Πρὸς Ἑβραίους

1
Πολυμερῶςa καὶ πολυτρόπωςb πάλαιc θεὸς λαλήσαςd τοῖς πατράσιν ἐν τοῖς προφήταις
2ἐπ’ ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησενa ἡμῖν ἐν υἱῷ, ὃν ἔθηκενb κληρονόμονc πάντων, δι’ οὗ καὶ ⸂ἐποίησενd τοὺς αἰῶνας⸃·
3ὃς ὢνa ἀπαύγασμαb τῆς δόξης καὶ χαρακτὴρc τῆς ὑποστάσεωςd αὐτοῦ, φέρωνe τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως, ⸂δι’ αὑτοῦ⸃ καθαρισμὸνf ⸂τῶν ἁμαρτιῶν ποιησάμενος⸃g ἐκάθισενh ἐν δεξιᾷ τῆς μεγαλωσύνηςi ἐν ὑψηλοῖς,j
4τοσούτῳa κρείττωνb γενόμενοςc τῶν ἀγγέλων ὅσῳ διαφορώτερονd παρ’ αὐτοὺς κεκληρονόμηκενe ὄνομα.
5Τίνι γὰρ εἶπένa ποτε τῶν ἀγγέλων· Υἱός μου εἶb σύ, ἐγὼ σήμερον γεγέννηκάc σε, καὶ πάλιν· Ἐγὼ ἔσομαιd αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσταιe μοι εἰς υἱόν;
6ὅταν δὲ πάλιν εἰσαγάγῃa τὸν πρωτότοκονb εἰς τὴν οἰκουμένην,c λέγει·d Καὶ προσκυνησάτωσανe αὐτῷ πάντες ἄγγελοι θεοῦ.
7καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει·a ποιῶνb τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺςc αὐτοῦ πυρὸς φλόγα·d
8πρὸς δὲ τὸν υἱόν· θρόνος σου θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ⸂καὶ ῥάβδοςa τῆς εὐθύτητος⸃b ῥάβδοςc τῆς βασιλείας ⸀σου.
9ἠγάπησαςa δικαιοσύνην καὶ ἐμίσησαςb ἀνομίαν·c διὰ τοῦτο ἔχρισένd σε θεός, θεός σου, ἔλαιονe ἀγαλλιάσεωςf παρὰ τοὺς μετόχουςg σου·
10καί· Σὺ κατ’ ἀρχάς, κύριε, τὴν γῆν ἐθεμελίωσας,a καὶ ἔργα τῶν χειρῶν σού εἰσινb οἱ οὐρανοί·
11αὐτοὶ ἀπολοῦνται,a σὺ δὲ διαμένεις·b καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται,c
12καὶ ὡσεὶa περιβόλαιονb ἑλίξειςc αὐτούς, ⸂ὡς ἱμάτιον⸃ καὶ ἀλλαγήσονται·d σὺ δὲ αὐτὸς εἶ,e καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν.f
13πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκένa ποτε· Κάθουb ἐκ δεξιῶν μου ἕως ἂν θῶc τοὺς ἐχθρούς σου ὑποπόδιονd τῶν ποδῶν σου;
14οὐχὶ πάντες εἰσὶνa λειτουργικὰb πνεύματα εἰς διακονίαν ἀποστελλόμεναc διὰ τοὺς μέλλονταςd κληρονομεῖνe σωτηρίαν;
2
Διὰ τοῦτο δεῖa περισσοτέρωςb ⸂προσέχεινc ἡμᾶς⸃ τοῖς ἀκουσθεῖσιν,d μήποτεe παραρυῶμεν.f
2εἰ γὰρ δι’ ἀγγέλων λαληθεὶςa λόγος ἐγένετοb βέβαιος,c καὶ πᾶσα παράβασιςd καὶ παρακοὴe ἔλαβενf ἔνδικονg μισθαποδοσίαν,h
3πῶς ἡμεῖς ἐκφευξόμεθαa τηλικαύτηςb ἀμελήσαντεςc σωτηρίας, ἥτις, ἀρχὴν λαβοῦσαd λαλεῖσθαιe διὰ τοῦ κυρίου, ὑπὸ τῶν ἀκουσάντωνf εἰς ἡμᾶς ἐβεβαιώθη,g
4συνεπιμαρτυροῦντοςa τοῦ θεοῦ σημείοις τε καὶ τέρασινb καὶ ποικίλαιςc δυνάμεσιν καὶ πνεύματος ἁγίου μερισμοῖςd κατὰ τὴν αὐτοῦ θέλησιν;e
5Οὐ γὰρ ἀγγέλοις ὑπέταξενa τὴν οἰκουμένηνb τὴν μέλλουσαν,c περὶ ἧς λαλοῦμεν·d
6διεμαρτύρατοa δέ πού τις λέγων·b Τί ἐστινc ἄνθρωπος ὅτι μιμνῄσκῃd αὐτοῦ, υἱὸς ἀνθρώπου ὅτι ἐπισκέπτῃe αὐτόν;
7ἠλάττωσαςa αὐτὸν βραχύb τι παρ’ ἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστεφάνωσαςc ⸀αὐτόν,
8πάντα ὑπέταξαςa ὑποκάτωb τῶν ποδῶν αὐτοῦ· ἐν ⸂τῷ γὰρ⸃ ⸀ὑποτάξαιc τὰ πάντα οὐδὲν ἀφῆκενd αὐτῷ ἀνυπότακτον.e νῦν δὲ οὔπωf ὁρῶμενg αὐτῷ τὰ πάντα ὑποτεταγμένα·h
9τὸν δὲ βραχύa τι παρ’ ἀγγέλους ἠλαττωμένονb βλέπομενc Ἰησοῦν διὰ τὸ πάθημαd τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον,e ὅπως ⸀χωρὶς θεοῦ ὑπὲρ παντὸς γεύσηταιf θανάτου.
10Ἔπρεπενa γὰρ αὐτῷ, δι’ ὃν τὰ πάντα καὶ δι’ οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόνταb τὸν ἀρχηγὸνc τῆς σωτηρίας αὐτῶν διὰ παθημάτωνd τελειῶσαι.e
11 τε γὰρ ἁγιάζωνa καὶ οἱ ἁγιαζόμενοιb ἐξ ἑνὸς πάντες· δι’ ἣν αἰτίανc οὐκ ἐπαισχύνεταιd ἀδελφοὺς αὐτοὺς καλεῖν,e
12λέγων·a Ἀπαγγελῶb τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσωc σε·
13καὶ πάλιν· Ἐγὼ ἔσομαιa πεποιθὼςb ἐπ’ αὐτῷ· καὶ πάλιν· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία μοι ἔδωκενc θεός.
14Ἐπεὶa οὖν τὰ παιδία κεκοινώνηκενb ⸂αἵματος καὶ σαρκός⸃, καὶ αὐτὸς παραπλησίωςc μετέσχενd τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃe τὸν τὸ κράτοςf ἔχονταg τοῦ θανάτου, τοῦτ’ ἔστιh τὸν διάβολον,
15καὶ ἀπαλλάξῃa τούτους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆνb ἔνοχοιc ἦσανd δουλείας.e
16οὐ γὰρ δήπουa ἀγγέλων ἐπιλαμβάνεται,b ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται.c
17ὅθενa ὤφειλενb κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι,c ἵνα ἐλεήμωνd γένηταιe καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν θεόν, εἰς τὸ ἱλάσκεσθαιf τὰς ἁμαρτίας τοῦ λαοῦ·
18ἐν γὰρ πέπονθενa αὐτὸς πειρασθείς,b δύναταιc τοῖς πειραζομένοιςd βοηθῆσαι.e
3
Ὅθεν,a ἀδελφοὶ ἅγιοι, κλήσεωςb ἐπουρανίουc μέτοχοι,d κατανοήσατεe τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίαςf ἡμῶν ⸀Ἰησοῦν,
2πιστὸν ὄνταa τῷ ποιήσαντιb αὐτὸν ὡς καὶ Μωϋσῆς ⸀ἐν τῷ οἴκῳ αὐτοῦ.
3πλείονος γὰρ ⸂οὗτος δόξης⸃ παρὰ Μωϋσῆν ἠξίωταιa καθ’ ὅσον πλείονα τιμὴν ἔχειb τοῦ οἴκου κατασκευάσαςc αὐτόν·
4πᾶς γὰρ οἶκος κατασκευάζεταιa ὑπό τινος, ⸀δὲ πάντα κατασκευάσαςb θεός.
5καὶ Μωϋσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ ὡς θεράπωνa εἰς μαρτύριονb τῶν λαληθησομένων,c
6Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ· ⸀ὅς οἶκός ἐσμενa ἡμεῖς, ⸀ἐὰν τὴν παρρησίαν καὶ τὸ καύχημαb τῆς ⸀ἐλπίδος κατάσχωμεν.c
7Διό, καθὼς λέγειa τὸ πνεῦμα τὸ ἅγιον· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε,b
8μὴ σκληρύνητεa τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ,b κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦc ἐν τῇ ἐρήμῳ,
9οὗ ⸀ἐπείρασανa οἱ πατέρες ὑμῶν ⸂ἐν δοκιμασίᾳ⸃b καὶ εἶδονc τὰ ἔργα μου
10τεσσεράκονταa ἔτη· διὸ προσώχθισαb τῇ γενεᾷ ⸀ταύτῃ καὶ εἶπον·c Ἀεὶd πλανῶνταιe τῇ καρδίᾳ· αὐτοὶ δὲ οὐκ ἔγνωσανf τὰς ὁδούς μου·
11ὡς ὤμοσαa ἐν τῇ ὀργῇ μου· Εἰ εἰσελεύσονταιb εἰς τὴν κατάπαυσίνc μου.
12βλέπετε,a ἀδελφοί, μήποτεb ἔσταιc ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίαςd ἐν τῷ ἀποστῆναιe ἀπὸ θεοῦ ζῶντος,f
13ἀλλὰ παρακαλεῖτεa ἑαυτοὺς καθ’ ἑκάστην ἡμέραν, ἄχριςb οὗ τὸ Σήμερον καλεῖται,c ἵνα μὴ σκληρυνθῇd ⸂τις ἐξ ὑμῶν⸃ ἀπάτῃe τῆς ἁμαρτίας·
14μέτοχοιa γὰρ ⸂τοῦ Χριστοῦ γεγόναμεν⸃,b ἐάνπερc τὴν ἀρχὴν τῆς ὑποστάσεωςd μέχριe τέλους βεβαίανf κατάσχωμεν.g
15ἐν τῷ λέγεσθαι·a Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε,b Μὴ σκληρύνητεc τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ.d
16τίνες γὰρ ἀκούσαντεςa παρεπίκραναν;b ἀλλ’ οὐ πάντες οἱ ἐξελθόντεςc ἐξ Αἰγύπτουd διὰ Μωϋσέως;
17τίσιν δὲ προσώχθισενa τεσσεράκονταb ἔτη; οὐχὶ τοῖς ἁμαρτήσασιν,c ὧν τὰ κῶλαd ἔπεσενe ἐν τῇ ἐρήμῳ;
18τίσιν δὲ ὤμοσενa μὴ εἰσελεύσεσθαιb εἰς τὴν κατάπαυσινc αὐτοῦ εἰ μὴ τοῖς ἀπειθήσασιν;d
19καὶ βλέπομενa ὅτι οὐκ ἠδυνήθησανb εἰσελθεῖνc δι’ ἀπιστίαν.d
4
Φοβηθῶμενa οὖν μήποτεb καταλειπομένηςc ἐπαγγελίας εἰσελθεῖνd εἰς τὴν κατάπαυσινe αὐτοῦ δοκῇf τις ἐξ ὑμῶν ὑστερηκέναι·g
2καὶ γάρ ἐσμενa εὐηγγελισμένοιb καθάπερc κἀκεῖνοι,d ἀλλ’ οὐκ ὠφέλησενe λόγος τῆς ἀκοῆςf ἐκείνους, μὴ ⸀συγκεκερασμένουςg τῇ πίστει τοῖς ἀκούσασιν.h
3εἰσερχόμεθαa γὰρ ⸀εἰς κατάπαυσινb οἱ πιστεύσαντες,c καθὼς εἴρηκεν·d Ὡς ὤμοσαe ἐν τῇ ὀργῇ μου, Εἰ εἰσελεύσονταιf εἰς τὴν κατάπαυσίνg μου, καίτοιh τῶν ἔργων ἀπὸ καταβολῆςi κόσμου γενηθέντων,j
4εἴρηκενa γάρ που περὶ τῆς ἑβδόμηςb οὕτως· Καὶ κατέπαυσενc θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃd ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ,
5καὶ ἐν τούτῳ πάλιν· Εἰ εἰσελεύσονταιa εἰς τὴν κατάπαυσίνb μου.
6ἐπεὶa οὖν ἀπολείπεταιb τινὰς εἰσελθεῖνc εἰς αὐτήν, καὶ οἱ πρότερονd εὐαγγελισθέντεςe οὐκ εἰσῆλθονf δι’ ἀπείθειαν,g
7πάλιν τινὰ ὁρίζειa ἡμέραν, Σήμερον, ἐν Δαυὶδ λέγωνb μετὰ τοσοῦτονc χρόνον, καθὼς ⸀προείρηται,d Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε,e μὴ σκληρύνητεf τὰς καρδίας ὑμῶν·
8εἰ γὰρ αὐτοὺς Ἰησοῦς κατέπαυσεν,a οὐκ ἂν περὶ ἄλλης ἐλάλειb μετὰ ταῦτα ἡμέρας.
9ἄρα ἀπολείπεταιa σαββατισμὸςb τῷ λαῷ τοῦ θεοῦ·
10 γὰρ εἰσελθὼνa εἰς τὴν κατάπαυσινb αὐτοῦ καὶ αὐτὸς κατέπαυσενc ἀπὸ τῶν ἔργων αὐτοῦ ὥσπερ ἀπὸ τῶν ἰδίων θεός.
11σπουδάσωμενa οὖν εἰσελθεῖνb εἰς ἐκείνην τὴν κατάπαυσιν,c ἵνα μὴ ἐν τῷ αὐτῷ τις ὑποδείγματιd πέσῃe τῆς ἀπειθείας.f
12Ζῶνa γὰρ λόγος τοῦ θεοῦ καὶ ἐνεργὴςb καὶ τομώτεροςc ὑπὲρ πᾶσαν μάχαιρανd δίστομονe καὶ διϊκνούμενοςf ἄχρι μερισμοῦg ψυχῆς ⸀καὶ πνεύματος, ἁρμῶνh τε καὶ μυελῶν,i καὶ κριτικὸςj ἐνθυμήσεωνk καὶ ἐννοιῶνl καρδίας·
13καὶ οὐκ ἔστινa κτίσιςb ἀφανὴςc ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰd καὶ τετραχηλισμέναe τοῖς ὀφθαλμοῖς αὐτοῦ, πρὸς ὃν ἡμῖν λόγος.
14Ἔχοντεςa οὖν ἀρχιερέα μέγαν διεληλυθόταb τοὺς οὐρανούς, Ἰησοῦν τὸν υἱὸν τοῦ θεοῦ, κρατῶμενc τῆς ὁμολογίας·d
15οὐ γὰρ ἔχομενa ἀρχιερέα μὴ δυνάμενονb συμπαθῆσαιc ταῖς ἀσθενείαιςd ἡμῶν, ⸀πεπειρασμένονe δὲ κατὰ πάντα καθ’ ὁμοιότηταf χωρὶς ἁμαρτίας.
16προσερχώμεθαa οὖν μετὰ παρρησίας τῷ θρόνῳ τῆς χάριτος, ἵνα λάβωμενb ἔλεοςc καὶ χάριν εὕρωμενd εἰς εὔκαιρονe βοήθειαν.f
5
Πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενοςa ὑπὲρ ἀνθρώπων καθίσταταιb τὰ πρὸς τὸν θεόν, ἵνα προσφέρῃc δῶράd τε καὶ θυσίαςe ὑπὲρ ἁμαρτιῶν,
2μετριοπαθεῖνa δυνάμενοςb τοῖς ἀγνοοῦσιc καὶ πλανωμένοιςd ἐπεὶe καὶ αὐτὸς περίκειταιf ἀσθένειαν,g
3καὶ ⸂δι’ αὐτὴν⸃ ὀφείλει,a καθὼς περὶ τοῦ λαοῦ, οὕτως καὶ περὶ ⸀αὑτοῦ προσφέρεινb ⸀περὶ ἁμαρτιῶν.
4καὶ οὐχ ἑαυτῷ τις λαμβάνειa τὴν τιμήν, ἀλλὰ καλούμενοςb ὑπὸ τοῦ θεοῦ, ⸀καθώσπερc καὶ Ἀαρών.d
5Οὕτως καὶ Χριστὸς οὐχ ἑαυτὸν ἐδόξασενa γενηθῆναιb ἀρχιερέα, ἀλλ’ λαλήσαςc πρὸς αὐτόν· Υἱός μου εἶd σύ, ἐγὼ σήμερον γεγέννηκάe σε·
6καθὼς καὶ ἐν ἑτέρῳ λέγει·a Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξινb Μελχισέδεκ,c
7ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ δεήσειςa τε καὶ ἱκετηρίαςb πρὸς τὸν δυνάμενονc σῴζεινd αὐτὸν ἐκ θανάτου μετὰ κραυγῆςe ἰσχυρᾶςf καὶ δακρύωνg προσενέγκαςh καὶ εἰσακουσθεὶςi ἀπὸ τῆς εὐλαβείας,j
8καίπερa ὢνb υἱός, ἔμαθενc ἀφ’ ὧν ἔπαθενd τὴν ὑπακοήν,e
9καὶ τελειωθεὶςa ἐγένετοb ⸂πᾶσιν τοῖς ὑπακούουσινc αὐτῷ⸃ αἴτιοςd σωτηρίας αἰωνίου,
10προσαγορευθεὶςa ὑπὸ τοῦ θεοῦ ἀρχιερεὺς κατὰ τὴν τάξινb Μελχισέδεκ.c
11Περὶ οὗ πολὺς ἡμῖν λόγος καὶ δυσερμήνευτοςa λέγειν,b ἐπεὶc νωθροὶd γεγόνατεe ταῖς ἀκοαῖς·f
12καὶ γὰρ ὀφείλοντεςa εἶναιb διδάσκαλοι διὰ τὸν χρόνον, πάλιν χρείαν ἔχετεc τοῦ διδάσκεινd ὑμᾶς ⸀τινὰ τὰ στοιχεῖαe τῆς ἀρχῆς τῶν λογίωνf τοῦ θεοῦ, καὶ γεγόνατεg χρείαν ἔχοντεςh γάλακτος,i ⸀οὐ στερεᾶςj τροφῆς.k
13πᾶς γὰρ μετέχωνa γάλακτοςb ἄπειροςc λόγου δικαιοσύνης, νήπιοςd γάρ ἐστιν·e
14τελείωνa δέ ἐστινb στερεὰc τροφή,d τῶν διὰ τὴν ἕξινe τὰ αἰσθητήριαf γεγυμνασμέναg ἐχόντωνh πρὸς διάκρισινi καλοῦ τε καὶ κακοῦ.
6
Διὸ ἀφέντεςa τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λόγον ἐπὶ τὴν τελειότηταb φερώμεθα,c μὴ πάλιν θεμέλιονd καταβαλλόμενοιe μετανοίαςf ἀπὸ νεκρῶν ἔργων, καὶ πίστεως ἐπὶ θεόν,
2βαπτισμῶνa ⸀διδαχὴν ἐπιθέσεώςb τε χειρῶν, ἀναστάσεώς ⸀τε νεκρῶν καὶ κρίματοςc αἰωνίου.
3καὶ τοῦτο ⸀ποιήσομενa ἐάνπερb ἐπιτρέπῃc θεός.
4Ἀδύνατονa γὰρ τοὺς ἅπαξb φωτισθένταςc γευσαμένουςd τε τῆς δωρεᾶςe τῆς ἐπουρανίουf καὶ μετόχουςg γενηθένταςh πνεύματος ἁγίου
5καὶ καλὸν γευσαμένουςa θεοῦ ῥῆμα δυνάμεις τε μέλλοντοςb αἰῶνος,
6καὶ παραπεσόντας,a πάλιν ἀνακαινίζεινb εἰς μετάνοιαν,c ἀνασταυροῦνταςd ἑαυτοῖς τὸν υἱὸν τοῦ θεοῦ καὶ παραδειγματίζοντας.e
7γῆ γὰρ πιοῦσαa τὸν ἐπ’ αὐτῆς ⸂ἐρχόμενονb πολλάκις⸃c ὑετόν,d καὶ τίκτουσαe βοτάνηνf εὔθετονg ἐκείνοις δι’ οὓς καὶ γεωργεῖται,h μεταλαμβάνειi εὐλογίαςj ἀπὸ τοῦ θεοῦ·
8ἐκφέρουσαa δὲ ἀκάνθαςb καὶ τριβόλουςc ἀδόκιμοςd καὶ κατάραςe ἐγγύς, ἧς τὸ τέλος εἰς καῦσιν.f
9Πεπείσμεθαa δὲ περὶ ὑμῶν, ἀγαπητοί, τὰ κρείσσοναb καὶ ἐχόμεναc σωτηρίας, εἰ καὶ οὕτως λαλοῦμεν·d
10οὐ γὰρ ἄδικοςa θεὸς ἐπιλαθέσθαιb τοῦ ἔργου ὑμῶν ⸀καὶ τῆς ἀγάπης ἧς ἐνεδείξασθεc εἰς τὸ ὄνομα αὐτοῦ, διακονήσαντεςd τοῖς ἁγίοις καὶ διακονοῦντες.e
11ἐπιθυμοῦμενa δὲ ἕκαστον ὑμῶν τὴν αὐτὴν ἐνδείκνυσθαιb σπουδὴνc πρὸς τὴν πληροφορίανd τῆς ἐλπίδος ἄχρι τέλους,
12ἵνα μὴ νωθροὶa γένησθε,b μιμηταὶc δὲ τῶν διὰ πίστεως καὶ μακροθυμίαςd κληρονομούντωνe τὰς ἐπαγγελίας.
13Τῷ γὰρ Ἀβραὰμ ἐπαγγειλάμενοςa θεός, ἐπεὶb κατ’ οὐδενὸς εἶχενc μείζονος ὀμόσαι,d ὤμοσενe καθ’ ἑαυτοῦ,
14λέγων·a ⸀Εἰ μὴνb εὐλογῶνc εὐλογήσωd σε καὶ πληθύνωνe πληθυνῶf σε·
15καὶ οὕτως μακροθυμήσαςa ἐπέτυχενb τῆς ἐπαγγελίας.
16⸀ἄνθρωποι γὰρ κατὰ τοῦ μείζονος ὀμνύουσιν,a καὶ πάσης αὐτοῖς ἀντιλογίαςb πέραςc εἰς βεβαίωσινd ὅρκος·e
17ἐν περισσότερονa βουλόμενοςb θεὸς ἐπιδεῖξαιc τοῖς κληρονόμοιςd τῆς ἐπαγγελίας τὸ ἀμετάθετονe τῆς βουλῆςf αὐτοῦ ἐμεσίτευσενg ὅρκῳ,h
18ἵνα διὰ δύο πραγμάτωνa ἀμεταθέτων,b ἐν οἷς ἀδύνατονc ψεύσασθαιd ⸀θεόν, ἰσχυρὰνe παράκλησινf ἔχωμενg οἱ καταφυγόντεςh κρατῆσαιi τῆς προκειμένηςj ἐλπίδος·
19ἣν ὡς ἄγκυρανa ἔχομενb τῆς ψυχῆς, ⸀ἀσφαλῆc τε καὶ βεβαίανd καὶ εἰσερχομένηνe εἰς τὸ ἐσώτερονf τοῦ καταπετάσματος,g
20ὅπου πρόδρομοςa ὑπὲρ ἡμῶν εἰσῆλθενb Ἰησοῦς, κατὰ τὴν τάξινc Μελχισέδεκd ἀρχιερεὺς γενόμενοςe εἰς τὸν αἰῶνα.
7
Οὗτος γὰρ Μελχισέδεκ,a βασιλεὺς Σαλήμ,b ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου,c ⸀ὁ συναντήσαςd Ἀβραὰμ ὑποστρέφοντιe ἀπὸ τῆς κοπῆςf τῶν βασιλέων καὶ εὐλογήσαςg αὐτόν,
2 καὶ δεκάτηνa ἀπὸ πάντων ἐμέρισενb Ἀβραάμ, πρῶτον μὲν ἑρμηνευόμενοςc βασιλεὺς δικαιοσύνης ἔπειταd δὲ καὶ βασιλεὺς Σαλήμ,e ἐστινf βασιλεὺς εἰρήνης,
3ἀπάτωρ,a ἀμήτωρ,b ἀγενεαλόγητος,c μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος ἔχων,d ἀφωμοιωμένοςe δὲ τῷ υἱῷ τοῦ θεοῦ, μένειf ἱερεὺς εἰς τὸ διηνεκές.g
4Θεωρεῖτεa δὲ πηλίκοςb οὗτος ⸀ᾧ δεκάτηνc Ἀβραὰμ ἔδωκενd ἐκ τῶν ἀκροθινίωνe πατριάρχης.f
5καὶ οἱ μὲν ἐκ τῶν υἱῶν Λευὶa τὴν ἱερατείανb λαμβάνοντεςc ἐντολὴν ἔχουσινd ἀποδεκατοῦνe τὸν λαὸν κατὰ τὸν νόμον, τοῦτ’ ἔστινf τοὺς ἀδελφοὺς αὐτῶν, καίπερg ἐξεληλυθόταςh ἐκ τῆς ὀσφύοςi Ἀβραάμ·
6 δὲ μὴ γενεαλογούμενοςa ἐξ αὐτῶν δεδεκάτωκενb ⸀Ἀβραάμ, καὶ τὸν ἔχονταc τὰς ἐπαγγελίας εὐλόγηκεν.d
7χωρὶς δὲ πάσης ἀντιλογίαςa τὸ ἔλαττονb ὑπὸ τοῦ κρείττονοςc εὐλογεῖται.d
8καὶ ὧδε μὲν δεκάταςa ἀποθνῄσκοντεςb ἄνθρωποι λαμβάνουσιν,c ἐκεῖ δὲ μαρτυρούμενοςd ὅτι ζῇ.e
9καὶ ὡς ἔποςa εἰπεῖν,b δι’ Ἀβραὰμ καὶ Λευὶc δεκάταςd λαμβάνωνe δεδεκάτωται,f
10ἔτι γὰρ ἐν τῇ ὀσφύϊa τοῦ πατρὸς ἦνb ὅτε συνήντησενc αὐτῷ ⸀Μελχισέδεκ.d
11Εἰ μὲν οὖν τελείωσιςa διὰ τῆς Λευιτικῆςb ἱερωσύνηςc ἦν,d λαὸς γὰρ ἐπ’ ⸀αὐτῆς ⸀νενομοθέτηται,e τίς ἔτι χρεία κατὰ τὴν τάξινf Μελχισέδεκg ἕτερον ἀνίστασθαιh ἱερέα καὶ οὐ κατὰ τὴν τάξινi Ἀαρὼνj λέγεσθαι;k
12μετατιθεμένηςa γὰρ τῆς ἱερωσύνηςb ἐξ ἀνάγκηςc καὶ νόμου μετάθεσιςd γίνεται.e
13ἐφ’ ὃν γὰρ λέγεταιa ταῦτα φυλῆς ἑτέρας μετέσχηκεν,b ἀφ’ ἧς οὐδεὶς προσέσχηκενc τῷ θυσιαστηρίῳ·d
14πρόδηλονa γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκενb κύριος ἡμῶν, εἰς ἣν φυλὴν ⸂περὶ ἱερέων οὐδὲν⸃ Μωϋσῆς ἐλάλησεν.c
15Καὶ περισσότερονa ἔτι κατάδηλόνb ἐστιν,c εἰ κατὰ τὴν ὁμοιότηταd Μελχισέδεκe ἀνίσταταιf ἱερεὺς ἕτερος,
16ὃς οὐ κατὰ νόμον ἐντολῆς ⸀σαρκίνηςa γέγονενb ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου,c
17⸀μαρτυρεῖταιa γὰρ ὅτι Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξινb Μελχισέδεκ.c
18ἀθέτησιςa μὲν γὰρ γίνεταιb προαγούσηςc ἐντολῆς διὰ τὸ αὐτῆς ἀσθενὲςd καὶ ἀνωφελές,e
19οὐδὲν γὰρ ἐτελείωσενa νόμος, ἐπεισαγωγὴb δὲ κρείττονοςc ἐλπίδος, δι’ ἧς ἐγγίζομενd τῷ θεῷ.
20Καὶ καθ’ ὅσον οὐ χωρὶς ὁρκωμοσίαςa (οἱ μὲν γὰρ χωρὶς ὁρκωμοσίαςb εἰσὶνc ἱερεῖς γεγονότες,d
21 δὲ μετὰ ὁρκωμοσίαςa διὰ τοῦ λέγοντοςb πρὸς αὐτόν· Ὤμοσενc κύριος, καὶ οὐ μεταμεληθήσεται,d Σὺ ἱερεὺς εἰς τὸν ⸀αἰῶνα),
22κατὰ ⸀τοσοῦτοa ⸀κρείττονοςb διαθήκης γέγονενc ἔγγυοςd Ἰησοῦς.
23Καὶ οἱ μὲν πλείονές εἰσινa γεγονότεςb ἱερεῖς διὰ τὸ θανάτῳ κωλύεσθαιc παραμένειν·d
24 δὲ διὰ τὸ μένεινa αὐτὸν εἰς τὸν αἰῶνα ἀπαράβατονb ἔχειc τὴν ἱερωσύνην·d
25ὅθενa καὶ σῴζεινb εἰς τὸ παντελὲςc δύναταιd τοὺς προσερχομένουςe δι’ αὐτοῦ τῷ θεῷ, πάντοτε ζῶνf εἰς τὸ ἐντυγχάνεινg ὑπὲρ αὐτῶν.
26Τοιοῦτος γὰρ ἡμῖν ⸀καὶ ἔπρεπενa ἀρχιερεύς, ὅσιος,b ἄκακος,c ἀμίαντος,d κεχωρισμένοςe ἀπὸ τῶν ἁμαρτωλῶν, καὶ ὑψηλότεροςf τῶν οὐρανῶν γενόμενος·g
27ὃς οὐκ ἔχειa καθ’ ἡμέραν ἀνάγκην,b ὥσπερ οἱ ἀρχιερεῖς, πρότερονc ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίαςd ἀναφέρειν,e ἔπειταf τῶν τοῦ λαοῦ (τοῦτο γὰρ ἐποίησενg ἐφάπαξh ἑαυτὸν ἀνενέγκας)·i
28 νόμος γὰρ ἀνθρώπους καθίστησινa ἀρχιερεῖς ἔχονταςb ἀσθένειαν,c λόγος δὲ τῆς ὁρκωμοσίαςd τῆς μετὰ τὸν νόμον υἱόν, εἰς τὸν αἰῶνα τετελειωμένον.e
8
Κεφάλαιονa δὲ ἐπὶ τοῖς λεγομένοις,b τοιοῦτον ἔχομενc ἀρχιερέα, ὃς ἐκάθισενd ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνηςe ἐν τοῖς οὐρανοῖς,
2τῶν ἁγίων λειτουργὸςa καὶ τῆς σκηνῆςb τῆς ἀληθινῆς,c ἣν ἔπηξενd κύριος, ⸀οὐκ ἄνθρωπος.
3πᾶς γὰρ ἀρχιερεὺς εἰς τὸ προσφέρεινa δῶράb τε καὶ θυσίαςc καθίσταται·d ὅθενe ἀναγκαῖονf ἔχεινg τι καὶ τοῦτον προσενέγκῃ.h
4εἰ μὲν ⸀οὖν ἦνa ἐπὶ γῆς, οὐδ’ ἂν ἦνb ἱερεύς, ⸀ὄντωνc τῶν προσφερόντωνd κατὰ ⸀νόμον τὰ δῶρα·e
5(οἵτινες ὑποδείγματιa καὶ σκιᾷb λατρεύουσινc τῶν ἐπουρανίων,d καθὼς κεχρημάτισταιe Μωϋσῆς μέλλωνf ἐπιτελεῖνg τὴν σκηνήν,h Ὅραi γάρ, φησίν,j ποιήσειςk πάντα κατὰ τὸν τύπονl τὸν δειχθένταm σοι ἐν τῷ ὄρει)·
6⸀νυνὶa δὲ διαφορωτέραςb τέτυχενc λειτουργίας,d ὅσῳ καὶ κρείττονόςe ἐστινf διαθήκης μεσίτης,g ἥτις ἐπὶ κρείττοσινh ἐπαγγελίαις νενομοθέτηται.i
7Εἰ γὰρ πρώτη ἐκείνη ἦνa ἄμεμπτος,b οὐκ ἂν δευτέρας ἐζητεῖτοc τόπος·
8μεμφόμενοςa γὰρ ⸀αὐτοὺς λέγει·b Ἰδοὺ ἡμέραι ἔρχονται,c λέγειd κύριος, καὶ συντελέσωe ἐπὶ τὸν οἶκον Ἰσραὴλ καὶ ἐπὶ τὸν οἶκον Ἰούδα διαθήκην καινήν,
9οὐ κατὰ τὴν διαθήκην ἣν ἐποίησαa τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένουb μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖνc αὐτοὺς ἐκ γῆς Αἰγύπτου,d ὅτι αὐτοὶ οὐκ ἐνέμεινανe ἐν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέλησαf αὐτῶν, λέγειg κύριος.
10ὅτι αὕτη διαθήκη ἣν διαθήσομαιa τῷ οἴκῳ Ἰσραὴλ μετὰ τὰς ἡμέρας ἐκείνας, λέγειb κύριος, διδοὺςc νόμους μου εἰς τὴν διάνοιανd αὐτῶν, καὶ ἐπὶ καρδίας αὐτῶν ἐπιγράψωe αὐτούς, καὶ ἔσομαιf αὐτοῖς εἰς θεόν καὶ αὐτοὶ ἔσονταίg μοι εἰς λαόν.
11καὶ οὐ μὴ διδάξωσινa ἕκαστος τὸν πολίτηνb αὐτοῦ καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, λέγων·c Γνῶθιd τὸν κύριον, ὅτι πάντες εἰδήσουσίνe με ἀπὸ ⸀μικροῦ ἕως μεγάλου αὐτῶν.
12ὅτι ἵλεωςa ἔσομαιb ταῖς ἀδικίαιςc αὐτῶν, καὶ τῶν ἁμαρτιῶν ⸀αὐτῶν οὐ μὴ μνησθῶd ἔτι.
13ἐν τῷ λέγεινa Καινὴν πεπαλαίωκενb τὴν πρώτην, τὸ δὲ παλαιούμενονc καὶ γηράσκονd ἐγγὺς ἀφανισμοῦ.e
9
Εἶχεa μὲν ⸀οὖν πρώτη δικαιώματαb λατρείαςc τό τε ἅγιον κοσμικόν.d
2σκηνὴa γὰρ κατεσκευάσθηb πρώτη ἐν τε λυχνίαc καὶ τράπεζαd καὶ πρόθεσιςe τῶν ἄρτων, ἥτις λέγεταιf Ἅγια·
3μετὰ δὲ τὸ δεύτερον καταπέτασμαa σκηνὴb λεγομένηc ⸂Ἅγια Ἁγίων⸃,
4χρυσοῦνa ἔχουσαb θυμιατήριονc καὶ τὴν κιβωτὸνd τῆς διαθήκης περικεκαλυμμένηνe πάντοθενf χρυσίῳ,g ἐν στάμνοςh χρυσῆi ἔχουσαj τὸ μάνναk καὶ ῥάβδοςl Ἀαρὼνm βλαστήσασαn καὶ αἱ πλάκεςo τῆς διαθήκης,
5ὑπεράνωa δὲ αὐτῆς Χερουβὶνb δόξης κατασκιάζονταc τὸ ἱλαστήριον·d περὶ ὧν οὐκ ἔστινe νῦν λέγεινf κατὰ μέρος.
6Τούτων δὲ οὕτως κατεσκευασμένων,a εἰς μὲν τὴν πρώτην σκηνὴνb διὰ παντὸς εἰσίασινc οἱ ἱερεῖς τὰς λατρείαςd ἐπιτελοῦντες,e
7εἰς δὲ τὴν δευτέραν ἅπαξa τοῦ ἐνιαυτοῦb μόνος ἀρχιερεύς, οὐ χωρὶς αἵματος, προσφέρειc ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων,d
8τοῦτο δηλοῦντοςa τοῦ πνεύματος τοῦ ἁγίου, μήπωb πεφανερῶσθαιc τὴν τῶν ἁγίων ὁδὸν ἔτι τῆς πρώτης σκηνῆςd ἐχούσηςe στάσιν,f
9ἥτις παραβολὴ εἰς τὸν καιρὸν τὸν ἐνεστηκότα,a καθ’ ⸀ἣν δῶράb τε καὶ θυσίαιc προσφέρονταιd μὴ δυνάμεναιe κατὰ συνείδησιν τελειῶσαιf τὸν λατρεύοντα,g
10μόνον ἐπὶ βρώμασινa καὶ πόμασινb καὶ διαφόροιςc βαπτισμοῖς,d ⸀δικαιώματαe σαρκὸς μέχριf καιροῦ διορθώσεωςg ἐπικείμενα.h
11Χριστὸς δὲ παραγενόμενοςa ἀρχιερεὺς τῶν ⸀γενομένωνb ἀγαθῶν διὰ τῆς μείζονος καὶ τελειοτέραςc σκηνῆςd οὐ χειροποιήτου,e τοῦτ’ ἔστινf οὐ ταύτης τῆς κτίσεως,g
12οὐδὲ δι’ αἵματος τράγωνa καὶ μόσχωνb διὰ δὲ τοῦ ἰδίου αἵματος, εἰσῆλθενc ἐφάπαξd εἰς τὰ ἅγια, αἰωνίαν λύτρωσινe εὑράμενος.f
13εἰ γὰρ τὸ αἷμα ⸂τράγωνa καὶ ταύρων⸃b καὶ σποδὸςc δαμάλεωςd ῥαντίζουσαe τοὺς κεκοινωμένουςf ἁγιάζειg πρὸς τὴν τῆς σαρκὸς καθαρότητα,h
14πόσῳa μᾶλλον τὸ αἷμα τοῦ Χριστοῦ, ὃς διὰ πνεύματος αἰωνίου ἑαυτὸν προσήνεγκενb ἄμωμονc τῷ θεῷ, καθαριεῖd τὴν συνείδησιν ⸀ἡμῶν ἀπὸ νεκρῶν ἔργων εἰς τὸ λατρεύεινe θεῷ ζῶντι.f
15Καὶ διὰ τοῦτο διαθήκης καινῆς μεσίτηςa ἐστίν,b ὅπως θανάτου γενομένουc εἰς ἀπολύτρωσινd τῶν ἐπὶ τῇ πρώτῃ διαθήκῃ παραβάσεωνe τὴν ἐπαγγελίαν λάβωσινf οἱ κεκλημένοιg τῆς αἰωνίου κληρονομίας.h
16ὅπου γὰρ διαθήκη, θάνατον ἀνάγκηa φέρεσθαιb τοῦ διαθεμένου·c
17διαθήκη γὰρ ἐπὶ νεκροῖς βεβαία,a ἐπεὶb ⸀μήποτεc ἰσχύειd ὅτε ζῇe διαθέμενος.f
18ὅθενa οὐδὲ πρώτη χωρὶς αἵματος ἐγκεκαίνισται·b
19λαληθείσηςa γὰρ πάσης ἐντολῆς κατὰ ⸀τὸν νόμον ὑπὸ Μωϋσέως παντὶ τῷ λαῷ, λαβὼνb τὸ αἷμα τῶν ⸀μόσχωνc μετὰ ὕδατος καὶ ἐρίουd κοκκίνουe καὶ ὑσσώπουf αὐτό τε τὸ βιβλίον καὶ πάντα τὸν λαὸν ἐράντισεν,g
20λέγων·a Τοῦτο τὸ αἷμα τῆς διαθήκης ἧς ἐνετείλατοb πρὸς ὑμᾶς θεός·
21καὶ τὴν σκηνὴνa δὲ καὶ πάντα τὰ σκεύηb τῆς λειτουργίαςc τῷ αἵματι ὁμοίως ἐράντισεν.d
22καὶ σχεδὸνa ἐν αἵματι πάντα καθαρίζεταιb κατὰ τὸν νόμον, καὶ χωρὶς αἱματεκχυσίαςc οὐ γίνεταιd ἄφεσις.e
23Ἀνάγκηa οὖν τὰ μὲν ὑποδείγματαb τῶν ἐν τοῖς οὐρανοῖς τούτοις καθαρίζεσθαι,c αὐτὰ δὲ τὰ ἐπουράνιαd κρείττοσιe θυσίαιςf παρὰ ταύτας.
24οὐ γὰρ εἰς χειροποίηταa ⸂εἰσῆλθενb ἅγια⸃ Χριστός, ἀντίτυπαc τῶν ἀληθινῶν,d ἀλλ’ εἰς αὐτὸν τὸν οὐρανόν, νῦν ἐμφανισθῆναιe τῷ προσώπῳ τοῦ θεοῦ ὑπὲρ ἡμῶν·
25οὐδ’ ἵνα πολλάκιςa προσφέρῃb ἑαυτόν, ὥσπερ ἀρχιερεὺς εἰσέρχεταιc εἰς τὰ ἅγια κατ’ ἐνιαυτὸνd ἐν αἵματι ἀλλοτρίῳ,e
26ἐπεὶa ἔδειb αὐτὸν πολλάκιςc παθεῖνd ἀπὸ καταβολῆςe κόσμου· ⸀νυνὶf δὲ ἅπαξg ἐπὶ συντελείᾳh τῶν αἰώνων εἰς ἀθέτησινi ⸀ἁμαρτίας διὰ τῆς θυσίαςj αὐτοῦ πεφανέρωται.k
27καὶ καθ’ ὅσον ἀπόκειταιa τοῖς ἀνθρώποις ἅπαξb ἀποθανεῖν,c μετὰ δὲ τοῦτο κρίσις,
28οὕτως καὶ Χριστός, ἅπαξa προσενεχθεὶςb εἰς τὸ πολλῶν ἀνενεγκεῖνc ἁμαρτίας, ἐκ δευτέρου χωρὶς ἁμαρτίας ὀφθήσεταιd τοῖς αὐτὸν ἀπεκδεχομένοιςe εἰς σωτηρίαν.
10
Σκιὰνa γὰρ ἔχωνb νόμος τῶν μελλόντωνc ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόναd τῶν πραγμάτων,e κατ’ ἐνιαυτὸνf ταῖς αὐταῖς θυσίαιςg ἃς προσφέρουσινh εἰς τὸ διηνεκὲςi οὐδέποτεj ⸀δύναταιk τοὺς προσερχομένουςl τελειῶσαι·m
2ἐπεὶa οὐκ ἂν ἐπαύσαντοb προσφερόμεναι,c διὰ τὸ μηδεμίαν ἔχεινd ἔτι συνείδησιν ἁμαρτιῶν τοὺς λατρεύονταςe ἅπαξf ⸀κεκαθαρισμένους;g
3ἀλλ’ ἐν αὐταῖς ἀνάμνησιςa ἁμαρτιῶν κατ’ ἐνιαυτόν,b
4ἀδύνατονa γὰρ αἷμα ταύρωνb καὶ τράγωνc ἀφαιρεῖνd ἁμαρτίας.
5διὸ εἰσερχόμενοςa εἰς τὸν κόσμον λέγει·b Θυσίανc καὶ προσφορὰνd οὐκ ἠθέλησας,e σῶμα δὲ κατηρτίσωf μοι·
6ὁλοκαυτώματαa καὶ περὶ ἁμαρτίας οὐκ εὐδόκησας.b
7τότε εἶπον·a Ἰδοὺ ἥκω,b ἐν κεφαλίδιc βιβλίου γέγραπταιd περὶ ἐμοῦ, τοῦ ποιῆσαι,e θεός, τὸ θέλημά σου.
8ἀνώτερονa λέγωνb ὅτι ⸂Θυσίαςc καὶ προσφορὰς⸃d καὶ ὁλοκαυτώματαe καὶ περὶ ἁμαρτίας οὐκ ἠθέλησαςf οὐδὲ εὐδόκησας,g αἵτινες κατὰ ⸀νόμον προσφέρονται,h
9τότε εἴρηκεν·a Ἰδοὺ ἥκωb τοῦ ⸀ποιῆσαιc τὸ θέλημά σου· ἀναιρεῖd τὸ πρῶτον ἵνα τὸ δεύτερον στήσῃ.e
10ἐν θελήματι ἡγιασμένοιa ⸀ἐσμὲνb διὰ τῆς προσφορᾶςc τοῦ σώματος Ἰησοῦ Χριστοῦ ἐφάπαξ.d
11Καὶ πᾶς μὲν ἱερεὺς ἕστηκενa καθ’ ἡμέραν λειτουργῶνb καὶ τὰς αὐτὰς πολλάκιςc προσφέρωνd θυσίας,e αἵτινες οὐδέποτεf δύνανταιg περιελεῖνh ἁμαρτίας.
12⸀οὗτος δὲ μίαν ὑπὲρ ἁμαρτιῶν προσενέγκαςa θυσίανb εἰς τὸ διηνεκὲςc ἐκάθισενd ἐν δεξιᾷ τοῦ θεοῦ,
13τὸ λοιπὸν ἐκδεχόμενοςa ἕως τεθῶσινb οἱ ἐχθροὶ αὐτοῦ ὑποπόδιονc τῶν ποδῶν αὐτοῦ,
14μιᾷ γὰρ προσφορᾷa τετελείωκενb εἰς τὸ διηνεκὲςc τοὺς ἁγιαζομένους.d
15μαρτυρεῖa δὲ ἡμῖν καὶ τὸ πνεῦμα τὸ ἅγιον, μετὰ γὰρ τὸ ⸀εἰρηκέναι·b
16Αὕτη διαθήκη ἣν διαθήσομαιa πρὸς αὐτοὺς μετὰ τὰς ἡμέρας ἐκείνας, λέγειb κύριος, διδοὺςc νόμους μου ἐπὶ καρδίας αὐτῶν, καὶ ἐπὶ ⸂τὴν διάνοιαν⸃d αὐτῶν ἐπιγράψωe αὐτούς,
17⸀καὶ τῶν ἁμαρτιῶν αὐτῶν καὶ τῶν ἀνομιῶνa αὐτῶν οὐ μὴ ⸀μνησθήσομαιb ἔτι·
18ὅπου δὲ ἄφεσιςa τούτων, οὐκέτι προσφορὰb περὶ ἁμαρτίας.
19Ἔχοντεςa οὖν, ἀδελφοί, παρρησίαν εἰς τὴν εἴσοδονb τῶν ἁγίων ἐν τῷ αἵματι Ἰησοῦ,
20ἣν ἐνεκαίνισενa ἡμῖν ὁδὸν πρόσφατονb καὶ ζῶσανc διὰ τοῦ καταπετάσματος,d τοῦτ’ ἔστινe τῆς σαρκὸς αὐτοῦ,
21καὶ ἱερέα μέγαν ἐπὶ τὸν οἶκον τοῦ θεοῦ,
22προσερχώμεθαa μετὰ ἀληθινῆςb καρδίας ἐν πληροφορίᾳc πίστεως, ῥεραντισμένοιd τὰς καρδίας ἀπὸ συνειδήσεως πονηρᾶς καὶ λελουσμένοιe τὸ σῶμα ὕδατι καθαρῷ·f
23κατέχωμενa τὴν ὁμολογίανb τῆς ἐλπίδος ἀκλινῆ,c πιστὸς γὰρ ἐπαγγειλάμενος·d
24καὶ κατανοῶμενa ἀλλήλους εἰς παροξυσμὸνb ἀγάπης καὶ καλῶν ἔργων,
25μὴ ἐγκαταλείποντεςa τὴν ἐπισυναγωγὴνb ἑαυτῶν, καθὼς ἔθοςc τισίν, ἀλλὰ παρακαλοῦντες,d καὶ τοσούτῳe μᾶλλον ὅσῳ βλέπετεf ἐγγίζουσανg τὴν ἡμέραν.
26Ἑκουσίωςa γὰρ ἁμαρτανόντωνb ἡμῶν μετὰ τὸ λαβεῖνc τὴν ἐπίγνωσινd τῆς ἀληθείας, οὐκέτι περὶ ἁμαρτιῶν ἀπολείπεταιe θυσία,f
27φοβερὰa δέ τις ἐκδοχὴb κρίσεως καὶ πυρὸς ζῆλοςc ἐσθίεινd μέλλοντοςe τοὺς ὑπεναντίους.f
28ἀθετήσαςa τις νόμον Μωϋσέως χωρὶς οἰκτιρμῶνb ἐπὶ δυσὶν τρισὶν μάρτυσιν ἀποθνῄσκει·c
29πόσῳa δοκεῖτεb χείρονοςc ἀξιωθήσεταιd τιμωρίαςe τὸν υἱὸν τοῦ θεοῦ καταπατήσας,f καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸνg ἡγησάμενοςh ἐν ἡγιάσθη,i καὶ τὸ πνεῦμα τῆς χάριτος ἐνυβρίσας.j
30οἴδαμενa γὰρ τὸν εἰπόντα·b Ἐμοὶ ἐκδίκησις,c ἐγὼ ⸀ἀνταποδώσω·d καὶ πάλιν· ⸂Κρινεῖe κύριος⸃ τὸν λαὸν αὐτοῦ.
31φοβερὸνa τὸ ἐμπεσεῖνb εἰς χεῖρας θεοῦ ζῶντος.c
32Ἀναμιμνῄσκεσθεa δὲ τὰς πρότερονb ἡμέρας, ἐν αἷς φωτισθέντεςc πολλὴν ἄθλησινd ὑπεμείνατεe παθημάτων,f
33τοῦτο μὲν ὀνειδισμοῖςa τε καὶ θλίψεσιν θεατριζόμενοι,b τοῦτο δὲ κοινωνοὶc τῶν οὕτως ἀναστρεφομένωνd γενηθέντες·e
34καὶ γὰρ τοῖς ⸀δεσμίοιςa συνεπαθήσατε,b καὶ τὴν ἁρπαγὴνc τῶν ὑπαρχόντωνd ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε,e γινώσκοντεςf ἔχεινg ⸀ἑαυτοὺς κρείττοναh ⸀ὕπαρξινi καὶ μένουσαν.j
35μὴ ἀποβάλητεa οὖν τὴν παρρησίαν ὑμῶν, ἥτις ἔχειb ⸂μεγάλην μισθαποδοσίαν⸃,c
36ὑπομονῆς γὰρ ἔχετεa χρείαν ἵνα τὸ θέλημα τοῦ θεοῦ ποιήσαντεςb κομίσησθεc τὴν ἐπαγγελίαν·
37ἔτι γὰρ μικρὸν ὅσον ὅσον, ἐρχόμενοςa ἥξειb καὶ οὐ χρονίσει·c
38 δὲ δίκαιός ⸀μου ἐκ πίστεως ζήσεται,a καὶ ἐὰν ὑποστείληται,b οὐκ εὐδοκεῖc ψυχή μου ἐν αὐτῷ.
39ἡμεῖς δὲ οὐκ ἐσμὲνa ὑποστολῆςb εἰς ἀπώλειαν,c ἀλλὰ πίστεως εἰς περιποίησινd ψυχῆς.
11
Ἔστινa δὲ πίστις ἐλπιζομένωνb ὑπόστασις,c πραγμάτωνd ἔλεγχοςe οὐ βλεπομένων·f
2ἐν ταύτῃ γὰρ ἐμαρτυρήθησανa οἱ πρεσβύτεροι.
3πίστει νοοῦμενa κατηρτίσθαιb τοὺς αἰῶνας ῥήματι θεοῦ, εἰς τὸ μὴ ἐκ φαινομένωνc ⸂τὸ βλεπόμενον⸃d γεγονέναι.e
4Πίστει πλείονα θυσίανa Ἅβελb παρὰ Κάϊνc προσήνεγκενd τῷ θεῷ, δι’ ἧς ἐμαρτυρήθηe εἶναιf δίκαιος, μαρτυροῦντοςg ἐπὶ τοῖς δώροιςh αὐτοῦ ⸂τοῦ θεοῦ⸃, καὶ δι’ αὐτῆς ἀποθανὼνi ἔτι ⸀λαλεῖ.j
5Πίστει Ἑνὼχa μετετέθηb τοῦ μὴ ἰδεῖνc θάνατον, καὶ οὐχ ηὑρίσκετοd διότιe μετέθηκενf αὐτὸν θεός· πρὸ γὰρ τῆς ⸀μεταθέσεωςg μεμαρτύρηταιh εὐαρεστηκέναιi τῷ θεῷ,
6χωρὶς δὲ πίστεως ἀδύνατονa εὐαρεστῆσαι,b πιστεῦσαιc γὰρ δεῖd τὸν προσερχόμενονe τῷ θεῷ ὅτι ἔστινf καὶ τοῖς ἐκζητοῦσινg αὐτὸν μισθαποδότηςh γίνεται.i
7πίστει χρηματισθεὶςa Νῶεb περὶ τῶν μηδέπωc βλεπομένωνd εὐλαβηθεὶςe κατεσκεύασενf κιβωτὸνg εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ, δι’ ἧς κατέκρινενh τὸν κόσμον, καὶ τῆς κατὰ πίστιν δικαιοσύνης ἐγένετοi κληρονόμος.j
8⸀Πίστει καλούμενοςa Ἀβραὰμ ὑπήκουσενb ἐξελθεῖνc εἰς ⸀τόπον ὃν ἤμελλενd λαμβάνεινe εἰς κληρονομίαν,f καὶ ἐξῆλθενg μὴ ἐπιστάμενοςh ποῦ ἔρχεται.i
9πίστει παρῴκησενa εἰς γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν,b ἐν σκηναῖςc κατοικήσαςd μετὰ Ἰσαὰκe καὶ Ἰακὼβf τῶν συγκληρονόμωνg τῆς ἐπαγγελίας τῆς αὐτῆς·
10ἐξεδέχετοa γὰρ τὴν τοὺς θεμελίουςb ἔχουσανc πόλιν, ἧς τεχνίτηςd καὶ δημιουργὸςe θεός.
11πίστει καὶ ⸂αὐτῇ Σάρρᾳ⸃a δύναμιν εἰς καταβολὴνb σπέρματος ἔλαβενc καὶ παρὰ καιρὸν ⸀ἡλικίας,d ἐπεὶe πιστὸν ἡγήσατοf τὸν ἐπαγγειλάμενον·g
12διὸ καὶ ἀφ’ ἑνὸς ἐγεννήθησαν,a καὶ ταῦτα νενεκρωμένου,b καθὼς τὰ ἄστραc τοῦ οὐρανοῦ τῷ πλήθει καὶ ὡς ἄμμοςd παρὰ τὸ χεῖλοςe τῆς θαλάσσης ἀναρίθμητος.f
13Κατὰ πίστιν ἀπέθανονa οὗτοι πάντες, μὴ ⸀λαβόντεςb τὰς ἐπαγγελίας, ἀλλὰ πόρρωθενc αὐτὰς ἰδόντεςd καὶ ἀσπασάμενοι,e καὶ ὁμολογήσαντεςf ὅτι ξένοιg καὶ παρεπίδημοίh εἰσινi ἐπὶ τῆς γῆς.
14οἱ γὰρ τοιαῦτα λέγοντεςa ἐμφανίζουσινb ὅτι πατρίδαc ἐπιζητοῦσιν.d
15καὶ εἰ μὲν ἐκείνης ⸀μνημονεύουσινa ἀφ’ ἧς ⸀ἐξέβησαν,b εἶχονc ἂν καιρὸν ἀνακάμψαι·d
16νῦν δὲ κρείττονοςa ὀρέγονται,b τοῦτ’ ἔστινc ἐπουρανίου.d διὸ οὐκ ἐπαισχύνεταιe αὐτοὺς θεὸς θεὸς ἐπικαλεῖσθαιf αὐτῶν, ἡτοίμασενg γὰρ αὐτοῖς πόλιν.
17Πίστει προσενήνοχενa Ἀβραὰμ τὸν Ἰσαὰκb πειραζόμενος,c καὶ τὸν μονογενῆd προσέφερενe τὰς ἐπαγγελίας ἀναδεξάμενος,f
18πρὸς ὃν ἐλαλήθηa ὅτι Ἐν Ἰσαὰκb κληθήσεταίc σοι σπέρμα,
19λογισάμενοςa ὅτι καὶ ἐκ νεκρῶν ἐγείρεινb δυνατὸς θεός· ὅθενc αὐτὸν καὶ ἐν παραβολῇ ἐκομίσατο.d
20Πίστει ⸀καὶ περὶ μελλόντωνa εὐλόγησενb Ἰσαὰκc τὸν Ἰακὼβd καὶ τὸν Ἠσαῦ.e
21πίστει Ἰακὼβa ἀποθνῄσκωνb ἕκαστον τῶν υἱῶν Ἰωσὴφ εὐλόγησεν,c καὶ προσεκύνησενd ἐπὶ τὸ ἄκρονe τῆς ῥάβδουf αὐτοῦ.
22πίστει Ἰωσὴφ τελευτῶνa περὶ τῆς ἐξόδουb τῶν υἱῶν Ἰσραὴλ ἐμνημόνευσεν,c καὶ περὶ τῶν ὀστέωνd αὐτοῦ ἐνετείλατο.e
23Πίστει Μωϋσῆς γεννηθεὶςa ἐκρύβηb τρίμηνονc ὑπὸ τῶν πατέρων αὐτοῦ, διότιd εἶδονe ἀστεῖονf τὸ παιδίον καὶ οὐκ ἐφοβήθησανg τὸ διάταγμαh τοῦ βασιλέως.
24πίστει Μωϋσῆς μέγας γενόμενοςa ἠρνήσατοb λέγεσθαιc υἱὸς θυγατρὸςd Φαραώ,e
25μᾶλλον ἑλόμενοςa συγκακουχεῖσθαιb τῷ λαῷ τοῦ θεοῦ πρόσκαιρονc ἔχεινd ἁμαρτίας ἀπόλαυσιν,e
26μείζονα πλοῦτονa ἡγησάμενοςb τῶν Αἰγύπτουc θησαυρῶνd τὸν ὀνειδισμὸνe τοῦ Χριστοῦ, ἀπέβλεπενf γὰρ εἰς τὴν μισθαποδοσίαν.g
27πίστει κατέλιπενa Αἴγυπτον,b μὴ φοβηθεὶςc τὸν θυμὸνd τοῦ βασιλέως, τὸν γὰρ ἀόρατονe ὡς ὁρῶνf ἐκαρτέρησεν.g
28πίστει πεποίηκενa τὸ πάσχαb καὶ τὴν πρόσχυσινc τοῦ αἵματος, ἵνα μὴ ὀλοθρεύωνd τὰ πρωτότοκαe θίγῃf αὐτῶν.
29Πίστει διέβησανa τὴν Ἐρυθρὰνb Θάλασσαν ὡς διὰ ξηρᾶςc ⸀γῆς, ἧς πεῖρανd λαβόντεςe οἱ Αἰγύπτιοιf κατεπόθησαν.g
30πίστει τὰ τείχηa Ἰεριχὼb ⸀ἔπεσανc κυκλωθένταd ἐπὶ ἑπτὰ ἡμέρας.
31πίστει Ῥαὰβa πόρνηb οὐ συναπώλετοc τοῖς ἀπειθήσασιν,d δεξαμένηe τοὺς κατασκόπουςf μετ’ εἰρήνης.
32Καὶ τί ἔτι λέγω;a ἐπιλείψειb ⸂με γὰρ⸃ διηγούμενονc χρόνος περὶ Γεδεών,d Βαράκ,e ⸀Σαμψών,f Ἰεφθάε,g Δαυίδ τε καὶ Σαμουὴλh καὶ τῶν προφητῶν,
33οἳ διὰ πίστεως κατηγωνίσαντοa βασιλείας, εἰργάσαντοb δικαιοσύνην, ἐπέτυχονc ἐπαγγελιῶν, ἔφραξανd στόματα λεόντων,e
34ἔσβεσανa δύναμιν πυρός, ἔφυγονb στόματα ⸀μαχαίρης,c ⸀ἐδυναμώθησανd ἀπὸ ἀσθενείας,e ἐγενήθησανf ἰσχυροὶg ἐν πολέμῳ,h παρεμβολὰςi ἔκλινανj ἀλλοτρίων·k
35ἔλαβονa γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν,b οὐ προσδεξάμενοιc τὴν ἀπολύτρωσιν,d ἵνα κρείττονοςe ἀναστάσεως τύχωσιν·f
36ἕτεροι δὲ ἐμπαιγμῶνa καὶ μαστίγωνb πεῖρανc ἔλαβον,d ἔτι δὲ δεσμῶνe καὶ φυλακῆς·
37ἐλιθάσθησαν,a ⸀ἐπρίσθησαν,b ἐν φόνῳc ⸀μαχαίρηςd ἀπέθανον,e περιῆλθονf ἐν μηλωταῖς,g ἐν αἰγείοιςh δέρμασιν,i ὑστερούμενοι,j θλιβόμενοι,k κακουχούμενοι,l
38ὧν οὐκ ἦνa ἄξιος κόσμος ⸀ἐπὶ ἐρημίαιςb πλανώμενοιc καὶ ὄρεσι καὶ σπηλαίοιςd καὶ ταῖς ὀπαῖςe τῆς γῆς·
39⸀καὶ πάντες μαρτυρηθέντεςa διὰ τῆς πίστεως οὐκ ἐκομίσαντοb τὴν ἐπαγγελίαν,
40τοῦ θεοῦ περὶ ἡμῶν κρεῖττόνa τι προβλεψαμένου,b ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν.c
12
Τοιγαροῦνa καὶ ἡμεῖς, τοσοῦτονb ἔχοντεςc περικείμενονd ἡμῖν νέφοςe μαρτύρων, ὄγκονf ἀποθέμενοιg πάντα καὶ τὴν εὐπερίστατονh ἁμαρτίαν, δι’ ὑπομονῆς τρέχωμενi τὸν προκείμενονj ἡμῖν ἀγῶνα,k
2ἀφορῶντεςa εἰς τὸν τῆς πίστεως ἀρχηγὸνb καὶ τελειωτὴνc Ἰησοῦν, ὃς ἀντὶd τῆς προκειμένηςe αὐτῷ χαρᾶς ὑπέμεινενf σταυρὸνg αἰσχύνηςh καταφρονήσας,i ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ θεοῦ κεκάθικεν.j
3Ἀναλογίσασθεa γὰρ τὸν τοιαύτην ὑπομεμενηκόταb ὑπὸ τῶν ἁμαρτωλῶν εἰς ⸀ἑαυτοὺς ἀντιλογίαν,c ἵνα μὴ κάμητεd ταῖς ψυχαῖς ὑμῶν ἐκλυόμενοι.e
4οὔπωa μέχριςb αἵματος ἀντικατέστητεc πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι,d
5καὶ ἐκλέλησθεa τῆς παρακλήσεως,b ἥτις ὑμῖν ὡς υἱοῖς διαλέγεται,c Υἱέ μου, μὴ ὀλιγώρειd παιδείαςe κυρίου, μηδὲ ἐκλύουf ὑπ’ αὐτοῦ ἐλεγχόμενος·g
6ὃν γὰρ ἀγαπᾷa κύριος παιδεύει,b μαστιγοῖc δὲ πάντα υἱὸν ὃν παραδέχεται.d
7εἰς παιδείανa ὑπομένετε·b ὡς υἱοῖς ὑμῖν προσφέρεταιc θεός· τίς ⸀γὰρ υἱὸς ὃν οὐ παιδεύειd πατήρ;
8εἰ δὲ χωρίς ἐστεa παιδείαςb ἧς μέτοχοιc γεγόνασιd πάντες, ἄρα νόθοιe ⸂καὶ οὐχ υἱοί ἐστε⸃.f
9εἶταa τοὺς μὲν τῆς σαρκὸς ἡμῶν πατέρας εἴχομενb παιδευτὰςc καὶ ἐνετρεπόμεθα·d οὐ ⸀πολὺ μᾶλλον ὑποταγησόμεθαe τῷ πατρὶ τῶν πνευμάτων καὶ ζήσομεν;f
10οἱ μὲν γὰρ πρὸς ὀλίγας ἡμέρας κατὰ τὸ δοκοῦνa αὐτοῖς ἐπαίδευον,b δὲ ἐπὶ τὸ συμφέρονc εἰς τὸ μεταλαβεῖνd τῆς ἁγιότητοςe αὐτοῦ.
11πᾶσα ⸀δὲ παιδείαa πρὸς μὲν τὸ παρὸνb οὐ δοκεῖc χαρᾶς εἶναιd ἀλλὰ λύπης,e ὕστερονf δὲ καρπὸν εἰρηνικὸνg τοῖς δι’ αὐτῆς γεγυμνασμένοιςh ἀποδίδωσινi δικαιοσύνης.
12Διὸ τὰς παρειμέναςa χεῖρας καὶ τὰ παραλελυμέναb γόναταc ἀνορθώσατε,d
13καὶ τροχιὰςa ὀρθὰςb ⸀ποιεῖτεc τοῖς ποσὶν ὑμῶν, ἵνα μὴ τὸ χωλὸνd ἐκτραπῇ,e ἰαθῇf δὲ μᾶλλον.
14Εἰρήνην διώκετεa μετὰ πάντων, καὶ τὸν ἁγιασμόν,b οὗ χωρὶς οὐδεὶς ὄψεταιc τὸν κύριον,
15ἐπισκοποῦντεςa μή τις ὑστερῶνb ἀπὸ τῆς χάριτος τοῦ θεοῦ, μή τις ῥίζαc πικρίαςd ἄνωe φύουσαf ἐνοχλῇg καὶ ⸂δι’ αὐτῆς⸃ μιανθῶσινh ⸀πολλοί,
16μή τις πόρνοςa βέβηλοςb ὡς Ἠσαῦ,c ὃς ἀντὶd βρώσεωςe μιᾶς ἀπέδετοf τὰ πρωτοτόκιαg ⸀ἑαυτοῦ.
17ἴστεa γὰρ ὅτι καὶ μετέπειταb θέλωνc κληρονομῆσαιd τὴν εὐλογίανe ἀπεδοκιμάσθη,f μετανοίαςg γὰρ τόπον οὐχ εὗρεν,h καίπερi μετὰ δακρύωνj ἐκζητήσαςk αὐτήν.
18Οὐ γὰρ προσεληλύθατεa ⸀ψηλαφωμένῳb καὶ κεκαυμένῳc πυρὶ καὶ γνόφῳd καὶ ⸀ζόφῳe καὶ θυέλλῃf
19καὶ σάλπιγγοςa ἤχῳb καὶ φωνῇ ῥημάτων, ἧς οἱ ἀκούσαντεςc παρῃτήσαντοd ⸀μὴ προστεθῆναιe αὐτοῖς λόγον·
20οὐκ ἔφερονa γὰρ τὸ διαστελλόμενον·b Κἂνc θηρίον θίγῃd τοῦ ὄρους, λιθοβοληθήσεται·e
21καί, οὕτω φοβερὸνa ἦνb τὸ φανταζόμενον,c Μωϋσῆς εἶπεν·d Ἔκφοβόςe εἰμιf καὶ ἔντρομος.g
22ἀλλὰ προσεληλύθατεa Σιὼνb ὄρει καὶ πόλει θεοῦ ζῶντος,c Ἰερουσαλὴμ ἐπουρανίῳ,d καὶ μυριάσινe ἀγγέλων, πανηγύρειf
23καὶ ἐκκλησίᾳ πρωτοτόκωνa ⸂ἀπογεγραμμένωνb ἐν οὐρανοῖς⸃, καὶ κριτῇc θεῷ πάντων, καὶ πνεύμασι δικαίων τετελειωμένων,d
24καὶ διαθήκης νέαςa μεσίτῃb Ἰησοῦ, καὶ αἵματι ῥαντισμοῦc κρεῖττονd λαλοῦντιe παρὰ τὸν Ἅβελ.f
25Βλέπετεa μὴ παραιτήσησθεb τὸν λαλοῦντα·c εἰ γὰρ ἐκεῖνοι οὐκ ⸀ἐξέφυγονd ⸂ἐπὶ γῆς παραιτησάμενοιe τὸν⸃ χρηματίζοντα,f ⸀πολὺ μᾶλλον ἡμεῖς οἱ τὸν ἀπ’ οὐρανῶν ἀποστρεφόμενοι·g
26οὗ φωνὴ τὴν γῆν ἐσάλευσενa τότε, νῦν δὲ ἐπήγγελταιb λέγων·c Ἔτι ἅπαξd ἐγὼ ⸀σείσωe οὐ μόνον τὴν γῆν ἀλλὰ καὶ τὸν οὐρανόν.
27τὸ δὲ Ἔτι ἅπαξa δηλοῖb ⸂τῶν σαλευομένων⸃c μετάθεσινd ὡς πεποιημένων,e ἵνα μείνῃf τὰ μὴ σαλευόμενα.g
28διὸ βασιλείαν ἀσάλευτονa παραλαμβάνοντεςb ἔχωμενc χάριν, δι’ ἧς ⸀λατρεύωμενd εὐαρέστωςe τῷ θεῷ μετὰ ⸂εὐλαβείαςf καὶ δέους⸃,g
29καὶ γὰρ θεὸς ἡμῶν πῦρ καταναλίσκον.a
13
φιλαδελφίαa μενέτω.b
2τῆς φιλοξενίαςa μὴ ἐπιλανθάνεσθε,b διὰ ταύτης γὰρ ἔλαθόνc τινες ξενίσαντεςd ἀγγέλους.
3μιμνῄσκεσθεa τῶν δεσμίωνb ὡς συνδεδεμένοι,c τῶν κακουχουμένωνd ὡς καὶ αὐτοὶ ὄντεςe ἐν σώματι.
4τίμιοςa γάμοςb ἐν πᾶσιν καὶ κοίτηc ἀμίαντος,d πόρνουςe ⸀γὰρ καὶ μοιχοὺςf κρινεῖg θεός.
5ἀφιλάργυροςa τρόπος·b ἀρκούμενοιc τοῖς παροῦσιν·d αὐτὸς γὰρ εἴρηκεν·e Οὐ μή σε ἀνῶf οὐδ’ οὐ μή σε ⸀ἐγκαταλίπω·g
6ὥστε θαρροῦνταςa ἡμᾶς λέγειν·b Κύριος ἐμοὶ βοηθός,c ⸀οὐ φοβηθήσομαι·d τί ποιήσειe μοι ἄνθρωπος;
7Μνημονεύετεa τῶν ἡγουμένωνb ὑμῶν, οἵτινες ἐλάλησανc ὑμῖν τὸν λόγον τοῦ θεοῦ, ὧν ἀναθεωροῦντεςd τὴν ἔκβασινe τῆς ἀναστροφῆςf μιμεῖσθεg τὴν πίστιν.
8Ἰησοῦς Χριστὸς ἐχθὲςa καὶ σήμερον αὐτός, καὶ εἰς τοὺς αἰῶνας.
9διδαχαῖς ποικίλαιςa καὶ ξέναιςb μὴ παραφέρεσθε·c καλὸν γὰρ χάριτι βεβαιοῦσθαιd τὴν καρδίαν, οὐ βρώμασιν,e ἐν οἷς οὐκ ὠφελήθησανf οἱ ⸀περιπατοῦντες.g
10ἔχομενa θυσιαστήριονb ἐξ οὗ φαγεῖνc οὐκ ἔχουσινd ἐξουσίαν οἱ τῇ σκηνῇe λατρεύοντες.f
11ὧν γὰρ εἰσφέρεταιa ζῴωνb τὸ αἷμα περὶ ἁμαρτίας εἰς τὰ ἅγια διὰ τοῦ ἀρχιερέως, τούτων τὰ σώματα κατακαίεταιc ἔξω τῆς παρεμβολῆς·d
12διὸ καὶ Ἰησοῦς, ἵνα ἁγιάσῃa διὰ τοῦ ἰδίου αἵματος τὸν λαόν, ἔξω τῆς πύληςb ἔπαθεν.c
13τοίνυνa ἐξερχώμεθαb πρὸς αὐτὸν ἔξω τῆς παρεμβολῆς,c τὸν ὀνειδισμὸνd αὐτοῦ φέροντες.e
14οὐ γὰρ ἔχομενa ὧδε μένουσανb πόλιν, ἀλλὰ τὴν μέλλουσανc ἐπιζητοῦμεν·d
15δι’ αὐτοῦ ⸀οὖν ἀναφέρωμενa θυσίανb αἰνέσεωςc διὰ παντὸς τῷ θεῷ, τοῦτ’ ἔστινd καρπὸν χειλέωνe ὁμολογούντωνf τῷ ὀνόματι αὐτοῦ.
16τῆς δὲ εὐποιΐαςa καὶ κοινωνίαςb μὴ ἐπιλανθάνεσθε,c τοιαύταις γὰρ θυσίαιςd εὐαρεστεῖταιe θεός.
17Πείθεσθεa τοῖς ἡγουμένοιςb ὑμῶν καὶ ὑπείκετε,c αὐτοὶ γὰρ ἀγρυπνοῦσινd ὑπὲρ τῶν ψυχῶν ὑμῶν ὡς λόγον ἀποδώσοντες,e ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσινf καὶ μὴ στενάζοντες,g ἀλυσιτελὲςh γὰρ ὑμῖν τοῦτο.
18Προσεύχεσθεa περὶ ἡμῶν, ⸀πειθόμεθαb γὰρ ὅτι καλὴν συνείδησιν ἔχομεν,c ἐν πᾶσιν καλῶς θέλοντεςd ἀναστρέφεσθαι.e
19περισσοτέρωςa δὲ παρακαλῶb τοῦτο ποιῆσαιc ἵνα τάχιονd ἀποκατασταθῶe ὑμῖν.
20 δὲ θεὸς τῆς εἰρήνης, ἀναγαγὼνa ἐκ νεκρῶν τὸν ποιμέναb τῶν προβάτων τὸν μέγαν ἐν αἵματι διαθήκης αἰωνίου, τὸν κύριον ἡμῶν Ἰησοῦν,
21καταρτίσαιa ὑμᾶς ἐν ⸀παντὶ ἀγαθῷ εἰς τὸ ποιῆσαιb τὸ θέλημα αὐτοῦ, ποιῶνc ἐν ⸀ἡμῖν τὸ εὐάρεστονd ἐνώπιον αὐτοῦ διὰ Ἰησοῦ Χριστοῦ, δόξα εἰς τοὺς ⸀αἰῶνας· ἀμήν.
22Παρακαλῶa δὲ ὑμᾶς, ἀδελφοί, ἀνέχεσθεb τοῦ λόγου τῆς παρακλήσεως,c καὶ γὰρ διὰ βραχέωνd ἐπέστειλαe ὑμῖν.
23γινώσκετεa τὸν ἀδελφὸν ⸀ἡμῶν Τιμόθεονb ἀπολελυμένον,c μεθ’ οὗ ἐὰν τάχιονd ἔρχηταιe ὄψομαιf ὑμᾶς.
24ἀσπάσασθεa πάντας τοὺς ἡγουμένουςb ὑμῶν καὶ πάντας τοὺς ἁγίους. ἀσπάζονταιc ὑμᾶς οἱ ἀπὸ τῆς Ἰταλίας.d
25 χάρις μετὰ πάντων ⸀ὑμῶν.