6
Ἀδελφοί, ἐὰν καὶ προλημφθῇa
ἄνθρωπος ἔν τινι παραπτώματι,b
ὑμεῖς οἱ πνευματικοὶc
καταρτίζετεd
τὸν τοιοῦτον ἐν πνεύματι πραΰτητος,e
σκοπῶνf
σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς.g
2
ἀλλήλων τὰ βάρηa
βαστάζετε,b
καὶ οὕτως ⸀ἀναπληρώσετεc
τὸν νόμον τοῦ Χριστοῦ.
3
εἰ γὰρ δοκεῖa
τις εἶναίb
τι μηδὲν ὤν,c
⸂φρεναπατᾷd
ἑαυτόν⸃·
4
τὸ δὲ ἔργον ἑαυτοῦ δοκιμαζέτωa
ἕκαστος, καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημαb
ἕξειc
καὶ οὐκ εἰς τὸν ἕτερον,
5
ἕκαστος γὰρ τὸ ἴδιον φορτίονa
βαστάσει.b
6
Κοινωνείτωa
δὲ ὁ κατηχούμενοςb
τὸν λόγον τῷ κατηχοῦντιc
ἐν πᾶσιν ἀγαθοῖς.
7
μὴ πλανᾶσθε,a
θεὸς οὐ μυκτηρίζεται·b
ὃ γὰρ ⸀ἐὰν σπείρῃc
ἄνθρωπος, τοῦτο καὶ θερίσει·d
8
ὅτι ὁ σπείρωνa
εἰς τὴν σάρκα ἑαυτοῦ ἐκ τῆς σαρκὸς θερίσειb
φθοράν,c
ὁ δὲ σπείρωνd
εἰς τὸ πνεῦμα ἐκ τοῦ πνεύματος θερίσειe
ζωὴν αἰώνιον.
9
τὸ δὲ καλὸν ποιοῦντεςa
μὴ ⸀ἐγκακῶμεν,b
καιρῷ γὰρ ἰδίῳ θερίσομενc
μὴ ἐκλυόμενοι.d
10
ἄρα οὖν ὡς καιρὸν ⸀ἔχομεν,a
ἐργαζώμεθαb
τὸ ἀγαθὸν πρὸς πάντας, μάλισταc
δὲ πρὸς τοὺς οἰκείουςd
τῆς πίστεως.
11
Ἴδετεa
πηλίκοιςb
ὑμῖν γράμμασινc
ἔγραψαd
τῇ ἐμῇ χειρί.
12
ὅσοι θέλουσινa
εὐπροσωπῆσαιb
ἐν σαρκί, οὗτοι ἀναγκάζουσινc
ὑμᾶς περιτέμνεσθαι,d
μόνον ⸀ἵνα τῷ σταυρῷe
τοῦ ⸀Χριστοῦ ⸀μὴ διώκωνται·f
13
οὐδὲ γὰρ οἱ ⸀περιτεμνόμενοιa
αὐτοὶ νόμον φυλάσσουσιν,b
ἀλλὰ θέλουσινc
ὑμᾶς περιτέμνεσθαιd
ἵνα ἐν τῇ ὑμετέρᾳe
σαρκὶ καυχήσωνται.f
14
ἐμοὶ δὲ μὴ γένοιτοa
καυχᾶσθαιb
εἰ μὴ ἐν τῷ σταυρῷc
τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ ἐμοὶ κόσμος ἐσταύρωταιd
⸀κἀγὼ κόσμῳ.
15
⸂οὔτε γὰρ⸃ περιτομή τί ⸀ἐστινa
οὔτε ἀκροβυστία,b
ἀλλὰ καινὴ κτίσις.c
16
καὶ ὅσοι τῷ κανόνιa
τούτῳ στοιχήσουσιν,b
εἰρήνη ἐπ’ αὐτοὺς καὶ ἔλεος,c
καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ θεοῦ.
17
Τοῦ λοιποῦ κόπουςa
μοι μηδεὶς παρεχέτω,b
ἐγὼ γὰρ τὰ στίγματαc
⸀τοῦ Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω.d
18
Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί· ἀμήν.