1
Παῦλος ἀπόστολος, οὐκ ἀπ’ ἀνθρώπων οὐδὲ δι’ ἀνθρώπου ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ καὶ θεοῦ πατρὸς τοῦ ἐγείραντοςa
αὐτὸν ἐκ νεκρῶν,
2
καὶ οἱ σὺν ἐμοὶ πάντες ἀδελφοί, ταῖς ἐκκλησίαις τῆς Γαλατίας·a
3
χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ⸂καὶ κυρίου ἡμῶν⸃ Ἰησοῦ Χριστοῦ,
4
τοῦ δόντοςa
ἑαυτὸν ⸀ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν ὅπως ἐξέληταιb
ἡμᾶς ἐκ τοῦ ⸂αἰῶνος τοῦ ἐνεστῶτος⸃c
πονηροῦ κατὰ τὸ θέλημα τοῦ θεοῦ καὶ πατρὸς ἡμῶν,
5
ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
6
Θαυμάζωa
ὅτι οὕτως ταχέωςb
μετατίθεσθεc
ἀπὸ τοῦ καλέσαντοςd
ὑμᾶς ἐν χάριτι Χριστοῦ εἰς ἕτερον εὐαγγέλιον,
7
ὃ οὐκ ἔστινa
ἄλλο· εἰ μή τινές εἰσινb
οἱ ταράσσοντεςc
ὑμᾶς καὶ θέλοντεςd
μεταστρέψαιe
τὸ εὐαγγέλιον τοῦ Χριστοῦ.
8
ἀλλὰ καὶ ἐὰν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ ⸀εὐαγγελίζηταιa
⸀ὑμῖν παρ’ ὃ εὐηγγελισάμεθαb
ὑμῖν, ἀνάθεμαc
ἔστω.d
9
ὡς προειρήκαμεν,a
καὶ ἄρτι πάλιν λέγω,b
εἴ τις ὑμᾶς εὐαγγελίζεταιc
παρ’ ὃ παρελάβετε,d
ἀνάθεμαe
ἔστω.f
10
Ἄρτι γὰρ ἀνθρώπους πείθωa
ἢ τὸν θεόν; ἢ ζητῶb
ἀνθρώποις ἀρέσκειν;c
⸀εἰ ἔτι ἀνθρώποις ἤρεσκον,d
Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην.e
11
Γνωρίζωa
⸀γὰρ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον τὸ εὐαγγελισθὲνb
ὑπ’ ἐμοῦ ὅτι οὐκ ἔστινc
κατὰ ἄνθρωπον·
12
οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβονa
αὐτό, ⸀οὔτε ἐδιδάχθην,b
ἀλλὰ δι’ ἀποκαλύψεωςc
Ἰησοῦ Χριστοῦ.
13
Ἠκούσατεa
γὰρ τὴν ἐμὴν ἀναστροφήνb
ποτε ἐν τῷ Ἰουδαϊσμῷ,c
ὅτι καθ’ ὑπερβολὴνd
ἐδίωκονe
τὴν ἐκκλησίαν τοῦ θεοῦ καὶ ἐπόρθουνf
αὐτήν,
14
καὶ προέκοπτονa
ἐν τῷ Ἰουδαϊσμῷb
ὑπὲρ πολλοὺς συνηλικιώταςc
ἐν τῷ γένειd
μου, περισσοτέρωςe
ζηλωτὴςf
ὑπάρχωνg
τῶν πατρικῶνh
μου παραδόσεων.i
15
ὅτε δὲ ⸀εὐδόκησενa
ὁ ἀφορίσαςb
με ἐκ κοιλίαςc
μητρός μου καὶ καλέσαςd
διὰ τῆς χάριτος αὐτοῦ
16
ἀποκαλύψαιa
τὸν υἱὸν αὐτοῦ ἐν ἐμοὶ ἵνα εὐαγγελίζωμαιb
αὐτὸν ἐν τοῖς ἔθνεσιν, εὐθέως οὐ προσανεθέμηνc
σαρκὶ καὶ αἵματι,
17
οὐδὲ ἀνῆλθονa
εἰς Ἱεροσόλυμα πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους, ἀλλὰ ἀπῆλθονb
εἰς Ἀραβίαν,c
καὶ πάλιν ὑπέστρεψαd
εἰς Δαμασκόν.e
18
Ἔπειταa
μετὰ ⸂ἔτη τρία⸃ ἀνῆλθονb
εἰς Ἱεροσόλυμα ἱστορῆσαιc
⸀Κηφᾶν,d
καὶ ἐπέμειναe
πρὸς αὐτὸν ἡμέρας δεκαπέντε·f
19
ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον,a
εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ κυρίου.
20
ἃ δὲ γράφωa
ὑμῖν, ἰδοὺ ἐνώπιον τοῦ θεοῦ ὅτι οὐ ψεύδομαι.b
21
ἔπειταa
ἦλθονb
εἰς τὰ κλίματαc
τῆς Συρίαςd
καὶ τῆς Κιλικίας.e
22
ἤμηνa
δὲ ἀγνοούμενοςb
τῷ προσώπῳ ταῖς ἐκκλησίαις τῆς Ἰουδαίας ταῖς ἐν Χριστῷ,
23
μόνον δὲ ἀκούοντεςa
ἦσανb
ὅτι Ὁ διώκωνc
ἡμᾶς ποτε νῦν εὐαγγελίζεταιd
τὴν πίστιν ἥν ποτε ἐπόρθει,e
24
καὶ ἐδόξαζονa
ἐν ἐμοὶ τὸν θεόν.
2
Ἔπειταa
διὰ δεκατεσσάρωνb
ἐτῶν πάλιν ἀνέβηνc
εἰς Ἱεροσόλυμα μετὰ Βαρναβᾶd
συμπαραλαβὼνe
καὶ Τίτον·f
2
ἀνέβηνa
δὲ κατὰ ἀποκάλυψιν·b
καὶ ἀνεθέμηνc
αὐτοῖς τὸ εὐαγγέλιον ὃ κηρύσσωd
ἐν τοῖς ἔθνεσιν, κατ’ ἰδίαν δὲ τοῖς δοκοῦσιν,e
μή πως εἰς κενὸνf
τρέχωg
ἢ ἔδραμον.h
3
ἀλλ’ οὐδὲ Τίτοςa
ὁ σὺν ἐμοί, Ἕλληνb
ὤν,c
ἠναγκάσθηd
περιτμηθῆναι·e
4
διὰ δὲ τοὺς παρεισάκτουςa
ψευδαδέλφους,b
οἵτινες παρεισῆλθονc
κατασκοπῆσαιd
τὴν ἐλευθερίανe
ἡμῶν ἣν ἔχομενf
ἐν Χριστῷ Ἰησοῦ, ἵνα ἡμᾶς ⸀καταδουλώσουσιν—g
5
οἷς οὐδὲ πρὸς ὥραν εἴξαμενa
τῇ ὑποταγῇ,b
ἵνα ἡ ἀλήθεια τοῦ εὐαγγελίου διαμείνῃc
πρὸς ὑμᾶς.
6
ἀπὸ δὲ τῶν δοκούντωνa
εἶναίb
τι— ὁποῖοίc
ποτε ἦσανd
οὐδέν μοι διαφέρει·e
πρόσωπον ⸀θεὸς ἀνθρώπου οὐ λαμβάνει—f
ἐμοὶ γὰρ οἱ δοκοῦντεςg
οὐδὲν προσανέθεντο,h
7
ἀλλὰ τοὐναντίονa
ἰδόντεςb
ὅτι πεπίστευμαιc
τὸ εὐαγγέλιον τῆς ἀκροβυστίαςd
καθὼς Πέτρος τῆς περιτομῆς,
8
ὁ γὰρ ἐνεργήσαςa
Πέτρῳ εἰς ἀποστολὴνb
τῆς περιτομῆς ἐνήργησενc
καὶ ἐμοὶ εἰς τὰ ἔθνη,
9
καὶ γνόντεςa
τὴν χάριν τὴν δοθεῖσάνb
μοι, Ἰάκωβος καὶ Κηφᾶςc
καὶ Ἰωάννης, οἱ δοκοῦντεςd
στῦλοιe
εἶναι,f
δεξιὰς ἔδωκανg
ἐμοὶ καὶ Βαρναβᾷh
κοινωνίας,i
ἵνα ⸀ἡμεῖς εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περιτομήν·
10
μόνον τῶν πτωχῶν ἵνα μνημονεύωμεν,a
ὃ καὶ ἐσπούδασαb
αὐτὸ τοῦτο ποιῆσαι.c
11
Ὅτε δὲ ἦλθενa
⸀Κηφᾶςb
εἰς Ἀντιόχειαν,c
κατὰ πρόσωπον αὐτῷ ἀντέστην,d
ὅτι κατεγνωσμένοςe
ἦν·f
12
πρὸ τοῦ γὰρ ἐλθεῖνa
τινας ἀπὸ Ἰακώβου μετὰ τῶν ἐθνῶν συνήσθιεν·b
ὅτε δὲ ⸀ἦλθον,c
ὑπέστελλενd
καὶ ἀφώριζενe
ἑαυτόν, φοβούμενοςf
τοὺς ἐκ περιτομῆς.
13
καὶ συνυπεκρίθησανa
αὐτῷ ⸀καὶ οἱ λοιποὶ Ἰουδαῖοι, ὥστε καὶ Βαρναβᾶςb
συναπήχθηc
αὐτῶν τῇ ὑποκρίσει.d
14
ἀλλ’ ὅτε εἶδονa
ὅτι οὐκ ὀρθοποδοῦσινb
πρὸς τὴν ἀλήθειαν τοῦ εὐαγγελίου, εἶπονc
τῷ ⸀Κηφᾷd
ἔμπροσθεν πάντων· Εἰ σὺ Ἰουδαῖος ὑπάρχωνe
ἐθνικῶςf
⸂καὶ ⸀οὐκ Ἰουδαϊκῶςg
ζῇς⸃,h
⸀πῶς τὰ ἔθνη ἀναγκάζειςi
Ἰουδαΐζειν;j
15
Ἡμεῖς φύσειa
Ἰουδαῖοι καὶ οὐκ ἐξ ἐθνῶν ἁμαρτωλοί,
16
εἰδότεςa
⸀δὲ ὅτι οὐ δικαιοῦταιb
ἄνθρωπος ἐξ ἔργων νόμου ἐὰν μὴ διὰ πίστεως ⸂Ἰησοῦ Χριστοῦ⸃, καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν,c
ἵνα δικαιωθῶμενd
ἐκ πίστεως Χριστοῦ καὶ οὐκ ἐξ ἔργων νόμου, ⸂ὅτι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται⸃e
πᾶσα σάρξ.
17
εἰ δὲ ζητοῦντεςa
δικαιωθῆναιb
ἐν Χριστῷ εὑρέθημενc
καὶ αὐτοὶ ἁμαρτωλοί, ἆρα Χριστὸς ἁμαρτίας διάκονος;d
μὴ γένοιτο·e
18
εἰ γὰρ ἃ κατέλυσαa
ταῦτα πάλιν οἰκοδομῶ,b
παραβάτηνc
ἐμαυτὸν ⸀συνιστάνω.d
19
ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανονa
ἵνα θεῷ ζήσω·b
Χριστῷ συνεσταύρωμαι·c
20
ζῶa
δὲ οὐκέτι ἐγώ, ζῇb
δὲ ἐν ἐμοὶ Χριστός· ὃ δὲ νῦν ζῶc
ἐν σαρκί, ἐν πίστει ζῶd
τῇ τοῦ ⸂υἱοῦ τοῦ θεοῦ⸃ τοῦ ἀγαπήσαντόςe
με καὶ παραδόντοςf
ἑαυτὸν ὑπὲρ ἐμοῦ.
21
οὐκ ἀθετῶa
τὴν χάριν τοῦ θεοῦ· εἰ γὰρ διὰ νόμου δικαιοσύνη, ἄρα Χριστὸς δωρεὰνb
ἀπέθανεν.c
3
Ὦa
ἀνόητοιb
Γαλάται,c
τίς ὑμᾶς ⸀ἐβάσκανεν,d
οἷς κατ’ ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς ⸀προεγράφηe
ἐσταυρωμένος;f
2
τοῦτο μόνον θέλωa
μαθεῖνb
ἀφ’ ὑμῶν, ἐξ ἔργων νόμου τὸ πνεῦμα ἐλάβετεc
ἢ ἐξ ἀκοῆςd
πίστεως;
3
οὕτως ἀνόητοίa
ἐστε;b
ἐναρξάμενοιc
πνεύματι νῦν σαρκὶ ἐπιτελεῖσθε;d
4
τοσαῦταa
ἐπάθετεb
εἰκῇ;c
εἴ γεd
καὶ εἰκῇ.e
5
ὁ οὖν ἐπιχορηγῶνa
ὑμῖν τὸ πνεῦμα καὶ ἐνεργῶνb
δυνάμεις ἐν ὑμῖν ἐξ ἔργων νόμου ἢ ἐξ ἀκοῆςc
πίστεως;
6
καθὼς Ἀβραὰμ ἐπίστευσενa
τῷ θεῷ, καὶ ἐλογίσθηb
αὐτῷ εἰς δικαιοσύνην.
7
Γινώσκετεa
ἄρα ὅτι οἱ ἐκ πίστεως, οὗτοι ⸂υἱοί εἰσιν⸃b
Ἀβραάμ.
8
προϊδοῦσαa
δὲ ἡ γραφὴ ὅτι ἐκ πίστεως δικαιοῖb
τὰ ἔθνη ὁ θεὸς προευηγγελίσατοc
τῷ Ἀβραὰμ ὅτι Ἐνευλογηθήσονταιd
ἐν σοὶ πάντα τὰ ἔθνη.
9
ὥστε οἱ ἐκ πίστεως εὐλογοῦνταιa
σὺν τῷ πιστῷ Ἀβραάμ.
10
Ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσὶνa
ὑπὸ κατάρανb
εἰσίν,c
γέγραπταιd
γὰρ ⸀ὅτι Ἐπικατάρατοςe
πᾶς ὃς οὐκ ⸀ἐμμένειf
πᾶσιν τοῖς γεγραμμένοιςg
ἐν τῷ βιβλίῳ τοῦ νόμου τοῦ ποιῆσαιh
αὐτά.
11
ὅτι δὲ ἐν νόμῳ οὐδεὶς δικαιοῦταιa
παρὰ τῷ θεῷ δῆλον,b
ὅτι Ὁ δίκαιος ἐκ πίστεως ζήσεται,c
12
ὁ δὲ νόμος οὐκ ἔστινa
ἐκ πίστεως, ἀλλ’· Ὁ ποιήσαςb
⸀αὐτὰ ζήσεταιc
ἐν αὐτοῖς.
13
Χριστὸς ἡμᾶς ἐξηγόρασενa
ἐκ τῆς κατάραςb
τοῦ νόμου γενόμενοςc
ὑπὲρ ἡμῶν κατάρα,d
⸂ὅτι γέγραπται⸃·e
Ἐπικατάρατοςf
πᾶς ὁ κρεμάμενοςg
ἐπὶ ξύλου,h
14
ἵνα εἰς τὰ ἔθνη ἡ εὐλογίαa
τοῦ Ἀβραὰμ γένηταιb
ἐν ⸂Χριστῷ Ἰησοῦ⸃, ἵνα τὴν ἐπαγγελίαν τοῦ πνεύματος λάβωμενc
διὰ τῆς πίστεως.
15
Ἀδελφοί, κατὰ ἄνθρωπον λέγω·a
ὅμωςb
ἀνθρώπου κεκυρωμένηνc
διαθήκην οὐδεὶς ἀθετεῖd
ἢ ἐπιδιατάσσεται.e
16
τῷ δὲ Ἀβραὰμ ἐρρέθησανa
αἱ ἐπαγγελίαι καὶ τῷ σπέρματι αὐτοῦ· οὐ λέγει·b
Καὶ τοῖς σπέρμασιν, ὡς ἐπὶ πολλῶν, ἀλλ’ ὡς ἐφ’ ἑνός· Καὶ τῷ σπέρματί σου, ὅς ἐστινc
Χριστός.
17
τοῦτο δὲ λέγω·a
διαθήκην προκεκυρωμένηνb
ὑπὸ τοῦ ⸀θεοῦ ὁ μετὰ ⸂τετρακόσιαc
καὶ τριάκονταd
ἔτη⸃ γεγονὼςe
νόμος οὐκ ἀκυροῖ,f
εἰς τὸ καταργῆσαιg
τὴν ἐπαγγελίαν.
18
εἰ γὰρ ἐκ νόμου ἡ κληρονομία,a
οὐκέτι ἐξ ἐπαγγελίας· τῷ δὲ Ἀβραὰμ δι’ ἐπαγγελίας κεχάρισταιb
ὁ θεός.
19
Τί οὖν ὁ νόμος; τῶν παραβάσεωνa
χάρινb
προσετέθη,c
ἄχριςd
⸀οὗ ἔλθῃe
τὸ σπέρμα ᾧ ἐπήγγελται,f
διαταγεὶςg
δι’ ἀγγέλων ἐν χειρὶ μεσίτου·h
20
ὁ δὲ μεσίτηςa
ἑνὸς οὐκ ἔστιν,b
ὁ δὲ θεὸς εἷς ἐστιν.c
21
Ὁ οὖν νόμος κατὰ τῶν ἐπαγγελιῶν τοῦ θεοῦ; μὴ γένοιτο·a
εἰ γὰρ ἐδόθηb
νόμος ὁ δυνάμενοςc
ζῳοποιῆσαι,d
ὄντωςe
⸂ἐκ νόμου ἂν⸃ ἦνf
ἡ δικαιοσύνη.
22
ἀλλὰ συνέκλεισενa
ἡ γραφὴ τὰ πάντα ὑπὸ ἁμαρτίαν ἵνα ἡ ἐπαγγελία ἐκ πίστεως Ἰησοῦ Χριστοῦ δοθῇb
τοῖς πιστεύουσιν.c
23
Πρὸ τοῦ δὲ ἐλθεῖνa
τὴν πίστιν ὑπὸ νόμον ἐφρουρούμεθαb
⸀συγκλειόμενοιc
εἰς τὴν μέλλουσανd
πίστιν ἀποκαλυφθῆναι.e
24
ὥστε ὁ νόμος παιδαγωγὸςa
ἡμῶν γέγονενb
εἰς Χριστόν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν·c
25
ἐλθούσηςa
δὲ τῆς πίστεως οὐκέτι ὑπὸ παιδαγωγόνb
ἐσμεν.c
26
πάντες γὰρ υἱοὶ θεοῦ ἐστεa
διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ.
27
ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε,a
Χριστὸν ἐνεδύσασθε·b
28
οὐκ ἔνιa
Ἰουδαῖος οὐδὲ Ἕλλην,b
οὐκ ἔνιc
δοῦλος οὐδὲ ἐλεύθερος,d
οὐκ ἔνιe
ἄρσενf
καὶ θῆλυ·g
⸀πάντες γὰρ ὑμεῖς εἷς ἐστεh
ἐν Χριστῷ Ἰησοῦ.
29
εἰ δὲ ὑμεῖς Χριστοῦ, ἄρα τοῦ Ἀβραὰμ σπέρμα ἐστέ,a
⸀κατ’ ἐπαγγελίαν κληρονόμοι.b
4
Λέγωa
δέ, ἐφ’ ὅσον χρόνον ὁ κληρονόμοςb
νήπιόςc
ἐστιν,d
οὐδὲν διαφέρειe
δούλου κύριος πάντων ὤν,f
2
ἀλλὰ ὑπὸ ἐπιτρόπουςa
ἐστὶb
καὶ οἰκονόμουςc
ἄχρι τῆς προθεσμίαςd
τοῦ πατρός.
3
οὕτως καὶ ἡμεῖς, ὅτε ἦμενa
νήπιοι,b
ὑπὸ τὰ στοιχεῖαc
τοῦ κόσμου ⸀ἤμεθαd
δεδουλωμένοι·e
4
ὅτε δὲ ἦλθενa
τὸ πλήρωμαb
τοῦ χρόνου, ἐξαπέστειλενc
ὁ θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενονd
ἐκ γυναικός, γενόμενονe
ὑπὸ νόμον,
5
ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ,a
ἵνα τὴν υἱοθεσίανb
ἀπολάβωμεν.c
6
ὅτι δέ ἐστεa
υἱοί, ἐξαπέστειλενb
ὁ θεὸς τὸ πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ⸀ἡμῶν, κρᾶζον·c
Αββαd
ὁ πατήρ.
7
ὥστε οὐκέτι εἶa
δοῦλος ἀλλὰ υἱός· εἰ δὲ υἱός, καὶ κληρονόμοςb
⸂διὰ θεοῦ⸃.
8
Ἀλλὰ τότε μὲν οὐκ εἰδότεςa
θεὸν ἐδουλεύσατεb
τοῖς ⸂φύσειc
μὴ⸃ οὖσιd
θεοῖς·
9
νῦν δὲ γνόντεςa
θεόν, μᾶλλον δὲ γνωσθέντεςb
ὑπὸ θεοῦ, πῶς ἐπιστρέφετεc
πάλιν ἐπὶ τὰ ἀσθενῆd
καὶ πτωχὰ στοιχεῖα,e
οἷς πάλιν ἄνωθενf
⸀δουλεύεινg
θέλετε;h
10
ἡμέρας παρατηρεῖσθεa
καὶ μῆναςb
καὶ καιροὺς καὶ ἐνιαυτούς.c
11
φοβοῦμαιa
ὑμᾶς μή πως εἰκῇb
κεκοπίακαc
εἰς ὑμᾶς.
12
Γίνεσθεa
ὡς ἐγώ, ὅτι κἀγὼ ὡς ὑμεῖς, ἀδελφοί, δέομαιb
ὑμῶν. οὐδέν με ἠδικήσατε·c
13
οἴδατεa
δὲ ὅτι δι’ ἀσθένειανb
τῆς σαρκὸς εὐηγγελισάμηνc
ὑμῖν τὸ πρότερον,d
14
καὶ τὸν πειρασμὸνa
⸀ὑμῶν ἐν τῇ σαρκί μου οὐκ ἐξουθενήσατεb
οὐδὲ ἐξεπτύσατε,c
ἀλλὰ ὡς ἄγγελον θεοῦ ἐδέξασθέd
με, ὡς Χριστὸν Ἰησοῦν.
15
⸀ποῦ ⸀οὖν ὁ μακαρισμὸςa
ὑμῶν; μαρτυρῶb
γὰρ ὑμῖν ὅτι εἰ δυνατὸν τοὺς ὀφθαλμοὺς ὑμῶν ⸀ἐξορύξαντεςc
ἐδώκατέd
μοι.
16
ὥστε ἐχθρὸς ὑμῶν γέγοναa
ἀληθεύωνb
ὑμῖν;
17
ζηλοῦσινa
ὑμᾶς οὐ καλῶς, ἀλλὰ ἐκκλεῖσαιb
ὑμᾶς θέλουσιν,c
ἵνα αὐτοὺς ζηλοῦτε.d
18
καλὸν ⸀δὲ ζηλοῦσθαιa
ἐν καλῷ πάντοτε, καὶ μὴ μόνον ἐν τῷ παρεῖναίb
με πρὸς ὑμᾶς,
19
⸀τέκνα μου, οὓς πάλιν ὠδίνωa
⸀μέχριςb
οὗ μορφωθῇc
Χριστὸς ἐν ὑμῖν·
20
ἤθελονa
δὲ παρεῖναιb
πρὸς ὑμᾶς ἄρτι, καὶ ἀλλάξαιc
τὴν φωνήν μου, ὅτι ἀποροῦμαιd
ἐν ὑμῖν.
21
Λέγετέa
μοι, οἱ ὑπὸ νόμον θέλοντεςb
εἶναι,c
τὸν νόμον οὐκ ἀκούετε;d
22
γέγραπταιa
γὰρ ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν,b
ἕνα ἐκ τῆς παιδίσκηςc
καὶ ἕνα ἐκ τῆς ἐλευθέρας·d
23
ἀλλ’ ὁ μὲν ἐκ τῆς παιδίσκηςa
κατὰ σάρκα γεγέννηται,b
ὁ δὲ ἐκ τῆς ἐλευθέραςc
⸀δι’ ἐπαγγελίας.
24
ἅτινά ἐστινa
ἀλληγορούμενα·b
αὗται γάρ εἰσινc
δύο διαθῆκαι, μία μὲν ἀπὸ ὄρους Σινᾶ,d
εἰς δουλείανe
γεννῶσα,f
ἥτις ἐστὶνg
Ἁγάρ,h
25
τὸ ⸀δὲ Ἁγὰρa
Σινᾶb
ὄρος ἐστὶνc
ἐν τῇ Ἀραβίᾳ,d
συστοιχεῖe
δὲ τῇ νῦν Ἰερουσαλήμ, δουλεύειf
⸀γὰρ μετὰ τῶν τέκνων αὐτῆς·
26
ἡ δὲ ἄνωa
Ἰερουσαλὴμ ἐλευθέραb
ἐστίν,c
ἥτις ἐστὶνd
⸀μήτηρ ἡμῶν·
27
γέγραπταιa
γάρ· Εὐφράνθητι,b
στεῖραc
ἡ οὐ τίκτουσα,d
ῥῆξονe
καὶ βόησον,f
ἡ οὐκ ὠδίνουσα·g
ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσηςh
τὸν ἄνδρα.
28
⸂ὑμεῖς δέ, ἀδελφοί, κατὰ Ἰσαὰκa
ἐπαγγελίας τέκνα ἐστέ⸃·b
29
ἀλλ’ ὥσπερ τότε ὁ κατὰ σάρκα γεννηθεὶςa
ἐδίωκεb
τὸν κατὰ πνεῦμα, οὕτως καὶ νῦν.
30
ἀλλὰ τί λέγειa
ἡ γραφή; Ἔκβαλεb
τὴν παιδίσκηνc
καὶ τὸν υἱὸν αὐτῆς, οὐ γὰρ μὴ ⸀κληρονομήσειd
ὁ υἱὸς τῆς παιδίσκηςe
μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας.f
31
⸀διό, ἀδελφοί, οὐκ ἐσμὲνa
παιδίσκηςb
τέκνα ἀλλὰ τῆς ἐλευθέρας.c
5
τῇ ἐλευθερίᾳa
⸂ἡμᾶς Χριστὸς ἠλευθέρωσεν·b
στήκετεc
οὖν⸃ καὶ μὴ πάλιν ζυγῷd
δουλείαςe
ἐνέχεσθε.f
2
Ἴδε ἐγὼ Παῦλος λέγωa
ὑμῖν ὅτι ἐὰν περιτέμνησθεb
Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει.c
3
μαρτύρομαιa
δὲ πάλιν παντὶ ἀνθρώπῳ περιτεμνομένῳb
ὅτι ὀφειλέτηςc
ἐστὶνd
ὅλον τὸν νόμον ποιῆσαι.e
4
κατηργήθητεa
⸀ἀπὸ Χριστοῦ οἵτινες ἐν νόμῳ δικαιοῦσθε,b
τῆς χάριτος ἐξεπέσατε.c
5
ἡμεῖς γὰρ πνεύματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα.a
6
ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύειa
οὔτε ἀκροβυστία,b
ἀλλὰ πίστις δι’ ἀγάπης ἐνεργουμένη.c
7
Ἐτρέχετεa
καλῶς· τίς ὑμᾶς ἐνέκοψενb
⸀τῇ ἀληθείᾳ μὴ πείθεσθαι;c
8
ἡ πεισμονὴa
οὐκ ἐκ τοῦ καλοῦντοςb
ὑμᾶς.
9
μικρὰ ζύμηa
ὅλον τὸ φύραμαb
ζυμοῖ.c
10
ἐγὼ πέποιθαa
εἰς ὑμᾶς ἐν κυρίῳ ὅτι οὐδὲν ἄλλο φρονήσετε·b
ὁ δὲ ταράσσωνc
ὑμᾶς βαστάσειd
τὸ κρίμα,e
ὅστις ⸀ἐὰν ᾖ.f
11
ἐγὼ δέ, ἀδελφοί, εἰ περιτομὴν ἔτι κηρύσσω,a
τί ἔτι διώκομαι;b
ἄρα κατήργηταιc
τὸ σκάνδαλονd
τοῦ σταυροῦ.e
12
ὄφελονa
καὶ ἀποκόψονταιb
οἱ ἀναστατοῦντεςc
ὑμᾶς.
13
Ὑμεῖς γὰρ ἐπ’ ἐλευθερίᾳa
ἐκλήθητε,b
ἀδελφοί· μόνον μὴ τὴν ἐλευθερίανc
εἰς ἀφορμὴνd
τῇ σαρκί, ἀλλὰ διὰ τῆς ἀγάπης δουλεύετεe
ἀλλήλοις·
14
ὁ γὰρ πᾶς νόμος ἐν ἑνὶ λόγῳ ⸀πεπλήρωται,a
ἐν τῷ· Ἀγαπήσειςb
τὸν πλησίονc
σου ὡς ⸀σεαυτόν.
15
εἰ δὲ ἀλλήλους δάκνετεa
καὶ κατεσθίετε,b
βλέπετεc
μὴ ὑπ’ ἀλλήλων ἀναλωθῆτε.d
16
Λέγωa
δέ, πνεύματι περιπατεῖτεb
καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε.c
17
ἡ γὰρ σὰρξ ἐπιθυμεῖa
κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός, ταῦτα ⸀γὰρ ⸂ἀλλήλοις ἀντίκειται⸃,b
ἵνα μὴ ἃ ⸀ἐὰν θέλητεc
ταῦτα ποιῆτε.d
18
εἰ δὲ πνεύματι ἄγεσθε,a
οὐκ ἐστὲb
ὑπὸ νόμον.
19
φανερὰa
δέ ἐστινb
τὰ ἔργα τῆς σαρκός, ἅτινά ⸀ἐστινc
πορνεία,d
ἀκαθαρσία,e
ἀσέλγεια,f
20
εἰδωλολατρία,a
φαρμακεία,b
ἔχθραι,c
⸂ἔρις,d
ζῆλος⸃,e
θυμοί,f
ἐριθεῖαι,g
διχοστασίαι,h
αἱρέσεις,i
21
⸀φθόνοι,a
μέθαι,b
κῶμοι,c
καὶ τὰ ὅμοια τούτοις, ἃ προλέγωd
ὑμῖν ⸀καθὼς προεῖπονe
ὅτι οἱ τὰ τοιαῦτα πράσσοντεςf
βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν.g
22
Ὁ δὲ καρπὸς τοῦ πνεύματός ἐστινa
ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία,b
χρηστότης,c
ἀγαθωσύνη,d
πίστις,
23
πραΰτης,a
ἐγκράτεια·b
κατὰ τῶν τοιούτων οὐκ ἔστινc
νόμος.
24
οἱ δὲ τοῦ ⸀Χριστοῦ τὴν σάρκα ἐσταύρωσανa
σὺν τοῖς παθήμασινb
καὶ ταῖς ἐπιθυμίαις.
25
εἰ ζῶμενa
πνεύματι, πνεύματι καὶ στοιχῶμεν.b
26
μὴ γινώμεθαa
κενόδοξοι,b
ἀλλήλους προκαλούμενοι,c
ἀλλήλοις φθονοῦντες.d
6
Ἀδελφοί, ἐὰν καὶ προλημφθῇa
ἄνθρωπος ἔν τινι παραπτώματι,b
ὑμεῖς οἱ πνευματικοὶc
καταρτίζετεd
τὸν τοιοῦτον ἐν πνεύματι πραΰτητος,e
σκοπῶνf
σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς.g
2
ἀλλήλων τὰ βάρηa
βαστάζετε,b
καὶ οὕτως ⸀ἀναπληρώσετεc
τὸν νόμον τοῦ Χριστοῦ.
3
εἰ γὰρ δοκεῖa
τις εἶναίb
τι μηδὲν ὤν,c
⸂φρεναπατᾷd
ἑαυτόν⸃·
4
τὸ δὲ ἔργον ἑαυτοῦ δοκιμαζέτωa
ἕκαστος, καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημαb
ἕξειc
καὶ οὐκ εἰς τὸν ἕτερον,
5
ἕκαστος γὰρ τὸ ἴδιον φορτίονa
βαστάσει.b
6
Κοινωνείτωa
δὲ ὁ κατηχούμενοςb
τὸν λόγον τῷ κατηχοῦντιc
ἐν πᾶσιν ἀγαθοῖς.
7
μὴ πλανᾶσθε,a
θεὸς οὐ μυκτηρίζεται·b
ὃ γὰρ ⸀ἐὰν σπείρῃc
ἄνθρωπος, τοῦτο καὶ θερίσει·d
8
ὅτι ὁ σπείρωνa
εἰς τὴν σάρκα ἑαυτοῦ ἐκ τῆς σαρκὸς θερίσειb
φθοράν,c
ὁ δὲ σπείρωνd
εἰς τὸ πνεῦμα ἐκ τοῦ πνεύματος θερίσειe
ζωὴν αἰώνιον.
9
τὸ δὲ καλὸν ποιοῦντεςa
μὴ ⸀ἐγκακῶμεν,b
καιρῷ γὰρ ἰδίῳ θερίσομενc
μὴ ἐκλυόμενοι.d
10
ἄρα οὖν ὡς καιρὸν ⸀ἔχομεν,a
ἐργαζώμεθαb
τὸ ἀγαθὸν πρὸς πάντας, μάλισταc
δὲ πρὸς τοὺς οἰκείουςd
τῆς πίστεως.
11
Ἴδετεa
πηλίκοιςb
ὑμῖν γράμμασινc
ἔγραψαd
τῇ ἐμῇ χειρί.
12
ὅσοι θέλουσινa
εὐπροσωπῆσαιb
ἐν σαρκί, οὗτοι ἀναγκάζουσινc
ὑμᾶς περιτέμνεσθαι,d
μόνον ⸀ἵνα τῷ σταυρῷe
τοῦ ⸀Χριστοῦ ⸀μὴ διώκωνται·f
13
οὐδὲ γὰρ οἱ ⸀περιτεμνόμενοιa
αὐτοὶ νόμον φυλάσσουσιν,b
ἀλλὰ θέλουσινc
ὑμᾶς περιτέμνεσθαιd
ἵνα ἐν τῇ ὑμετέρᾳe
σαρκὶ καυχήσωνται.f
14
ἐμοὶ δὲ μὴ γένοιτοa
καυχᾶσθαιb
εἰ μὴ ἐν τῷ σταυρῷc
τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ ἐμοὶ κόσμος ἐσταύρωταιd
⸀κἀγὼ κόσμῳ.
15
⸂οὔτε γὰρ⸃ περιτομή τί ⸀ἐστινa
οὔτε ἀκροβυστία,b
ἀλλὰ καινὴ κτίσις.c
16
καὶ ὅσοι τῷ κανόνιa
τούτῳ στοιχήσουσιν,b
εἰρήνη ἐπ’ αὐτοὺς καὶ ἔλεος,c
καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ θεοῦ.
17
Τοῦ λοιποῦ κόπουςa
μοι μηδεὶς παρεχέτω,b
ἐγὼ γὰρ τὰ στίγματαc
⸀τοῦ Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω.d
18
Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί· ἀμήν.