Πρὸς Ἑβραίους

5
Πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενοςa ὑπὲρ ἀνθρώπων καθίσταταιb τὰ πρὸς τὸν θεόν, ἵνα προσφέρῃc δῶράd τε καὶ θυσίαςe ὑπὲρ ἁμαρτιῶν,
2μετριοπαθεῖνa δυνάμενοςb τοῖς ἀγνοοῦσιc καὶ πλανωμένοιςd ἐπεὶe καὶ αὐτὸς περίκειταιf ἀσθένειαν,g
3καὶ ⸂δι’ αὐτὴν⸃ ὀφείλει,a καθὼς περὶ τοῦ λαοῦ, οὕτως καὶ περὶ ⸀αὑτοῦ προσφέρεινb ⸀περὶ ἁμαρτιῶν.
4καὶ οὐχ ἑαυτῷ τις λαμβάνειa τὴν τιμήν, ἀλλὰ καλούμενοςb ὑπὸ τοῦ θεοῦ, ⸀καθώσπερc καὶ Ἀαρών.d
5Οὕτως καὶ Χριστὸς οὐχ ἑαυτὸν ἐδόξασενa γενηθῆναιb ἀρχιερέα, ἀλλ’ λαλήσαςc πρὸς αὐτόν· Υἱός μου εἶd σύ, ἐγὼ σήμερον γεγέννηκάe σε·
6καθὼς καὶ ἐν ἑτέρῳ λέγει·a Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξινb Μελχισέδεκ,c
7ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ δεήσειςa τε καὶ ἱκετηρίαςb πρὸς τὸν δυνάμενονc σῴζεινd αὐτὸν ἐκ θανάτου μετὰ κραυγῆςe ἰσχυρᾶςf καὶ δακρύωνg προσενέγκαςh καὶ εἰσακουσθεὶςi ἀπὸ τῆς εὐλαβείας,j
8καίπερa ὢνb υἱός, ἔμαθενc ἀφ’ ὧν ἔπαθενd τὴν ὑπακοήν,e
9καὶ τελειωθεὶςa ἐγένετοb ⸂πᾶσιν τοῖς ὑπακούουσινc αὐτῷ⸃ αἴτιοςd σωτηρίας αἰωνίου,
10προσαγορευθεὶςa ὑπὸ τοῦ θεοῦ ἀρχιερεὺς κατὰ τὴν τάξινb Μελχισέδεκ.c
11Περὶ οὗ πολὺς ἡμῖν λόγος καὶ δυσερμήνευτοςa λέγειν,b ἐπεὶc νωθροὶd γεγόνατεe ταῖς ἀκοαῖς·f
12καὶ γὰρ ὀφείλοντεςa εἶναιb διδάσκαλοι διὰ τὸν χρόνον, πάλιν χρείαν ἔχετεc τοῦ διδάσκεινd ὑμᾶς ⸀τινὰ τὰ στοιχεῖαe τῆς ἀρχῆς τῶν λογίωνf τοῦ θεοῦ, καὶ γεγόνατεg χρείαν ἔχοντεςh γάλακτος,i ⸀οὐ στερεᾶςj τροφῆς.k
13πᾶς γὰρ μετέχωνa γάλακτοςb ἄπειροςc λόγου δικαιοσύνης, νήπιοςd γάρ ἐστιν·e
14τελείωνa δέ ἐστινb στερεὰc τροφή,d τῶν διὰ τὴν ἕξινe τὰ αἰσθητήριαf γεγυμνασμέναg ἐχόντωνh πρὸς διάκρισινi καλοῦ τε καὶ κακοῦ.