2
Ἀδελφοί μου, μὴ ἐν προσωπολημψίαιςa
ἔχετεb
τὴν πίστιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς δόξης;
2
ἐὰν γὰρ εἰσέλθῃa
⸀εἰς συναγωγὴν ὑμῶν ἀνὴρ χρυσοδακτύλιοςb
ἐν ἐσθῆτιc
λαμπρᾷ,d
εἰσέλθῃe
δὲ καὶ πτωχὸς ἐν ῥυπαρᾷf
ἐσθῆτι,g
3
⸂ἐπιβλέψητεa
δὲ⸃ ἐπὶ τὸν φοροῦνταb
τὴν ἐσθῆταc
τὴν λαμπρὰνd
καὶ ⸀εἴπητε·e
Σὺ κάθουf
ὧδε καλῶς, καὶ τῷ πτωχῷ εἴπητε·g
Σὺ στῆθιh
⸂ἢ κάθουi
ἐκεῖ⸃ ὑπὸ τὸ ὑποπόδιόνj
μου,
4
⸀οὐ διεκρίθητεa
ἐν ἑαυτοῖς καὶ ἐγένεσθεb
κριταὶc
διαλογισμῶνd
πονηρῶν;
5
ἀκούσατε,a
ἀδελφοί μου ἀγαπητοί. οὐχ ὁ θεὸς ἐξελέξατοb
τοὺς πτωχοὺς ⸂τῷ κόσμῳ⸃ πλουσίουςc
ἐν πίστει καὶ κληρονόμουςd
τῆς βασιλείας ἧς ἐπηγγείλατοe
τοῖς ἀγαπῶσινf
αὐτόν;
6
ὑμεῖς δὲ ἠτιμάσατεa
τὸν πτωχόν. οὐχ οἱ πλούσιοιb
καταδυναστεύουσινc
ὑμῶν, καὶ αὐτοὶ ἕλκουσινd
ὑμᾶς εἰς κριτήρια;e
7
οὐκ αὐτοὶ βλασφημοῦσινa
τὸ καλὸν ὄνομα τὸ ἐπικληθὲνb
ἐφ’ ὑμᾶς;
8
Εἰ μέντοιa
νόμον τελεῖτεb
βασιλικὸνc
κατὰ τὴν γραφήν Ἀγαπήσειςd
τὸν πλησίονe
σου ὡς σεαυτόν, καλῶς ποιεῖτε·f
9
εἰ δὲ προσωπολημπτεῖτε,a
ἁμαρτίαν ἐργάζεσθε,b
ἐλεγχόμενοιc
ὑπὸ τοῦ νόμου ὡς παραβάται.d
10
ὅστις γὰρ ὅλον τὸν νόμον ⸂τηρήσῃ,a
πταίσῃ⸃b
δὲ ἐν ἑνί, γέγονενc
πάντων ἔνοχος.d
11
ὁ γὰρ εἰπώνa
Μὴ ⸀μοιχεύσῃςb
εἶπενc
καί Μὴ ⸀φονεύσῃς·d
εἰ δὲ οὐ ⸂μοιχεύειςe
φονεύεις⸃f
δέ, γέγοναςg
παραβάτηςh
νόμου.
12
οὕτως λαλεῖτεa
καὶ οὕτως ποιεῖτεb
ὡς διὰ νόμου ἐλευθερίαςc
μέλλοντεςd
κρίνεσθαι.e
13
ἡ γὰρ κρίσις ἀνέλεοςa
τῷ μὴ ποιήσαντιb
ἔλεος·c
κατακαυχᾶταιd
⸀ἔλεοςe
κρίσεως.
14
⸀Τί ὄφελος,a
ἀδελφοί μου, ἐὰν πίστιν λέγῃb
τις ἔχεινc
ἔργα δὲ μὴ ἔχῃ;d
μὴ δύναταιe
ἡ πίστις σῶσαιf
αὐτόν;
15
⸀ἐὰν ἀδελφὸς ἢ ἀδελφὴa
γυμνοὶb
ὑπάρχωσινc
καὶ ⸀λειπόμενοιd
τῆς ἐφημέρουe
τροφῆς,f
16
εἴπῃa
δέ τις αὐτοῖς ἐξ ὑμῶν· Ὑπάγετεb
ἐν εἰρήνῃ, θερμαίνεσθεc
καὶ χορτάζεσθε,d
μὴ δῶτεe
δὲ αὐτοῖς τὰ ἐπιτήδειαf
τοῦ σώματος, ⸀τί ὄφελος;g
17
οὕτως καὶ ἡ πίστις, ἐὰν μὴ ⸂ἔχῃa
ἔργα⸃, νεκρά ἐστινb
καθ’ ἑαυτήν.
18
Ἀλλ’ ἐρεῖa
τις· Σὺ πίστιν ἔχειςb
κἀγὼ ἔργα ἔχω.c
δεῖξόνd
μοι τὴν πίστιν σου ⸀χωρὶς τῶν ⸀ἔργων, κἀγώ ⸂σοι δείξω⸃e
ἐκ τῶν ἔργων μου τὴν ⸀πίστιν.
19
σὺ πιστεύειςa
ὅτι ⸂εἷς ἐστινb
ὁ θεός⸃; καλῶς ποιεῖς·c
καὶ τὰ δαιμόνια πιστεύουσινd
καὶ φρίσσουσιν.e
20
θέλειςa
δὲ γνῶναι,b
ὦc
ἄνθρωπε κενέ,d
ὅτι ἡ πίστις χωρὶς τῶν ἔργων ⸀ἀργήe
ἐστιν;f
21
Ἀβραὰμ ὁ πατὴρ ἡμῶν οὐκ ἐξ ἔργων ἐδικαιώθη,a
ἀνενέγκαςb
Ἰσαὰκc
τὸν υἱὸν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον;d
22
βλέπειςa
ὅτι ἡ πίστις συνήργειb
τοῖς ἔργοις αὐτοῦ καὶ ἐκ τῶν ἔργων ἡ πίστις ἐτελειώθη,c
23
καὶ ἐπληρώθηa
ἡ γραφὴ ἡ λέγουσα·b
Ἐπίστευσενc
δὲ Ἀβραὰμ τῷ θεῷ, καὶ ἐλογίσθηd
αὐτῷ εἰς δικαιοσύνην, καὶ φίλοςe
θεοῦ ἐκλήθη.f
24
⸀ὁρᾶτεa
ὅτι ἐξ ἔργων δικαιοῦταιb
ἄνθρωπος καὶ οὐκ ἐκ πίστεως μόνον.
25
ὁμοίως δὲ καὶ Ῥαὰβa
ἡ πόρνηb
οὐκ ἐξ ἔργων ἐδικαιώθη,c
ὑποδεξαμένηd
τοὺς ἀγγέλους καὶ ἑτέρᾳ ὁδῷ ἐκβαλοῦσα;e
26
ὥσπερ ⸀γὰρ τὸ σῶμα χωρὶς πνεύματος νεκρόν ἐστιν,a
οὕτως καὶ ἡ πίστις ⸀χωρὶς ἔργων νεκρά ἐστιν.b