3
Μὴ πολλοὶ διδάσκαλοι γίνεσθε,a
ἀδελφοί μου, εἰδότεςb
ὅτι μεῖζον κρίμαc
λημψόμεθα·d
2
πολλὰ γὰρ πταίομενa
ἅπαντες. εἴ τις ἐν λόγῳ οὐ πταίει,b
οὗτος τέλειοςc
ἀνήρ, δυνατὸς χαλιναγωγῆσαιd
καὶ ὅλον τὸ σῶμα.
3
⸂εἰ δὲ⸃ τῶν ἵππωνa
τοὺς χαλινοὺςb
εἰς τὰ στόματα βάλλομενc
⸀εἰς τὸ πείθεσθαιd
αὐτοὺς ἡμῖν, καὶ ὅλον τὸ σῶμα αὐτῶν μετάγομεν.e
4
ἰδοὺ καὶ τὰ πλοῖα, τηλικαῦταa
ὄνταb
καὶ ὑπὸ ⸂ἀνέμων σκληρῶν⸃c
ἐλαυνόμενα,d
μετάγεταιe
ὑπὸ ἐλαχίστουf
πηδαλίουg
ὅπου ⸂ἡ ὁρμὴh
τοῦ εὐθύνοντοςi
βούλεται⸃·j
5
οὕτως καὶ ἡ γλῶσσα μικρὸν μέλος ἐστὶνa
καὶ ⸂μεγάλα αὐχεῖ⸃.b
Ἰδοὺ ⸀ἡλίκονc
πῦρ ἡλίκηνd
ὕληνe
ἀνάπτει·f
6
καὶ ἡ γλῶσσα πῦρ, ὁ κόσμος τῆς ⸀ἀδικίαςa
ἡ γλῶσσα καθίσταταιb
ἐν τοῖς μέλεσιν ἡμῶν, ἡ σπιλοῦσαc
ὅλον τὸ σῶμα καὶ φλογίζουσαd
τὸν τροχὸνe
τῆς γενέσεωςf
καὶ φλογιζομένηg
ὑπὸ τῆς γεέννης.h
7
πᾶσα γὰρ φύσιςa
θηρίων τε καὶ πετεινῶνb
ἑρπετῶνc
τε καὶ ἐναλίωνd
δαμάζεταιe
καὶ δεδάμασταιf
τῇ φύσειg
τῇ ἀνθρωπίνῃ·h
8
τὴν δὲ γλῶσσαν οὐδεὶς ⸂δαμάσαιa
δύναταιb
ἀνθρώπων⸃· ⸀ἀκατάστατονc
κακόν, μεστὴd
ἰοῦe
θανατηφόρου.f
9
ἐν αὐτῇ εὐλογοῦμενa
τὸν ⸀κύριον καὶ πατέρα, καὶ ἐν αὐτῇ καταρώμεθαb
τοὺς ἀνθρώπους τοὺς καθ’ ὁμοίωσινc
θεοῦ γεγονότας·d
10
ἐκ τοῦ αὐτοῦ στόματος ἐξέρχεταιa
εὐλογίαb
καὶ κατάρα.c
οὐ χρή,d
ἀδελφοί μου, ταῦτα οὕτως γίνεσθαι.e
11
μήτιa
ἡ πηγὴb
ἐκ τῆς αὐτῆς ὀπῆςc
βρύειd
τὸ γλυκὺe
καὶ τὸ πικρόν;f
12
μὴ δύναται,a
ἀδελφοί μου, συκῆb
ἐλαίαςc
ποιῆσαιd
ἢ ἄμπελοςe
σῦκα;f
⸂οὔτε ἁλυκὸν⸃g
γλυκὺh
ποιῆσαιi
ὕδωρ.
13
Τίς σοφὸςa
καὶ ἐπιστήμωνb
ἐν ὑμῖν; δειξάτωc
ἐκ τῆς καλῆς ἀναστροφῆςd
τὰ ἔργα αὐτοῦ ἐν πραΰτητιe
σοφίας.
14
εἰ δὲ ζῆλονa
πικρὸνb
ἔχετεc
καὶ ἐριθείανd
ἐν τῇ καρδίᾳ ὑμῶν, μὴ κατακαυχᾶσθεe
καὶ ψεύδεσθεf
κατὰ τῆς ἀληθείας.
15
οὐκ ἔστινa
αὕτη ἡ σοφία ἄνωθενb
κατερχομένη,c
ἀλλὰ ἐπίγειος,d
ψυχική,e
δαιμονιώδης·f
16
ὅπου γὰρ ζῆλοςa
καὶ ἐριθεία,b
ἐκεῖ ἀκαταστασίαc
καὶ πᾶν φαῦλονd
πρᾶγμα.e
17
ἡ δὲ ἄνωθενa
σοφία πρῶτον μὲν ἁγνήb
ἐστιν,c
ἔπειταd
εἰρηνική,e
ἐπιεικής,f
εὐπειθής,g
μεστὴh
ἐλέουςi
καὶ καρπῶν ἀγαθῶν, ⸀ἀδιάκριτος,j
ἀνυπόκριτος·k
18
καρπὸς ⸀δὲ δικαιοσύνης ἐν εἰρήνῃ σπείρεταιa
τοῖς ποιοῦσινb
εἰρήνην.