9
Εἶχεa
μὲν ⸀οὖν ἡ πρώτη δικαιώματαb
λατρείαςc
τό τε ἅγιον κοσμικόν.d
2
σκηνὴa
γὰρ κατεσκευάσθηb
ἡ πρώτη ἐν ᾗ ἥ τε λυχνίαc
καὶ ἡ τράπεζαd
καὶ ἡ πρόθεσιςe
τῶν ἄρτων, ἥτις λέγεταιf
Ἅγια·
3
μετὰ δὲ τὸ δεύτερον καταπέτασμαa
σκηνὴb
ἡ λεγομένηc
⸂Ἅγια Ἁγίων⸃,
4
χρυσοῦνa
ἔχουσαb
θυμιατήριονc
καὶ τὴν κιβωτὸνd
τῆς διαθήκης περικεκαλυμμένηνe
πάντοθενf
χρυσίῳ,g
ἐν ᾗ στάμνοςh
χρυσῆi
ἔχουσαj
τὸ μάνναk
καὶ ἡ ῥάβδοςl
Ἀαρὼνm
ἡ βλαστήσασαn
καὶ αἱ πλάκεςo
τῆς διαθήκης,
5
ὑπεράνωa
δὲ αὐτῆς Χερουβὶνb
δόξης κατασκιάζονταc
τὸ ἱλαστήριον·d
περὶ ὧν οὐκ ἔστινe
νῦν λέγεινf
κατὰ μέρος.
6
Τούτων δὲ οὕτως κατεσκευασμένων,a
εἰς μὲν τὴν πρώτην σκηνὴνb
διὰ παντὸς εἰσίασινc
οἱ ἱερεῖς τὰς λατρείαςd
ἐπιτελοῦντες,e
7
εἰς δὲ τὴν δευτέραν ἅπαξa
τοῦ ἐνιαυτοῦb
μόνος ὁ ἀρχιερεύς, οὐ χωρὶς αἵματος, ὃ προσφέρειc
ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων,d
8
τοῦτο δηλοῦντοςa
τοῦ πνεύματος τοῦ ἁγίου, μήπωb
πεφανερῶσθαιc
τὴν τῶν ἁγίων ὁδὸν ἔτι τῆς πρώτης σκηνῆςd
ἐχούσηςe
στάσιν,f
9
ἥτις παραβολὴ εἰς τὸν καιρὸν τὸν ἐνεστηκότα,a
καθ’ ⸀ἣν δῶράb
τε καὶ θυσίαιc
προσφέρονταιd
μὴ δυνάμεναιe
κατὰ συνείδησιν τελειῶσαιf
τὸν λατρεύοντα,g
10
μόνον ἐπὶ βρώμασινa
καὶ πόμασινb
καὶ διαφόροιςc
βαπτισμοῖς,d
⸀δικαιώματαe
σαρκὸς μέχριf
καιροῦ διορθώσεωςg
ἐπικείμενα.h
11
Χριστὸς δὲ παραγενόμενοςa
ἀρχιερεὺς τῶν ⸀γενομένωνb
ἀγαθῶν διὰ τῆς μείζονος καὶ τελειοτέραςc
σκηνῆςd
οὐ χειροποιήτου,e
τοῦτ’ ἔστινf
οὐ ταύτης τῆς κτίσεως,g
12
οὐδὲ δι’ αἵματος τράγωνa
καὶ μόσχωνb
διὰ δὲ τοῦ ἰδίου αἵματος, εἰσῆλθενc
ἐφάπαξd
εἰς τὰ ἅγια, αἰωνίαν λύτρωσινe
εὑράμενος.f
13
εἰ γὰρ τὸ αἷμα ⸂τράγωνa
καὶ ταύρων⸃b
καὶ σποδὸςc
δαμάλεωςd
ῥαντίζουσαe
τοὺς κεκοινωμένουςf
ἁγιάζειg
πρὸς τὴν τῆς σαρκὸς καθαρότητα,h
14
πόσῳa
μᾶλλον τὸ αἷμα τοῦ Χριστοῦ, ὃς διὰ πνεύματος αἰωνίου ἑαυτὸν προσήνεγκενb
ἄμωμονc
τῷ θεῷ, καθαριεῖd
τὴν συνείδησιν ⸀ἡμῶν ἀπὸ νεκρῶν ἔργων εἰς τὸ λατρεύεινe
θεῷ ζῶντι.f
15
Καὶ διὰ τοῦτο διαθήκης καινῆς μεσίτηςa
ἐστίν,b
ὅπως θανάτου γενομένουc
εἰς ἀπολύτρωσινd
τῶν ἐπὶ τῇ πρώτῃ διαθήκῃ παραβάσεωνe
τὴν ἐπαγγελίαν λάβωσινf
οἱ κεκλημένοιg
τῆς αἰωνίου κληρονομίας.h
16
ὅπου γὰρ διαθήκη, θάνατον ἀνάγκηa
φέρεσθαιb
τοῦ διαθεμένου·c
17
διαθήκη γὰρ ἐπὶ νεκροῖς βεβαία,a
ἐπεὶb
⸀μήποτεc
ἰσχύειd
ὅτε ζῇe
ὁ διαθέμενος.f
18
ὅθενa
οὐδὲ ἡ πρώτη χωρὶς αἵματος ἐγκεκαίνισται·b
19
λαληθείσηςa
γὰρ πάσης ἐντολῆς κατὰ ⸀τὸν νόμον ὑπὸ Μωϋσέως παντὶ τῷ λαῷ, λαβὼνb
τὸ αἷμα τῶν ⸀μόσχωνc
μετὰ ὕδατος καὶ ἐρίουd
κοκκίνουe
καὶ ὑσσώπουf
αὐτό τε τὸ βιβλίον καὶ πάντα τὸν λαὸν ἐράντισεν,g
20
λέγων·a
Τοῦτο τὸ αἷμα τῆς διαθήκης ἧς ἐνετείλατοb
πρὸς ὑμᾶς ὁ θεός·
21
καὶ τὴν σκηνὴνa
δὲ καὶ πάντα τὰ σκεύηb
τῆς λειτουργίαςc
τῷ αἵματι ὁμοίως ἐράντισεν.d
22
καὶ σχεδὸνa
ἐν αἵματι πάντα καθαρίζεταιb
κατὰ τὸν νόμον, καὶ χωρὶς αἱματεκχυσίαςc
οὐ γίνεταιd
ἄφεσις.e
23
Ἀνάγκηa
οὖν τὰ μὲν ὑποδείγματαb
τῶν ἐν τοῖς οὐρανοῖς τούτοις καθαρίζεσθαι,c
αὐτὰ δὲ τὰ ἐπουράνιαd
κρείττοσιe
θυσίαιςf
παρὰ ταύτας.
24
οὐ γὰρ εἰς χειροποίηταa
⸂εἰσῆλθενb
ἅγια⸃ Χριστός, ἀντίτυπαc
τῶν ἀληθινῶν,d
ἀλλ’ εἰς αὐτὸν τὸν οὐρανόν, νῦν ἐμφανισθῆναιe
τῷ προσώπῳ τοῦ θεοῦ ὑπὲρ ἡμῶν·
25
οὐδ’ ἵνα πολλάκιςa
προσφέρῃb
ἑαυτόν, ὥσπερ ὁ ἀρχιερεὺς εἰσέρχεταιc
εἰς τὰ ἅγια κατ’ ἐνιαυτὸνd
ἐν αἵματι ἀλλοτρίῳ,e
26
ἐπεὶa
ἔδειb
αὐτὸν πολλάκιςc
παθεῖνd
ἀπὸ καταβολῆςe
κόσμου· ⸀νυνὶf
δὲ ἅπαξg
ἐπὶ συντελείᾳh
τῶν αἰώνων εἰς ἀθέτησινi
⸀ἁμαρτίας διὰ τῆς θυσίαςj
αὐτοῦ πεφανέρωται.k
27
καὶ καθ’ ὅσον ἀπόκειταιa
τοῖς ἀνθρώποις ἅπαξb
ἀποθανεῖν,c
μετὰ δὲ τοῦτο κρίσις,
28
οὕτως καὶ ὁ Χριστός, ἅπαξa
προσενεχθεὶςb
εἰς τὸ πολλῶν ἀνενεγκεῖνc
ἁμαρτίας, ἐκ δευτέρου χωρὶς ἁμαρτίας ὀφθήσεταιd
τοῖς αὐτὸν ἀπεκδεχομένοιςe
εἰς σωτηρίαν.