1
Ἐν ἀρχῇ ἦνa
ὁ λόγος, καὶ ὁ λόγος ἦνb
πρὸς τὸν θεόν, καὶ θεὸς ἦνc
ὁ λόγος.
2
οὗτος ἦνa
ἐν ἀρχῇ πρὸς τὸν θεόν.
3
πάντα δι’ αὐτοῦ ἐγένετο,a
καὶ χωρὶς αὐτοῦ ἐγένετοb
οὐδὲ ἕν. ὃ γέγονενc
4
ἐν αὐτῷ ζωὴ ἦν,a
καὶ ἡ ζωὴ ἦνb
τὸ φῶς τῶν ἀνθρώπων·
5
καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳa
φαίνει,b
καὶ ἡ σκοτίαc
αὐτὸ οὐ κατέλαβεν.d
6
Ἐγένετοa
ἄνθρωπος ἀπεσταλμένοςb
παρὰ θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης·
7
οὗτος ἦλθενa
εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃb
περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσινc
δι’ αὐτοῦ.
8
οὐκ ἦνa
ἐκεῖνος τὸ φῶς, ἀλλ’ ἵνα μαρτυρήσῃb
περὶ τοῦ φωτός.
9
ἦνa
τὸ φῶς τὸ ἀληθινὸνb
ὃ φωτίζειc
πάντα ἄνθρωπον ἐρχόμενονd
εἰς τὸν κόσμον.
10
Ἐν τῷ κόσμῳ ἦν,a
καὶ ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο,b
καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω.c
11
εἰς τὰ ἴδια ἦλθεν,a
καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον.b
12
ὅσοι δὲ ἔλαβονa
αὐτόν, ἔδωκενb
αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι,c
τοῖς πιστεύουσινd
εἰς τὸ ὄνομα αὐτοῦ,
13
οἳ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκὸς οὐδὲ ἐκ θελήματος ἀνδρὸς ἀλλ’ ἐκ θεοῦ ἐγεννήθησαν.a
14
Καὶ ὁ λόγος σὰρξ ἐγένετοa
καὶ ἐσκήνωσενb
ἐν ἡμῖν, καὶ ἐθεασάμεθαc
τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦςd
παρὰ πατρός, πλήρηςe
χάριτος καὶ ἀληθείας·
15
(Ἰωάννης μαρτυρεῖa
περὶ αὐτοῦ καὶ κέκραγενb
λέγων·c
Οὗτος ἦνd
⸂ὃν εἶπον⸃·e
Ὁ ὀπίσω μου ἐρχόμενοςf
ἔμπροσθέν μου γέγονεν,g
ὅτι πρῶτός μου ἦν·)h
16
⸀ὅτι ἐκ τοῦ πληρώματοςa
αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν,b
καὶ χάριν ἀντὶc
χάριτος·
17
ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη,a
ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.b
18
θεὸν οὐδεὶς ἑώρακενa
πώποτε·b
⸂μονογενὴςc
θεὸς⸃ ὁ ὢνd
εἰς τὸν κόλπονe
τοῦ πατρὸς ἐκεῖνος ἐξηγήσατο.f
19
Καὶ αὕτη ἐστὶνa
ἡ μαρτυρία τοῦ Ἰωάννου ὅτε ⸀ἀπέστειλανb
οἱ Ἰουδαῖοι ἐξ Ἱεροσολύμων ἱερεῖς καὶ Λευίταςc
ἵνα ἐρωτήσωσινd
αὐτόν· Σὺ τίς εἶ;e
20
καὶ ὡμολόγησενa
καὶ οὐκ ἠρνήσατο,b
καὶ ὡμολόγησενc
ὅτι ⸂Ἐγὼ οὐκ εἰμὶ⸃d
ὁ χριστός.
21
καὶ ἠρώτησανa
αὐτόν· Τί οὖν; ⸂σὺ Ἠλίαςb
εἶ⸃;c
καὶ λέγει·d
Οὐκ εἰμί.e
Ὁ προφήτης εἶf
σύ; καὶ ἀπεκρίθη·g
Οὔ.
22
εἶπανa
οὖν αὐτῷ· Τίς εἶ;b
ἵνα ἀπόκρισινc
δῶμενd
τοῖς πέμψασινe
ἡμᾶς· τί λέγειςf
περὶ σεαυτοῦ;
23
ἔφη·a
Ἐγὼ φωνὴ βοῶντοςb
ἐν τῇ ἐρήμῳ· Εὐθύνατεc
τὴν ὁδὸν κυρίου, καθὼς εἶπενd
Ἠσαΐαςe
ὁ προφήτης.
24
⸀Καὶ ἀπεσταλμένοιa
ἦσανb
ἐκ τῶν Φαρισαίων.
25
καὶ ἠρώτησανa
αὐτὸν καὶ εἶπανb
αὐτῷ· Τί οὖν βαπτίζειςc
εἰ σὺ οὐκ εἶd
ὁ χριστὸς ⸂οὐδὲ Ἠλίαςe
οὐδὲ⸃ ὁ προφήτης;
26
ἀπεκρίθηa
αὐτοῖς ὁ Ἰωάννης λέγων·b
Ἐγὼ βαπτίζωc
ἐν ὕδατι· ⸀μέσος ὑμῶν ⸀ἕστηκενd
ὃν ὑμεῖς οὐκ οἴδατε,e
27
⸀ὁ ὀπίσω μου ⸀ἐρχόμενος,a
οὗ ⸂οὐκ εἰμὶ⸃b
ἄξιος ἵνα λύσωc
αὐτοῦ τὸν ἱμάνταd
τοῦ ὑποδήματος.e
28
ταῦτα ἐν Βηθανίᾳa
ἐγένετοb
πέρανc
τοῦ Ἰορδάνου,d
ὅπου ἦνe
⸀ὁ Ἰωάννης βαπτίζων.f
29
Τῇ ἐπαύριονa
βλέπειb
τὸν Ἰησοῦν ἐρχόμενονc
πρὸς αὐτόν, καὶ λέγει·d
Ἴδε ὁ ἀμνὸςe
τοῦ θεοῦ ὁ αἴρωνf
τὴν ἁμαρτίαν τοῦ κόσμου.
30
οὗτός ἐστινa
⸀ὑπὲρ οὗ ἐγὼ εἶπον·b
Ὀπίσω μου ἔρχεταιc
ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν,d
ὅτι πρῶτός μου ἦν·e
31
κἀγὼ οὐκ ᾔδεινa
αὐτόν, ἀλλ’ ἵνα φανερωθῇb
τῷ Ἰσραὴλ διὰ τοῦτο ἦλθονc
ἐγὼ ⸀ἐν ὕδατι βαπτίζων.d
32
καὶ ἐμαρτύρησενa
Ἰωάννης λέγωνb
ὅτι Τεθέαμαιc
τὸ πνεῦμα καταβαῖνονd
⸀ὡς περιστερὰνe
ἐξ οὐρανοῦ, καὶ ἔμεινενf
ἐπ’ αὐτόν·
33
κἀγὼ οὐκ ᾔδεινa
αὐτόν, ἀλλ’ ὁ πέμψαςb
με βαπτίζεινc
ἐν ὕδατι ἐκεῖνός μοι εἶπεν·d
Ἐφ’ ὃν ἂν ἴδῃςe
τὸ πνεῦμα καταβαῖνονf
καὶ μένονg
ἐπ’ αὐτόν, οὗτός ἐστινh
ὁ βαπτίζωνi
ἐν πνεύματι ἁγίῳ·
34
κἀγὼ ἑώρακα,a
καὶ μεμαρτύρηκαb
ὅτι οὗτός ἐστινc
ὁ ⸀ἐκλεκτὸςd
τοῦ θεοῦ.
35
Τῇ ἐπαύριονa
πάλιν εἱστήκειb
⸀ὁ Ἰωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο,
36
καὶ ἐμβλέψαςa
τῷ Ἰησοῦ περιπατοῦντιb
λέγει·c
Ἴδε ὁ ἀμνὸςd
τοῦ θεοῦ.
37
καὶ ἤκουσανa
⸂οἱ δύο μαθηταὶ αὐτοῦ⸃ λαλοῦντοςb
καὶ ἠκολούθησανc
τῷ Ἰησοῦ.
38
στραφεὶςa
δὲ ὁ Ἰησοῦς καὶ θεασάμενοςb
αὐτοὺς ἀκολουθοῦνταςc
λέγειd
αὐτοῖς· Τί ζητεῖτε;e
οἱ δὲ εἶπανf
αὐτῷ· Ῥαββίg
(ὃ λέγεταιh
⸀μεθερμηνευόμενονi
Διδάσκαλε), ποῦ μένεις;j
39
λέγειa
αὐτοῖς· Ἔρχεσθεb
καὶ ⸂ὄψεσθε.c
ἦλθανd
οὖν⸃ καὶ εἶδανe
ποῦ μένει,f
καὶ παρ’ αὐτῷ ἔμεινανg
τὴν ἡμέραν ἐκείνην· ὥρα ἦνh
ὡς δεκάτη.i
40
ἦνa
Ἀνδρέαςb
ὁ ἀδελφὸς Σίμωνος Πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντωνc
παρὰ Ἰωάννου καὶ ἀκολουθησάντωνd
αὐτῷ·
41
εὑρίσκειa
οὗτος ⸀πρῶτον τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα καὶ λέγειb
αὐτῷ· Εὑρήκαμενc
τὸν Μεσσίανd
(ὅ ἐστινe
μεθερμηνευόμενονf
χριστός).
42
⸀ἤγαγενa
αὐτὸν πρὸς τὸν Ἰησοῦν. ἐμβλέψαςb
αὐτῷ ὁ Ἰησοῦς εἶπεν·c
Σὺ εἶd
Σίμων ὁ υἱὸς ⸀Ἰωάννου, σὺ κληθήσῃe
Κηφᾶςf
(ὃ ἑρμηνεύεταιg
Πέτρος).
43
Τῇ ἐπαύριονa
ἠθέλησενb
ἐξελθεῖνc
εἰς τὴν Γαλιλαίαν. καὶ εὑρίσκειd
Φίλιππον καὶ λέγειe
αὐτῷ ὁ Ἰησοῦς· Ἀκολούθειf
μοι.
44
ἦνa
δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά,b
ἐκ τῆς πόλεως Ἀνδρέουc
καὶ Πέτρου.
45
εὑρίσκειa
Φίλιππος τὸν Ναθαναὴλb
καὶ λέγειc
αὐτῷ· Ὃν ἔγραψενd
Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται εὑρήκαμεν,e
⸀Ἰησοῦν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ.f
46
καὶ εἶπενa
αὐτῷ Ναθαναήλ·b
Ἐκ Ναζαρὲτc
δύναταίd
τι ἀγαθὸν εἶναι;e
λέγειf
αὐτῷ ⸀ὁ Φίλιππος· Ἔρχουg
καὶ ἴδε.h
47
εἶδενa
⸀ὁ Ἰησοῦς τὸν Ναθαναὴλb
ἐρχόμενονc
πρὸς αὐτὸν καὶ λέγειd
περὶ αὐτοῦ· Ἴδε ἀληθῶςe
Ἰσραηλίτηςf
ἐν ᾧ δόλοςg
οὐκ ἔστιν.h
48
λέγειa
αὐτῷ Ναθαναήλ·b
Πόθενc
με γινώσκεις;d
ἀπεκρίθηe
Ἰησοῦς καὶ εἶπενf
αὐτῷ· Πρὸ τοῦ σε Φίλιππον φωνῆσαιg
ὄνταh
ὑπὸ τὴν συκῆνi
εἶδόνj
σε.
49
ἀπεκρίθηa
⸂αὐτῷ Ναθαναήλ⸃·b
Ῥαββί,c
σὺ εἶd
ὁ υἱὸς τοῦ θεοῦ, σὺ ⸂βασιλεὺς εἶ⸃e
τοῦ Ἰσραήλ.
50
ἀπεκρίθηa
Ἰησοῦς καὶ εἶπενb
αὐτῷ· Ὅτι εἶπόνc
σοι ⸀ὅτι εἶδόνd
σε ὑποκάτωe
τῆς συκῆςf
πιστεύεις;g
μείζω τούτων ⸀ὄψῃ.h
51
καὶ λέγειa
αὐτῷ· Ἀμὴν ἀμὴν λέγωb
⸀ὑμῖν, ὄψεσθεc
τὸν οὐρανὸν ἀνεῳγόταd
καὶ τοὺς ἀγγέλους τοῦ θεοῦ ἀναβαίνονταςe
καὶ καταβαίνονταςf
ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.