Πρὸς Γάλτας

1
Παῦλος ἀπόστολος, οὐκ ἀπ’ ἀνθρώπων οὐδὲ δι’ ἀνθρώπου ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ καὶ θεοῦ πατρὸς τοῦ ἐγείραντοςa αὐτὸν ἐκ νεκρῶν,
2καὶ οἱ σὺν ἐμοὶ πάντες ἀδελφοί, ταῖς ἐκκλησίαις τῆς Γαλατίας·a
3χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ⸂καὶ κυρίου ἡμῶν⸃ Ἰησοῦ Χριστοῦ,
4τοῦ δόντοςa ἑαυτὸν ⸀ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν ὅπως ἐξέληταιb ἡμᾶς ἐκ τοῦ ⸂αἰῶνος τοῦ ἐνεστῶτος⸃c πονηροῦ κατὰ τὸ θέλημα τοῦ θεοῦ καὶ πατρὸς ἡμῶν,
5 δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
6Θαυμάζωa ὅτι οὕτως ταχέωςb μετατίθεσθεc ἀπὸ τοῦ καλέσαντοςd ὑμᾶς ἐν χάριτι Χριστοῦ εἰς ἕτερον εὐαγγέλιον,
7 οὐκ ἔστινa ἄλλο· εἰ μή τινές εἰσινb οἱ ταράσσοντεςc ὑμᾶς καὶ θέλοντεςd μεταστρέψαιe τὸ εὐαγγέλιον τοῦ Χριστοῦ.
8ἀλλὰ καὶ ἐὰν ἡμεῖς ἄγγελος ἐξ οὐρανοῦ ⸀εὐαγγελίζηταιa ⸀ὑμῖν παρ’ εὐηγγελισάμεθαb ὑμῖν, ἀνάθεμαc ἔστω.d
9ὡς προειρήκαμεν,a καὶ ἄρτι πάλιν λέγω,b εἴ τις ὑμᾶς εὐαγγελίζεταιc παρ’ παρελάβετε,d ἀνάθεμαe ἔστω.f
10Ἄρτι γὰρ ἀνθρώπους πείθωa τὸν θεόν; ζητῶb ἀνθρώποις ἀρέσκειν;c ⸀εἰ ἔτι ἀνθρώποις ἤρεσκον,d Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην.e
11Γνωρίζωa ⸀γὰρ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον τὸ εὐαγγελισθὲνb ὑπ’ ἐμοῦ ὅτι οὐκ ἔστινc κατὰ ἄνθρωπον·
12οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβονa αὐτό, ⸀οὔτε ἐδιδάχθην,b ἀλλὰ δι’ ἀποκαλύψεωςc Ἰησοῦ Χριστοῦ.
13Ἠκούσατεa γὰρ τὴν ἐμὴν ἀναστροφήνb ποτε ἐν τῷ Ἰουδαϊσμῷ,c ὅτι καθ’ ὑπερβολὴνd ἐδίωκονe τὴν ἐκκλησίαν τοῦ θεοῦ καὶ ἐπόρθουνf αὐτήν,
14καὶ προέκοπτονa ἐν τῷ Ἰουδαϊσμῷb ὑπὲρ πολλοὺς συνηλικιώταςc ἐν τῷ γένειd μου, περισσοτέρωςe ζηλωτὴςf ὑπάρχωνg τῶν πατρικῶνh μου παραδόσεων.i
15ὅτε δὲ ⸀εὐδόκησενa ἀφορίσαςb με ἐκ κοιλίαςc μητρός μου καὶ καλέσαςd διὰ τῆς χάριτος αὐτοῦ
16ἀποκαλύψαιa τὸν υἱὸν αὐτοῦ ἐν ἐμοὶ ἵνα εὐαγγελίζωμαιb αὐτὸν ἐν τοῖς ἔθνεσιν, εὐθέως οὐ προσανεθέμηνc σαρκὶ καὶ αἵματι,
17οὐδὲ ἀνῆλθονa εἰς Ἱεροσόλυμα πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους, ἀλλὰ ἀπῆλθονb εἰς Ἀραβίαν,c καὶ πάλιν ὑπέστρεψαd εἰς Δαμασκόν.e
18Ἔπειταa μετὰ ⸂ἔτη τρία⸃ ἀνῆλθονb εἰς Ἱεροσόλυμα ἱστορῆσαιc ⸀Κηφᾶν,d καὶ ἐπέμειναe πρὸς αὐτὸν ἡμέρας δεκαπέντε·f
19ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον,a εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ κυρίου.
20 δὲ γράφωa ὑμῖν, ἰδοὺ ἐνώπιον τοῦ θεοῦ ὅτι οὐ ψεύδομαι.b
21ἔπειταa ἦλθονb εἰς τὰ κλίματαc τῆς Συρίαςd καὶ τῆς Κιλικίας.e
22ἤμηνa δὲ ἀγνοούμενοςb τῷ προσώπῳ ταῖς ἐκκλησίαις τῆς Ἰουδαίας ταῖς ἐν Χριστῷ,
23μόνον δὲ ἀκούοντεςa ἦσανb ὅτι διώκωνc ἡμᾶς ποτε νῦν εὐαγγελίζεταιd τὴν πίστιν ἥν ποτε ἐπόρθει,e
24καὶ ἐδόξαζονa ἐν ἐμοὶ τὸν θεόν.