Κατὰ Ἰωάννην

11
Ἦνa δέ τις ἀσθενῶν,b Λάζαροςc ἀπὸ Βηθανίαςd ἐκ τῆς κώμηςe Μαρίαςf καὶ Μάρθαςg τῆς ἀδελφῆςh αὐτῆς.
2ἦνa δὲ ⸀Μαριὰμb ἀλείψασαc τὸν κύριον μύρῳd καὶ ἐκμάξασαe τοὺς πόδας αὐτοῦ ταῖς θριξὶνf αὐτῆς, ἧς ἀδελφὸς Λάζαροςg ἠσθένει.h
3ἀπέστειλανa οὖν αἱ ἀδελφαὶb πρὸς αὐτὸν λέγουσαι·c Κύριε, ἴδε ὃν φιλεῖςd ἀσθενεῖ.e
4ἀκούσαςa δὲ Ἰησοῦς εἶπεν·b Αὕτη ἀσθένειαc οὐκ ἔστινd πρὸς θάνατον ἀλλ’ ὑπὲρ τῆς δόξης τοῦ θεοῦ ἵνα δοξασθῇe υἱὸς τοῦ θεοῦ δι’ αὐτῆς.
5ἠγάπαa δὲ Ἰησοῦς τὴν Μάρθανb καὶ τὴν ἀδελφὴνc αὐτῆς καὶ τὸν Λάζαρον.d
6ὡς οὖν ἤκουσενa ὅτι ἀσθενεῖ,b τότε μὲν ἔμεινενc ἐν ἦνd τόπῳ δύο ἡμέρας·
7ἔπειταa μετὰ τοῦτο λέγειb τοῖς μαθηταῖς· Ἄγωμενc εἰς τὴν Ἰουδαίαν πάλιν.
8λέγουσινa αὐτῷ οἱ μαθηταί· Ῥαββί,b νῦν ἐζήτουνc σε λιθάσαιd οἱ Ἰουδαῖοι, καὶ πάλιν ὑπάγειςe ἐκεῖ;
9ἀπεκρίθηa Ἰησοῦς· Οὐχὶ δώδεκα ⸂ὧραί εἰσιν⸃b τῆς ἡμέρας; ἐάν τις περιπατῇc ἐν τῇ ἡμέρᾳ, οὐ προσκόπτει,d ὅτι τὸ φῶς τοῦ κόσμου τούτου βλέπει·e
10ἐὰν δέ τις περιπατῇa ἐν τῇ νυκτί, προσκόπτει,b ὅτι τὸ φῶς οὐκ ἔστινc ἐν αὐτῷ.
11ταῦτα εἶπεν,a καὶ μετὰ τοῦτο λέγειb αὐτοῖς· Λάζαροςc φίλοςd ἡμῶν κεκοίμηται,e ἀλλὰ πορεύομαιf ἵνα ἐξυπνίσωg αὐτόν.
12εἶπανa οὖν οἱ μαθηταὶ ⸀αὐτῷ· Κύριε, εἰ κεκοίμηταιb σωθήσεται.c
13εἰρήκειa δὲ Ἰησοῦς περὶ τοῦ θανάτου αὐτοῦ. ἐκεῖνοι δὲ ἔδοξανb ὅτι περὶ τῆς κοιμήσεωςc τοῦ ὕπνουd λέγει.e
14τότε οὖν εἶπενa αὐτοῖς Ἰησοῦς παρρησίᾳ· Λάζαροςb ἀπέθανεν,c
15καὶ χαίρωa δι’ ὑμᾶς, ἵνα πιστεύσητε,b ὅτι οὐκ ἤμηνc ἐκεῖ· ἀλλὰ ἄγωμενd πρὸς αὐτόν.
16εἶπενa οὖν Θωμᾶςb λεγόμενοςc Δίδυμοςd τοῖς συμμαθηταῖς·e Ἄγωμενf καὶ ἡμεῖς ἵνα ἀποθάνωμενg μετ’ αὐτοῦ.
17Ἐλθὼνa οὖν Ἰησοῦς εὗρενb αὐτὸν τέσσαρας ⸂ἤδη ἡμέρας⸃ ἔχονταc ἐν τῷ μνημείῳ.
18ἦνa δὲ ⸀ἡ Βηθανίαb ἐγγὺς τῶν Ἱεροσολύμων ὡς ἀπὸ σταδίωνc δεκαπέντε.d
19⸂πολλοὶ δὲ⸃ ἐκ τῶν Ἰουδαίων ἐληλύθεισανa πρὸς ⸀τὴν Μάρθανb καὶ ⸀Μαριὰμc ἵνα παραμυθήσωνταιd αὐτὰς περὶ τοῦ ⸀ἀδελφοῦ.
20 οὖν Μάρθαa ὡς ἤκουσενb ὅτι Ἰησοῦς ἔρχεταιc ὑπήντησενd αὐτῷ· ⸀Μαρίαe δὲ ἐν τῷ οἴκῳ ἐκαθέζετο.f
21εἶπενa οὖν ⸀ἡ Μάρθαb πρὸς ⸀τὸν Ἰησοῦν· Κύριε, εἰ ἦςc ὧδε ⸂οὐκ ἂν ἀπέθανενd ἀδελφός μου⸃·
22⸀καὶ νῦν οἶδαa ὅτι ὅσα ἂν αἰτήσῃb τὸν θεὸν δώσειc σοι θεός.
23λέγειa αὐτῇ Ἰησοῦς· Ἀναστήσεταιb ἀδελφός σου.
24λέγειa αὐτῷ ⸀ἡ Μάρθα·b Οἶδαc ὅτι ἀναστήσεταιd ἐν τῇ ἀναστάσει ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.
25εἶπενa αὐτῇ Ἰησοῦς· Ἐγώ εἰμιb ἀνάστασις καὶ ζωή· πιστεύωνc εἰς ἐμὲ κἂνd ἀποθάνῃe ζήσεται,f
26καὶ πᾶς ζῶνa καὶ πιστεύωνb εἰς ἐμὲ οὐ μὴ ἀποθάνῃc εἰς τὸν αἰῶνα· πιστεύειςd τοῦτο;
27λέγειa αὐτῷ· Ναί, κύριε· ἐγὼ πεπίστευκαb ὅτι σὺ εἶc χριστὸς υἱὸς τοῦ θεοῦ εἰς τὸν κόσμον ἐρχόμενος.d
28Καὶ ⸀τοῦτο εἰποῦσαa ἀπῆλθενb καὶ ἐφώνησενc ⸀Μαριὰμd τὴν ἀδελφὴνe αὐτῆς λάθρᾳf εἰποῦσα·g διδάσκαλος πάρεστινh καὶ φωνεῖi σε.
29ἐκείνη ⸀δὲ ὡς ἤκουσενa ⸀ἠγέρθηb ταχὺc καὶ ⸀ἤρχετοd πρὸς αὐτόν·
30οὔπωa δὲ ἐληλύθειb Ἰησοῦς εἰς τὴν κώμην,c ἀλλ’ ἦνd ⸀ἔτι ἐν τῷ τόπῳ ὅπου ὑπήντησενe αὐτῷ Μάρθα.f
31οἱ οὖν Ἰουδαῖοι οἱ ὄντεςa μετ’ αὐτῆς ἐν τῇ οἰκίᾳ καὶ παραμυθούμενοιb αὐτήν, ἰδόντεςc τὴν ⸀Μαριὰμd ὅτι ταχέωςe ἀνέστηf καὶ ἐξῆλθεν,g ἠκολούθησανh αὐτῇ ⸀δόξαντεςi ὅτι ὑπάγειj εἰς τὸ μνημεῖον ἵνα κλαύσῃk ἐκεῖ.
32 οὖν ⸀Μαριὰμa ὡς ἦλθενb ὅπου ⸀ἦνc Ἰησοῦς ἰδοῦσαd αὐτὸν ἔπεσενe αὐτοῦ ⸀πρὸς τοὺς πόδας, λέγουσαf αὐτῷ· Κύριε, εἰ ἦςg ὧδε οὐκ ἄν ⸂μου ἀπέθανεν⸃h ἀδελφός.
33Ἰησοῦς οὖν ὡς εἶδενa αὐτὴν κλαίουσανb καὶ τοὺς συνελθόνταςc αὐτῇ Ἰουδαίους κλαίονταςd ἐνεβριμήσατοe τῷ πνεύματι καὶ ἐτάραξενf ἑαυτόν,
34καὶ εἶπεν·a Ποῦ τεθείκατεb αὐτόν; λέγουσινc αὐτῷ· Κύριε, ἔρχουd καὶ ἴδε.e
35ἐδάκρυσενa Ἰησοῦς.
36ἔλεγονa οὖν οἱ Ἰουδαῖοι· Ἴδε πῶς ἐφίλειb αὐτόν.
37τινὲς δὲ ἐξ αὐτῶν εἶπαν·a Οὐκ ἐδύνατοb οὗτος ἀνοίξαςc τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ ποιῆσαιd ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ;e
38Ἰησοῦς οὖν πάλιν ἐμβριμώμενοςa ἐν ἑαυτῷ ἔρχεταιb εἰς τὸ μνημεῖον· ἦνc δὲ σπήλαιον,d καὶ λίθος ἐπέκειτοe ἐπ’ αὐτῷ.
39λέγειa Ἰησοῦς· Ἄρατεb τὸν λίθον. λέγειc αὐτῷ ἀδελφὴd τοῦ ⸀τετελευτηκότοςe Μάρθα·f Κύριε, ἤδη ὄζει,g τεταρταῖοςh γάρ ἐστιν.i
40λέγειa αὐτῇ Ἰησοῦς· Οὐκ εἶπόνb σοι ὅτι ἐὰν πιστεύσῃςc ⸀ὄψῃd τὴν δόξαν τοῦ θεοῦ;
41ἦρανa οὖν τὸν ⸀λίθον. δὲ Ἰησοῦς ἦρενb τοὺς ὀφθαλμοὺς ἄνωc καὶ εἶπεν·d Πάτερ, εὐχαριστῶe σοι ὅτι ἤκουσάςf μου,
42ἐγὼ δὲ ᾔδεινa ὅτι πάντοτέ μου ἀκούεις·b ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶταc εἶπον,d ἵνα πιστεύσωσινe ὅτι σύ με ἀπέστειλας.f
43καὶ ταῦτα εἰπὼνa φωνῇ μεγάλῃ ἐκραύγασεν·b Λάζαρε,c δεῦροd ἔξω.
44⸀ἐξῆλθενa τεθνηκὼςb δεδεμένοςc τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις,d καὶ ὄψιςe αὐτοῦ σουδαρίῳf περιεδέδετο.g λέγειh ⸂αὐτοῖς Ἰησοῦς⸃· Λύσατεi αὐτὸν καὶ ἄφετεj ⸀αὐτὸν ὑπάγειν.k
45Πολλοὶ οὖν ἐκ τῶν Ἰουδαίων, οἱ ἐλθόντεςa πρὸς τὴν ⸀Μαριὰμb καὶ θεασάμενοιc ⸀ἃ ⸀ἐποίησεν,d ἐπίστευσανe εἰς αὐτόν·
46τινὲς δὲ ἐξ αὐτῶν ἀπῆλθονa πρὸς τοὺς Φαρισαίους καὶ εἶπανb αὐτοῖς ⸀ἐποίησενc Ἰησοῦς.
47συνήγαγονa οὖν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι συνέδριον,b καὶ ἔλεγον·c Τί ποιοῦμενd ὅτι οὗτος ἄνθρωπος πολλὰ ⸂ποιεῖe σημεῖα⸃;
48ἐὰν ἀφῶμενa αὐτὸν οὕτως, πάντες πιστεύσουσινb εἰς αὐτόν, καὶ ἐλεύσονταιc οἱ Ῥωμαῖοιd καὶ ἀροῦσινe ἡμῶν καὶ τὸν τόπον καὶ τὸ ἔθνος.
49εἷς δέ τις ἐξ αὐτῶν Καϊάφας,a ἀρχιερεὺς ὢνb τοῦ ἐνιαυτοῦc ἐκείνου, εἶπενd αὐτοῖς· Ὑμεῖς οὐκ οἴδατεe οὐδέν,
50οὐδὲ ⸀λογίζεσθεa ὅτι συμφέρειb ⸀ὑμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃc ὑπὲρ τοῦ λαοῦ καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται.d
51τοῦτο δὲ ἀφ’ ἑαυτοῦ οὐκ εἶπεν,a ἀλλὰ ἀρχιερεὺς ὢνb τοῦ ἐνιαυτοῦc ἐκείνου ἐπροφήτευσενd ὅτι ἔμελλενe Ἰησοῦς ἀποθνῄσκεινf ὑπὲρ τοῦ ἔθνους,
52καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον, ἀλλ’ ἵνα καὶ τὰ τέκνα τοῦ θεοῦ τὰ διεσκορπισμέναa συναγάγῃb εἰς ἕν.
53ἀπ’ ἐκείνης οὖν τῆς ἡμέρας ⸀ἐβουλεύσαντοa ἵνα ἀποκτείνωσινb αὐτόν.
54⸂Ὁ οὖν Ἰησοῦς⸃ οὐκέτι παρρησίᾳ περιεπάτειa ἐν τοῖς Ἰουδαίοις, ἀλλὰ ἀπῆλθενb ἐκεῖθενc εἰς τὴν χώρανd ἐγγὺς τῆς ἐρήμου, εἰς Ἐφραὶμe λεγομένηνf πόλιν, κἀκεῖg ⸀ἔμεινενh μετὰ τῶν ⸀μαθητῶν.
55Ἦνa δὲ ἐγγὺς τὸ πάσχαb τῶν Ἰουδαίων, καὶ ἀνέβησανc πολλοὶ εἰς Ἱεροσόλυμα ἐκ τῆς χώραςd πρὸ τοῦ πάσχαe ἵνα ἁγνίσωσινf ἑαυτούς.
56ἐζήτουνa οὖν τὸν Ἰησοῦν καὶ ἔλεγονb μετ’ ἀλλήλων ἐν τῷ ἱερῷ ἑστηκότες·c Τί δοκεῖd ὑμῖν; ὅτι οὐ μὴ ἔλθῃe εἰς τὴν ἑορτήν;f
57δεδώκεισανa ⸀δὲ οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ⸀ἐντολὰς ἵνα ἐάν τις γνῷb ποῦ ἐστινc μηνύσῃ,d ὅπως πιάσωσινe αὐτόν.