ἐμὲ ἐν τῇ σκοτίᾳc
μὴ μείνῃ.d
47
καὶ ἐάν τίς μου ἀκούσῃa
τῶν ῥημάτων καὶ μὴ ⸀φυλάξῃ,b
ἐγὼ οὐ κρίνωc
αὐτόν, οὐ γὰρ ἦλθονd
ἵνα κρίνωe
τὸν κόσμον ἀλλ’ ἵνα σώσωf
τὸν κόσμον.
48
ὁ ἀθετῶνa
ἐμὲ καὶ μὴ λαμβάνωνb
τὰ ῥήματά μου ἔχειc
τὸν κρίνονταd
αὐτόν· ὁ λόγος ὃν ἐλάλησαe
ἐκεῖνος κρινεῖf
αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ·
49
ὅτι ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα,a
ἀλλ’ ὁ πέμψαςb
με πατὴρ αὐτός μοι ἐντολὴν ⸀δέδωκενc
τί εἴπωd
καὶ τί λαλήσω.e
50
καὶ οἶδαa
ὅτι ἡ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστιν.b
ἃ οὖν ⸂ἐγὼ λαλῶ⸃,c
καθὼς εἴρηκένd
μοι ὁ πατήρ, οὕτως λαλῶ.e