13
Ἡ φιλαδελφίαa
μενέτω.b
2
τῆς φιλοξενίαςa
μὴ ἐπιλανθάνεσθε,b
διὰ ταύτης γὰρ ἔλαθόνc
τινες ξενίσαντεςd
ἀγγέλους.
3
μιμνῄσκεσθεa
τῶν δεσμίωνb
ὡς συνδεδεμένοι,c
τῶν κακουχουμένωνd
ὡς καὶ αὐτοὶ ὄντεςe
ἐν σώματι.
4
τίμιοςa
ὁ γάμοςb
ἐν πᾶσιν καὶ ἡ κοίτηc
ἀμίαντος,d
πόρνουςe
⸀γὰρ καὶ μοιχοὺςf
κρινεῖg
ὁ θεός.
5
ἀφιλάργυροςa
ὁ τρόπος·b
ἀρκούμενοιc
τοῖς παροῦσιν·d
αὐτὸς γὰρ εἴρηκεν·e
Οὐ μή σε ἀνῶf
οὐδ’ οὐ μή σε ⸀ἐγκαταλίπω·g
6
ὥστε θαρροῦνταςa
ἡμᾶς λέγειν·b
Κύριος ἐμοὶ βοηθός,c
⸀οὐ φοβηθήσομαι·d
τί ποιήσειe
μοι ἄνθρωπος;
7
Μνημονεύετεa
τῶν ἡγουμένωνb
ὑμῶν, οἵτινες ἐλάλησανc
ὑμῖν τὸν λόγον τοῦ θεοῦ, ὧν ἀναθεωροῦντεςd
τὴν ἔκβασινe
τῆς ἀναστροφῆςf
μιμεῖσθεg
τὴν πίστιν.
8
Ἰησοῦς Χριστὸς ἐχθὲςa
καὶ σήμερον ὁ αὐτός, καὶ εἰς τοὺς αἰῶνας.
9
διδαχαῖς ποικίλαιςa
καὶ ξέναιςb
μὴ παραφέρεσθε·c
καλὸν γὰρ χάριτι βεβαιοῦσθαιd
τὴν καρδίαν, οὐ βρώμασιν,e
ἐν οἷς οὐκ ὠφελήθησανf
οἱ ⸀περιπατοῦντες.g
10
ἔχομενa
θυσιαστήριονb
ἐξ οὗ φαγεῖνc
οὐκ ἔχουσινd
ἐξουσίαν οἱ τῇ σκηνῇe
λατρεύοντες.f
11
ὧν γὰρ εἰσφέρεταιa
ζῴωνb
τὸ αἷμα περὶ ἁμαρτίας εἰς τὰ ἅγια διὰ τοῦ ἀρχιερέως, τούτων τὰ σώματα κατακαίεταιc
ἔξω τῆς παρεμβολῆς·d
12
διὸ καὶ Ἰησοῦς, ἵνα ἁγιάσῃa
διὰ τοῦ ἰδίου αἵματος τὸν λαόν, ἔξω τῆς πύληςb
ἔπαθεν.c
13
τοίνυνa
ἐξερχώμεθαb
πρὸς αὐτὸν ἔξω τῆς παρεμβολῆς,c
τὸν ὀνειδισμὸνd
αὐτοῦ φέροντες.e
14
οὐ γὰρ ἔχομενa
ὧδε μένουσανb
πόλιν, ἀλλὰ τὴν μέλλουσανc
ἐπιζητοῦμεν·d
15
δι’ αὐτοῦ ⸀οὖν ἀναφέρωμενa
θυσίανb
αἰνέσεωςc
διὰ παντὸς τῷ θεῷ, τοῦτ’ ἔστινd
καρπὸν χειλέωνe
ὁμολογούντωνf
τῷ ὀνόματι αὐτοῦ.
16
τῆς δὲ εὐποιΐαςa
καὶ κοινωνίαςb
μὴ ἐπιλανθάνεσθε,c
τοιαύταις γὰρ θυσίαιςd
εὐαρεστεῖταιe
ὁ θεός.
17
Πείθεσθεa
τοῖς ἡγουμένοιςb
ὑμῶν καὶ ὑπείκετε,c
αὐτοὶ γὰρ ἀγρυπνοῦσινd
ὑπὲρ τῶν ψυχῶν ὑμῶν ὡς λόγον ἀποδώσοντες,e
ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσινf
καὶ μὴ στενάζοντες,g
ἀλυσιτελὲςh
γὰρ ὑμῖν τοῦτο.
18
Προσεύχεσθεa
περὶ ἡμῶν, ⸀πειθόμεθαb
γὰρ ὅτι καλὴν συνείδησιν ἔχομεν,c
ἐν πᾶσιν καλῶς θέλοντεςd
ἀναστρέφεσθαι.e
19
περισσοτέρωςa
δὲ παρακαλῶb
τοῦτο ποιῆσαιc
ἵνα τάχιονd
ἀποκατασταθῶe
ὑμῖν.
20
Ὁ δὲ θεὸς τῆς εἰρήνης, ὁ ἀναγαγὼνa
ἐκ νεκρῶν τὸν ποιμέναb
τῶν προβάτων τὸν μέγαν ἐν αἵματι διαθήκης αἰωνίου, τὸν κύριον ἡμῶν Ἰησοῦν,
21
καταρτίσαιa
ὑμᾶς ἐν ⸀παντὶ ἀγαθῷ εἰς τὸ ποιῆσαιb
τὸ θέλημα αὐτοῦ, ποιῶνc
ἐν ⸀ἡμῖν τὸ εὐάρεστονd
ἐνώπιον αὐτοῦ διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς ⸀αἰῶνας· ἀμήν.
22
Παρακαλῶa
δὲ ὑμᾶς, ἀδελφοί, ἀνέχεσθεb
τοῦ λόγου τῆς παρακλήσεως,c
καὶ γὰρ διὰ βραχέωνd
ἐπέστειλαe
ὑμῖν.
23
γινώσκετεa
τὸν ἀδελφὸν ⸀ἡμῶν Τιμόθεονb
ἀπολελυμένον,c
μεθ’ οὗ ἐὰν τάχιονd
ἔρχηταιe
ὄψομαιf
ὑμᾶς.
24
ἀσπάσασθεa
πάντας τοὺς ἡγουμένουςb
ὑμῶν καὶ πάντας τοὺς ἁγίους. ἀσπάζονταιc
ὑμᾶς οἱ ἀπὸ τῆς Ἰταλίας.d
25
ἡ χάρις μετὰ πάντων ⸀ὑμῶν.