Πρὸς Ἑβραίους

3
Ὅθεν,a ἀδελφοὶ ἅγιοι, κλήσεωςb ἐπουρανίουc μέτοχοι,d κατανοήσατεe τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίαςf ἡμῶν ⸀Ἰησοῦν,
2πιστὸν ὄνταa τῷ ποιήσαντιb αὐτὸν ὡς καὶ Μωϋσῆς ⸀ἐν τῷ οἴκῳ αὐτοῦ.
3πλείονος γὰρ ⸂οὗτος δόξης⸃ παρὰ Μωϋσῆν ἠξίωταιa καθ’ ὅσον πλείονα τιμὴν ἔχειb τοῦ οἴκου κατασκευάσαςc αὐτόν·
4πᾶς γὰρ οἶκος κατασκευάζεταιa ὑπό τινος, ⸀δὲ πάντα κατασκευάσαςb θεός.
5καὶ Μωϋσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ ὡς θεράπωνa εἰς μαρτύριονb τῶν λαληθησομένων,c
6Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ· ⸀ὅς οἶκός ἐσμενa ἡμεῖς, ⸀ἐὰν τὴν παρρησίαν καὶ τὸ καύχημαb τῆς ⸀ἐλπίδος κατάσχωμεν.c
7Διό, καθὼς λέγειa τὸ πνεῦμα τὸ ἅγιον· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε,b
8μὴ σκληρύνητεa τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ,b κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦc ἐν τῇ ἐρήμῳ,
9οὗ ⸀ἐπείρασανa οἱ πατέρες ὑμῶν ⸂ἐν δοκιμασίᾳ⸃b καὶ εἶδονc τὰ ἔργα μου
10τεσσεράκονταa ἔτη· διὸ προσώχθισαb τῇ γενεᾷ ⸀ταύτῃ καὶ εἶπον·c Ἀεὶd πλανῶνταιe τῇ καρδίᾳ· αὐτοὶ δὲ οὐκ ἔγνωσανf τὰς ὁδούς μου·
11ὡς ὤμοσαa ἐν τῇ ὀργῇ μου· Εἰ εἰσελεύσονταιb εἰς τὴν κατάπαυσίνc μου.
12βλέπετε,a ἀδελφοί, μήποτεb ἔσταιc ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίαςd ἐν τῷ ἀποστῆναιe ἀπὸ θεοῦ ζῶντος,f
13ἀλλὰ παρακαλεῖτεa ἑαυτοὺς καθ’ ἑκάστην ἡμέραν, ἄχριςb οὗ τὸ Σήμερον καλεῖται,c ἵνα μὴ σκληρυνθῇd ⸂τις ἐξ ὑμῶν⸃ ἀπάτῃe τῆς ἁμαρτίας·
14μέτοχοιa γὰρ ⸂τοῦ Χριστοῦ γεγόναμεν⸃,b ἐάνπερc τὴν ἀρχὴν τῆς ὑποστάσεωςd μέχριe τέλους βεβαίανf κατάσχωμεν.g
15ἐν τῷ λέγεσθαι·a Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε,b Μὴ σκληρύνητεc τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ.d
16τίνες γὰρ ἀκούσαντεςa παρεπίκραναν;b ἀλλ’ οὐ πάντες οἱ ἐξελθόντεςc ἐξ Αἰγύπτουd διὰ Μωϋσέως;
17τίσιν δὲ προσώχθισενa τεσσεράκονταb ἔτη; οὐχὶ τοῖς ἁμαρτήσασιν,c ὧν τὰ κῶλαd ἔπεσενe ἐν τῇ ἐρήμῳ;
18τίσιν δὲ ὤμοσενa μὴ εἰσελεύσεσθαιb εἰς τὴν κατάπαυσινc αὐτοῦ εἰ μὴ τοῖς ἀπειθήσασιν;d
19καὶ βλέπομενa ὅτι οὐκ ἠδυνήθησανb εἰσελθεῖνc δι’ ἀπιστίαν.d