Πρὸς Ἑβραίους

4
Φοβηθῶμενa οὖν μήποτεb καταλειπομένηςc ἐπαγγελίας εἰσελθεῖνd εἰς τὴν κατάπαυσινe αὐτοῦ δοκῇf τις ἐξ ὑμῶν ὑστερηκέναι·g
2καὶ γάρ ἐσμενa εὐηγγελισμένοιb καθάπερc κἀκεῖνοι,d ἀλλ’ οὐκ ὠφέλησενe λόγος τῆς ἀκοῆςf ἐκείνους, μὴ ⸀συγκεκερασμένουςg τῇ πίστει τοῖς ἀκούσασιν.h
3εἰσερχόμεθαa γὰρ ⸀εἰς κατάπαυσινb οἱ πιστεύσαντες,c καθὼς εἴρηκεν·d Ὡς ὤμοσαe ἐν τῇ ὀργῇ μου, Εἰ εἰσελεύσονταιf εἰς τὴν κατάπαυσίνg μου, καίτοιh τῶν ἔργων ἀπὸ καταβολῆςi κόσμου γενηθέντων,j
4εἴρηκενa γάρ που περὶ τῆς ἑβδόμηςb οὕτως· Καὶ κατέπαυσενc θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃd ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ,
5καὶ ἐν τούτῳ πάλιν· Εἰ εἰσελεύσονταιa εἰς τὴν κατάπαυσίνb μου.
6ἐπεὶa οὖν ἀπολείπεταιb τινὰς εἰσελθεῖνc εἰς αὐτήν, καὶ οἱ πρότερονd εὐαγγελισθέντεςe οὐκ εἰσῆλθονf δι’ ἀπείθειαν,g
7πάλιν τινὰ ὁρίζειa ἡμέραν, Σήμερον, ἐν Δαυὶδ λέγωνb μετὰ τοσοῦτονc χρόνον, καθὼς ⸀προείρηται,d Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε,e μὴ σκληρύνητεf τὰς καρδίας ὑμῶν·
8εἰ γὰρ αὐτοὺς Ἰησοῦς κατέπαυσεν,a οὐκ ἂν περὶ ἄλλης ἐλάλειb μετὰ ταῦτα ἡμέρας.
9ἄρα ἀπολείπεταιa σαββατισμὸςb τῷ λαῷ τοῦ θεοῦ·
10 γὰρ εἰσελθὼνa εἰς τὴν κατάπαυσινb αὐτοῦ καὶ αὐτὸς κατέπαυσενc ἀπὸ τῶν ἔργων αὐτοῦ ὥσπερ ἀπὸ τῶν ἰδίων θεός.
11σπουδάσωμενa οὖν εἰσελθεῖνb εἰς ἐκείνην τὴν κατάπαυσιν,c ἵνα μὴ ἐν τῷ αὐτῷ τις ὑποδείγματιd πέσῃe τῆς ἀπειθείας.f
12Ζῶνa γὰρ λόγος τοῦ θεοῦ καὶ ἐνεργὴςb καὶ τομώτεροςc ὑπὲρ πᾶσαν μάχαιρανd δίστομονe καὶ διϊκνούμενοςf ἄχρι μερισμοῦg ψυχῆς ⸀καὶ πνεύματος, ἁρμῶνh τε καὶ μυελῶν,i καὶ κριτικὸςj ἐνθυμήσεωνk καὶ ἐννοιῶνl καρδίας·
13καὶ οὐκ ἔστινa κτίσιςb ἀφανὴςc ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰd καὶ τετραχηλισμέναe τοῖς ὀφθαλμοῖς αὐτοῦ, πρὸς ὃν ἡμῖν λόγος.
14Ἔχοντεςa οὖν ἀρχιερέα μέγαν διεληλυθόταb τοὺς οὐρανούς, Ἰησοῦν τὸν υἱὸν τοῦ θεοῦ, κρατῶμενc τῆς ὁμολογίας·d
15οὐ γὰρ ἔχομενa ἀρχιερέα μὴ δυνάμενονb συμπαθῆσαιc ταῖς ἀσθενείαιςd ἡμῶν, ⸀πεπειρασμένονe δὲ κατὰ πάντα καθ’ ὁμοιότηταf χωρὶς ἁμαρτίας.
16προσερχώμεθαa οὖν μετὰ παρρησίας τῷ θρόνῳ τῆς χάριτος, ἵνα λάβωμενb ἔλεοςc καὶ χάριν εὕρωμενd εἰς εὔκαιρονe βοήθειαν.f