Ἰακὠβου

1
Ἰάκωβος θεοῦ καὶ κυρίου Ἰησοῦ Χριστοῦ δοῦλος ταῖς δώδεκα φυλαῖς ταῖς ἐν τῇ διασπορᾷa χαίρειν.b
2Πᾶσαν χαρὰν ἡγήσασθε,a ἀδελφοί μου, ὅταν πειρασμοῖςb περιπέσητεc ποικίλοις,d
3γινώσκοντεςa ὅτι τὸ δοκίμιονb ὑμῶν τῆς πίστεως κατεργάζεταιc ὑπομονήν·
4 δὲ ὑπομονὴ ἔργον τέλειονa ἐχέτω,b ἵνα ἦτεc τέλειοιd καὶ ὁλόκληροι,e ἐν μηδενὶ λειπόμενοι.f
5Εἰ δέ τις ὑμῶν λείπεταιa σοφίας, αἰτείτωb παρὰ τοῦ διδόντοςc θεοῦ πᾶσιν ἁπλῶςd καὶ ⸀μὴ ὀνειδίζοντος,e καὶ δοθήσεταιf αὐτῷ·
6αἰτείτωa δὲ ἐν πίστει, μηδὲν διακρινόμενος,b γὰρ διακρινόμενοςc ἔοικενd κλύδωνιe θαλάσσης ἀνεμιζομένῳf καὶ ῥιπιζομένῳ·g
7μὴ γὰρ οἰέσθωa ἄνθρωπος ἐκεῖνος ὅτι λήμψεταίb τι παρὰ τοῦ κυρίου
8ἀνὴρ δίψυχος,a ἀκατάστατοςb ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ.
9Καυχάσθωa δὲ ἀδελφὸς ταπεινὸςb ἐν τῷ ὕψειc αὐτοῦ,
10 δὲ πλούσιοςa ἐν τῇ ταπεινώσειb αὐτοῦ, ὅτι ὡς ἄνθοςc χόρτουd παρελεύσεται.e
11ἀνέτειλενa γὰρ ἥλιος σὺν τῷ καύσωνιb καὶ ἐξήρανενc τὸν χόρτον,d καὶ τὸ ἄνθοςe αὐτοῦ ἐξέπεσενf καὶ εὐπρέπειαg τοῦ προσώπου αὐτοῦ ἀπώλετο·h οὕτως καὶ πλούσιοςi ἐν ταῖς πορείαιςj αὐτοῦ μαρανθήσεται.k
12Μακάριος ἀνὴρ ὃς ὑπομένειa πειρασμόν,b ὅτι δόκιμοςc γενόμενοςd λήμψεταιe τὸν στέφανονf τῆς ζωῆς, ὃν ⸀ἐπηγγείλατοg τοῖς ἀγαπῶσινh αὐτόν.
13μηδεὶς πειραζόμενοςa λεγέτωb ὅτι Ἀπὸ θεοῦ πειράζομαι·c γὰρ θεὸς ἀπείραστόςd ἐστινe κακῶν, πειράζειf δὲ αὐτὸς οὐδένα.
14ἕκαστος δὲ πειράζεταιa ὑπὸ τῆς ἰδίας ἐπιθυμίας ἐξελκόμενοςb καὶ δελεαζόμενος·c
15εἶταa ἐπιθυμία συλλαβοῦσαb τίκτειc ἁμαρτίαν, δὲ ἁμαρτία ἀποτελεσθεῖσαd ἀποκύειe θάνατον.
16μὴ πλανᾶσθε,a ἀδελφοί μου ἀγαπητοί.
17Πᾶσα δόσιςa ἀγαθὴ καὶ πᾶν δώρημαb τέλειονc ἄνωθένd ἐστιν,e καταβαῖνονf ἀπὸ τοῦ πατρὸς τῶν φώτων, παρ’ οὐκ ἔνιg παραλλαγὴh τροπῆςi ἀποσκίασμα.j
18βουληθεὶςa ἀπεκύησενb ἡμᾶς λόγῳ ἀληθείας, εἰς τὸ εἶναιc ἡμᾶς ἀπαρχήνd τινα τῶν αὐτοῦ κτισμάτων.e
19⸀Ἴστε,a ἀδελφοί μου ἀγαπητοί. ἔστωb ⸀δὲ πᾶς ἄνθρωπος ταχὺςc εἰς τὸ ἀκοῦσαι,d βραδὺςe εἰς τὸ λαλῆσαι,f βραδὺςg εἰς ὀργήν,
20ὀργὴ γὰρ ἀνδρὸς δικαιοσύνην θεοῦ ⸂οὐκ ἐργάζεται⸃.a
21διὸ ἀποθέμενοιa πᾶσαν ῥυπαρίανb καὶ περισσείανc κακίαςd ἐν πραΰτητιe δέξασθεf τὸν ἔμφυτονg λόγον τὸν δυνάμενονh σῶσαιi τὰς ψυχὰς ὑμῶν.
22Γίνεσθεa δὲ ποιηταὶb λόγου καὶ μὴ ⸂ἀκροαταὶc μόνον⸃ παραλογιζόμενοιd ἑαυτούς.
23ὅτι εἴ τις ἀκροατὴςa λόγου ἐστὶνb καὶ οὐ ποιητής,c οὗτος ἔοικενd ἀνδρὶ κατανοοῦντιe τὸ πρόσωπον τῆς γενέσεωςf αὐτοῦ ἐν ἐσόπτρῳ,g
24κατενόησενa γὰρ ἑαυτὸν καὶ ἀπελήλυθενb καὶ εὐθέως ἐπελάθετοc ὁποῖοςd ἦν.e
25 δὲ παρακύψαςa εἰς νόμον τέλειονb τὸν τῆς ἐλευθερίαςc καὶ παραμείνας,d ⸀οὐκ ἀκροατὴςe ἐπιλησμονῆςf γενόμενοςg ἀλλὰ ποιητὴςh ἔργου, οὗτος μακάριος ἐν τῇ ποιήσειi αὐτοῦ ἔσται.j
26Εἴ τις δοκεῖa θρησκὸςb ⸀εἶναιc μὴ χαλιναγωγῶνd γλῶσσαν ⸀αὐτοῦ ἀλλὰ ἀπατῶνe καρδίαν ⸀αὐτοῦ, τούτου μάταιοςf θρησκεία.g
27θρησκείαa καθαρὰb καὶ ἀμίαντοςc παρὰ ⸀τῷ θεῷ καὶ πατρὶ αὕτη ἐστίν,d ἐπισκέπτεσθαιe ὀρφανοὺςf καὶ χήραςg ἐν τῇ θλίψει αὐτῶν, ἄσπιλονh ἑαυτὸν τηρεῖνi ἀπὸ τοῦ κόσμου.