8
Κεφάλαιονa
δὲ ἐπὶ τοῖς λεγομένοις,b
τοιοῦτον ἔχομενc
ἀρχιερέα, ὃς ἐκάθισενd
ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνηςe
ἐν τοῖς οὐρανοῖς,
2
τῶν ἁγίων λειτουργὸςa
καὶ τῆς σκηνῆςb
τῆς ἀληθινῆς,c
ἣν ἔπηξενd
ὁ κύριος, ⸀οὐκ ἄνθρωπος.
3
πᾶς γὰρ ἀρχιερεὺς εἰς τὸ προσφέρεινa
δῶράb
τε καὶ θυσίαςc
καθίσταται·d
ὅθενe
ἀναγκαῖονf
ἔχεινg
τι καὶ τοῦτον ὃ προσενέγκῃ.h
4
εἰ μὲν ⸀οὖν ἦνa
ἐπὶ γῆς, οὐδ’ ἂν ἦνb
ἱερεύς, ⸀ὄντωνc
τῶν προσφερόντωνd
κατὰ ⸀νόμον τὰ δῶρα·e
5
(οἵτινες ὑποδείγματιa
καὶ σκιᾷb
λατρεύουσινc
τῶν ἐπουρανίων,d
καθὼς κεχρημάτισταιe
Μωϋσῆς μέλλωνf
ἐπιτελεῖνg
τὴν σκηνήν,h
Ὅραi
γάρ, φησίν,j
ποιήσειςk
πάντα κατὰ τὸν τύπονl
τὸν δειχθένταm
σοι ἐν τῷ ὄρει)·
6
⸀νυνὶa
δὲ διαφορωτέραςb
τέτυχενc
λειτουργίας,d
ὅσῳ καὶ κρείττονόςe
ἐστινf
διαθήκης μεσίτης,g
ἥτις ἐπὶ κρείττοσινh
ἐπαγγελίαις νενομοθέτηται.i
7
Εἰ γὰρ ἡ πρώτη ἐκείνη ἦνa
ἄμεμπτος,b
οὐκ ἂν δευτέρας ἐζητεῖτοc
τόπος·
8
μεμφόμενοςa
γὰρ ⸀αὐτοὺς λέγει·b
Ἰδοὺ ἡμέραι ἔρχονται,c
λέγειd
κύριος, καὶ συντελέσωe
ἐπὶ τὸν οἶκον Ἰσραὴλ καὶ ἐπὶ τὸν οἶκον Ἰούδα διαθήκην καινήν,
9
οὐ κατὰ τὴν διαθήκην ἣν ἐποίησαa
τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένουb
μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖνc
αὐτοὺς ἐκ γῆς Αἰγύπτου,d
ὅτι αὐτοὶ οὐκ ἐνέμεινανe
ἐν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέλησαf
αὐτῶν, λέγειg
κύριος.
10
ὅτι αὕτη ἡ διαθήκη ἣν διαθήσομαιa
τῷ οἴκῳ Ἰσραὴλ μετὰ τὰς ἡμέρας ἐκείνας, λέγειb
κύριος, διδοὺςc
νόμους μου εἰς τὴν διάνοιανd
αὐτῶν, καὶ ἐπὶ καρδίας αὐτῶν ἐπιγράψωe
αὐτούς, καὶ ἔσομαιf
αὐτοῖς εἰς θεόν καὶ αὐτοὶ ἔσονταίg
μοι εἰς λαόν.
11
καὶ οὐ μὴ διδάξωσινa
ἕκαστος τὸν πολίτηνb
αὐτοῦ καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, λέγων·c
Γνῶθιd
τὸν κύριον, ὅτι πάντες εἰδήσουσίνe
με ἀπὸ ⸀μικροῦ ἕως μεγάλου αὐτῶν.
12
ὅτι ἵλεωςa
ἔσομαιb
ταῖς ἀδικίαιςc
αὐτῶν, καὶ τῶν ἁμαρτιῶν ⸀αὐτῶν οὐ μὴ μνησθῶd
ἔτι.
13
ἐν τῷ λέγεινa
Καινὴν πεπαλαίωκενb
τὴν πρώτην, τὸ δὲ παλαιούμενονc
καὶ γηράσκονd
ἐγγὺς ἀφανισμοῦ.e