Πρὸς Ἑβραίους

1
Πολυμερῶςa καὶ πολυτρόπωςb πάλαιc θεὸς λαλήσαςd τοῖς πατράσιν ἐν τοῖς προφήταις
2ἐπ’ ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησενa ἡμῖν ἐν υἱῷ, ὃν ἔθηκενb κληρονόμονc πάντων, δι’ οὗ καὶ ⸂ἐποίησενd τοὺς αἰῶνας⸃·
3ὃς ὢνa ἀπαύγασμαb τῆς δόξης καὶ χαρακτὴρc τῆς ὑποστάσεωςd αὐτοῦ, φέρωνe τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως, ⸂δι’ αὑτοῦ⸃ καθαρισμὸνf ⸂τῶν ἁμαρτιῶν ποιησάμενος⸃g ἐκάθισενh ἐν δεξιᾷ τῆς μεγαλωσύνηςi ἐν ὑψηλοῖς,j
4τοσούτῳa κρείττωνb γενόμενοςc τῶν ἀγγέλων ὅσῳ διαφορώτερονd παρ’ αὐτοὺς κεκληρονόμηκενe ὄνομα.
5Τίνι γὰρ εἶπένa ποτε τῶν ἀγγέλων· Υἱός μου εἶb σύ, ἐγὼ σήμερον γεγέννηκάc σε, καὶ πάλιν· Ἐγὼ ἔσομαιd αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσταιe μοι εἰς υἱόν;
6ὅταν δὲ πάλιν εἰσαγάγῃa τὸν πρωτότοκονb εἰς τὴν οἰκουμένην,c λέγει·d Καὶ προσκυνησάτωσανe αὐτῷ πάντες ἄγγελοι θεοῦ.
7καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει·a ποιῶνb τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺςc αὐτοῦ πυρὸς φλόγα·d
8πρὸς δὲ τὸν υἱόν· θρόνος σου θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ⸂καὶ ῥάβδοςa τῆς εὐθύτητος⸃b ῥάβδοςc τῆς βασιλείας ⸀σου.
9ἠγάπησαςa δικαιοσύνην καὶ ἐμίσησαςb ἀνομίαν·c διὰ τοῦτο ἔχρισένd σε θεός, θεός σου, ἔλαιονe ἀγαλλιάσεωςf παρὰ τοὺς μετόχουςg σου·
10καί· Σὺ κατ’ ἀρχάς, κύριε, τὴν γῆν ἐθεμελίωσας,a καὶ ἔργα τῶν χειρῶν σού εἰσινb οἱ οὐρανοί·
11αὐτοὶ ἀπολοῦνται,a σὺ δὲ διαμένεις·b καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται,c
12καὶ ὡσεὶa περιβόλαιονb ἑλίξειςc αὐτούς, ⸂ὡς ἱμάτιον⸃ καὶ ἀλλαγήσονται·d σὺ δὲ αὐτὸς εἶ,e καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν.f
13πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκένa ποτε· Κάθουb ἐκ δεξιῶν μου ἕως ἂν θῶc τοὺς ἐχθρούς σου ὑποπόδιονd τῶν ποδῶν σου;
14οὐχὶ πάντες εἰσὶνa λειτουργικὰb πνεύματα εἰς διακονίαν ἀποστελλόμεναc διὰ τοὺς μέλλονταςd κληρονομεῖνe σωτηρίαν;