11
Ἔστινa
δὲ πίστις ἐλπιζομένωνb
ὑπόστασις,c
πραγμάτωνd
ἔλεγχοςe
οὐ βλεπομένων·f
2
ἐν ταύτῃ γὰρ ἐμαρτυρήθησανa
οἱ πρεσβύτεροι.
3
πίστει νοοῦμενa
κατηρτίσθαιb
τοὺς αἰῶνας ῥήματι θεοῦ, εἰς τὸ μὴ ἐκ φαινομένωνc
⸂τὸ βλεπόμενον⸃d
γεγονέναι.e
4
Πίστει πλείονα θυσίανa
Ἅβελb
παρὰ Κάϊνc
προσήνεγκενd
τῷ θεῷ, δι’ ἧς ἐμαρτυρήθηe
εἶναιf
δίκαιος, μαρτυροῦντοςg
ἐπὶ τοῖς δώροιςh
αὐτοῦ ⸂τοῦ θεοῦ⸃, καὶ δι’ αὐτῆς ἀποθανὼνi
ἔτι ⸀λαλεῖ.j
5
Πίστει Ἑνὼχa
μετετέθηb
τοῦ μὴ ἰδεῖνc
θάνατον, καὶ οὐχ ηὑρίσκετοd
διότιe
μετέθηκενf
αὐτὸν ὁ θεός· πρὸ γὰρ τῆς ⸀μεταθέσεωςg
μεμαρτύρηταιh
εὐαρεστηκέναιi
τῷ θεῷ,
6
χωρὶς δὲ πίστεως ἀδύνατονa
εὐαρεστῆσαι,b
πιστεῦσαιc
γὰρ δεῖd
τὸν προσερχόμενονe
τῷ θεῷ ὅτι ἔστινf
καὶ τοῖς ἐκζητοῦσινg
αὐτὸν μισθαποδότηςh
γίνεται.i
7
πίστει χρηματισθεὶςa
Νῶεb
περὶ τῶν μηδέπωc
βλεπομένωνd
εὐλαβηθεὶςe
κατεσκεύασενf
κιβωτὸνg
εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ, δι’ ἧς κατέκρινενh
τὸν κόσμον, καὶ τῆς κατὰ πίστιν δικαιοσύνης ἐγένετοi
κληρονόμος.j
8
⸀Πίστει καλούμενοςa
Ἀβραὰμ ὑπήκουσενb
ἐξελθεῖνc
εἰς ⸀τόπον ὃν ἤμελλενd
λαμβάνεινe
εἰς κληρονομίαν,f
καὶ ἐξῆλθενg
μὴ ἐπιστάμενοςh
ποῦ ἔρχεται.i
9
πίστει παρῴκησενa
εἰς γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν,b
ἐν σκηναῖςc
κατοικήσαςd
μετὰ Ἰσαὰκe
καὶ Ἰακὼβf
τῶν συγκληρονόμωνg
τῆς ἐπαγγελίας τῆς αὐτῆς·
10
ἐξεδέχετοa
γὰρ τὴν τοὺς θεμελίουςb
ἔχουσανc
πόλιν, ἧς τεχνίτηςd
καὶ δημιουργὸςe
ὁ θεός.
11
πίστει καὶ ⸂αὐτῇ Σάρρᾳ⸃a
δύναμιν εἰς καταβολὴνb
σπέρματος ἔλαβενc
καὶ παρὰ καιρὸν ⸀ἡλικίας,d
ἐπεὶe
πιστὸν ἡγήσατοf
τὸν ἐπαγγειλάμενον·g
12
διὸ καὶ ἀφ’ ἑνὸς ἐγεννήθησαν,a
καὶ ταῦτα νενεκρωμένου,b
καθὼς τὰ ἄστραc
τοῦ οὐρανοῦ τῷ πλήθει καὶ ὡς ἡ ἄμμοςd
ἡ παρὰ τὸ χεῖλοςe
τῆς θαλάσσης ἡ ἀναρίθμητος.f
13
Κατὰ πίστιν ἀπέθανονa
οὗτοι πάντες, μὴ ⸀λαβόντεςb
τὰς ἐπαγγελίας, ἀλλὰ πόρρωθενc
αὐτὰς ἰδόντεςd
καὶ ἀσπασάμενοι,e
καὶ ὁμολογήσαντεςf
ὅτι ξένοιg
καὶ παρεπίδημοίh
εἰσινi
ἐπὶ τῆς γῆς.
14
οἱ γὰρ τοιαῦτα λέγοντεςa
ἐμφανίζουσινb
ὅτι πατρίδαc
ἐπιζητοῦσιν.d
15
καὶ εἰ μὲν ἐκείνης ⸀μνημονεύουσινa
ἀφ’ ἧς ⸀ἐξέβησαν,b
εἶχονc
ἂν καιρὸν ἀνακάμψαι·d
16
νῦν δὲ κρείττονοςa
ὀρέγονται,b
τοῦτ’ ἔστινc
ἐπουρανίου.d
διὸ οὐκ ἐπαισχύνεταιe
αὐτοὺς ὁ θεὸς θεὸς ἐπικαλεῖσθαιf
αὐτῶν, ἡτοίμασενg
γὰρ αὐτοῖς πόλιν.
17
Πίστει προσενήνοχενa
Ἀβραὰμ τὸν Ἰσαὰκb
πειραζόμενος,c
καὶ τὸν μονογενῆd
προσέφερενe
ὁ τὰς ἐπαγγελίας ἀναδεξάμενος,f
18
πρὸς ὃν ἐλαλήθηa
ὅτι Ἐν Ἰσαὰκb
κληθήσεταίc
σοι σπέρμα,
19
λογισάμενοςa
ὅτι καὶ ἐκ νεκρῶν ἐγείρεινb
δυνατὸς ὁ θεός· ὅθενc
αὐτὸν καὶ ἐν παραβολῇ ἐκομίσατο.d
20
Πίστει ⸀καὶ περὶ μελλόντωνa
εὐλόγησενb
Ἰσαὰκc
τὸν Ἰακὼβd
καὶ τὸν Ἠσαῦ.e
21
πίστει Ἰακὼβa
ἀποθνῄσκωνb
ἕκαστον τῶν υἱῶν Ἰωσὴφ εὐλόγησεν,c
καὶ προσεκύνησενd
ἐπὶ τὸ ἄκρονe
τῆς ῥάβδουf
αὐτοῦ.
22
πίστει Ἰωσὴφ τελευτῶνa
περὶ τῆς ἐξόδουb
τῶν υἱῶν Ἰσραὴλ ἐμνημόνευσεν,c
καὶ περὶ τῶν ὀστέωνd
αὐτοῦ ἐνετείλατο.e
23
Πίστει Μωϋσῆς γεννηθεὶςa
ἐκρύβηb
τρίμηνονc
ὑπὸ τῶν πατέρων αὐτοῦ, διότιd
εἶδονe
ἀστεῖονf
τὸ παιδίον καὶ οὐκ ἐφοβήθησανg
τὸ διάταγμαh
τοῦ βασιλέως.
24
πίστει Μωϋσῆς μέγας γενόμενοςa
ἠρνήσατοb
λέγεσθαιc
υἱὸς θυγατρὸςd
Φαραώ,e
25
μᾶλλον ἑλόμενοςa
συγκακουχεῖσθαιb
τῷ λαῷ τοῦ θεοῦ ἢ πρόσκαιρονc
ἔχεινd
ἁμαρτίας ἀπόλαυσιν,e
26
μείζονα πλοῦτονa
ἡγησάμενοςb
τῶν Αἰγύπτουc
θησαυρῶνd
τὸν ὀνειδισμὸνe
τοῦ Χριστοῦ, ἀπέβλεπενf
γὰρ εἰς τὴν μισθαποδοσίαν.g
27
πίστει κατέλιπενa
Αἴγυπτον,b
μὴ φοβηθεὶςc
τὸν θυμὸνd
τοῦ βασιλέως, τὸν γὰρ ἀόρατονe
ὡς ὁρῶνf
ἐκαρτέρησεν.g
28
πίστει πεποίηκενa
τὸ πάσχαb
καὶ τὴν πρόσχυσινc
τοῦ αἵματος, ἵνα μὴ ὁ ὀλοθρεύωνd
τὰ πρωτότοκαe
θίγῃf
αὐτῶν.
29
Πίστει διέβησανa
τὴν Ἐρυθρὰνb
Θάλασσαν ὡς διὰ ξηρᾶςc
⸀γῆς, ἧς πεῖρανd
λαβόντεςe
οἱ Αἰγύπτιοιf
κατεπόθησαν.g
30
πίστει τὰ τείχηa
Ἰεριχὼb
⸀ἔπεσανc
κυκλωθένταd
ἐπὶ ἑπτὰ ἡμέρας.
31
πίστει Ῥαὰβa
ἡ πόρνηb
οὐ συναπώλετοc
τοῖς ἀπειθήσασιν,d
δεξαμένηe
τοὺς κατασκόπουςf
μετ’ εἰρήνης.
32
Καὶ τί ἔτι λέγω;a
ἐπιλείψειb
⸂με γὰρ⸃ διηγούμενονc
ὁ χρόνος περὶ Γεδεών,d
Βαράκ,e
⸀Σαμψών,f
Ἰεφθάε,g
Δαυίδ τε καὶ Σαμουὴλh
καὶ τῶν προφητῶν,
33
οἳ διὰ πίστεως κατηγωνίσαντοa
βασιλείας, εἰργάσαντοb
δικαιοσύνην, ἐπέτυχονc
ἐπαγγελιῶν, ἔφραξανd
στόματα λεόντων,e
34
ἔσβεσανa
δύναμιν πυρός, ἔφυγονb
στόματα ⸀μαχαίρης,c
⸀ἐδυναμώθησανd
ἀπὸ ἀσθενείας,e
ἐγενήθησανf
ἰσχυροὶg
ἐν πολέμῳ,h
παρεμβολὰςi
ἔκλινανj
ἀλλοτρίων·k
35
ἔλαβονa
γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν,b
οὐ προσδεξάμενοιc
τὴν ἀπολύτρωσιν,d
ἵνα κρείττονοςe
ἀναστάσεως τύχωσιν·f
36
ἕτεροι δὲ ἐμπαιγμῶνa
καὶ μαστίγωνb
πεῖρανc
ἔλαβον,d
ἔτι δὲ δεσμῶνe
καὶ φυλακῆς·
37
ἐλιθάσθησαν,a
⸀ἐπρίσθησαν,b
ἐν φόνῳc
⸀μαχαίρηςd
ἀπέθανον,e
περιῆλθονf
ἐν μηλωταῖς,g
ἐν αἰγείοιςh
δέρμασιν,i
ὑστερούμενοι,j
θλιβόμενοι,k
κακουχούμενοι,l
38
ὧν οὐκ ἦνa
ἄξιος ὁ κόσμος ⸀ἐπὶ ἐρημίαιςb
πλανώμενοιc
καὶ ὄρεσι καὶ σπηλαίοιςd
καὶ ταῖς ὀπαῖςe
τῆς γῆς·
39
⸀καὶ πάντες μαρτυρηθέντεςa
διὰ τῆς πίστεως οὐκ ἐκομίσαντοb
τὴν ἐπαγγελίαν,
40
τοῦ θεοῦ περὶ ἡμῶν κρεῖττόνa
τι προβλεψαμένου,b
ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν.c