Πρὸς Ἐφεσίους

1
Παῦλος ἀπόστολος ⸂Χριστοῦ Ἰησοῦ⸃ διὰ θελήματος θεοῦ τοῖς ἁγίοις τοῖς οὖσινa ⸂[ἐν Ἐφέσῳ]⸃b καὶ πιστοῖς ἐν Χριστῷ Ἰησοῦ·
2χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
3Εὐλογητὸςa θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, εὐλογήσαςb ἡμᾶς ἐν πάσῃ εὐλογίᾳc πνευματικῇd ἐν τοῖς ἐπουρανίοιςe ἐν Χριστῷ,
4καθὼς ἐξελέξατοa ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆςb κόσμου, εἶναιc ἡμᾶς ἁγίους καὶ ἀμώμουςd κατενώπιονe αὐτοῦ ἐν ἀγάπῃ,
5προορίσαςa ἡμᾶς εἰς υἱοθεσίανb διὰ Ἰησοῦ Χριστοῦ εἰς αὐτόν, κατὰ τὴν εὐδοκίανc τοῦ θελήματος αὐτοῦ,
6εἰς ἔπαινονa δόξης τῆς χάριτος αὐτοῦ ⸀ἧς ἐχαρίτωσενb ἡμᾶς ἐν τῷ ἠγαπημένῳ,c
7ἐν ἔχομενa τὴν ἀπολύτρωσινb διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσινc τῶν παραπτωμάτων,d κατὰ ⸂τὸ πλοῦτος⸃e τῆς χάριτος αὐτοῦ
8ἧς ἐπερίσσευσενa εἰς ἡμᾶς ἐν πάσῃ σοφίᾳ καὶ φρονήσειb
9γνωρίσαςa ἡμῖν τὸ μυστήριονb τοῦ θελήματος αὐτοῦ, κατὰ τὴν εὐδοκίανc αὐτοῦ ἣν προέθετοd ἐν αὐτῷ
10εἰς οἰκονομίανa τοῦ πληρώματοςb τῶν καιρῶν, ἀνακεφαλαιώσασθαιc τὰ πάντα ἐν τῷ Χριστῷ, τὰ ἐπὶ τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς· ἐν αὐτῷ,
11ἐν καὶ ἐκληρώθημενa προορισθέντεςb κατὰ πρόθεσινc τοῦ τὰ πάντα ἐνεργοῦντοςd κατὰ τὴν βουλὴνe τοῦ θελήματος αὐτοῦ,
12εἰς τὸ εἶναιa ἡμᾶς εἰς ἔπαινονb δόξης αὐτοῦ τοὺς προηλπικόταςc ἐν τῷ Χριστῷ·
13ἐν καὶ ὑμεῖς ἀκούσαντεςa τὸν λόγον τῆς ἀληθείας, τὸ εὐαγγέλιον τῆς σωτηρίας ὑμῶν, ἐν καὶ πιστεύσαντεςb ἐσφραγίσθητεc τῷ πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ,
14⸀ὅ ἐστινa ἀρραβὼνb τῆς κληρονομίαςc ἡμῶν, εἰς ἀπολύτρωσινd τῆς περιποιήσεως,e εἰς ἔπαινονf τῆς δόξης αὐτοῦ.
15Διὰ τοῦτο κἀγώ, ἀκούσαςa τὴν καθ’ ὑμᾶς πίστιν ἐν τῷ κυρίῳ Ἰησοῦ καὶ τὴν ⸂ἀγάπην τὴν⸃ εἰς πάντας τοὺς ἁγίους,
16οὐ παύομαιa εὐχαριστῶνb ὑπὲρ ὑμῶν ⸀μνείανc ποιούμενοςd ἐπὶ τῶν προσευχῶν μου,
17ἵνα θεὸς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, πατὴρ τῆς δόξης, δώῃa ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεωςb ἐν ἐπιγνώσειc αὐτοῦ,
18πεφωτισμένουςa τοὺς ὀφθαλμοὺς τῆς καρδίας ὑμῶν εἰς τὸ εἰδέναιb ὑμᾶς τίς ἐστινc ἐλπὶς τῆς κλήσεωςd αὐτοῦ, ⸀τίς πλοῦτοςe τῆς δόξης τῆς κληρονομίαςf αὐτοῦ ἐν τοῖς ἁγίοις,
19καὶ τί τὸ ὑπερβάλλονa μέγεθοςb τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύονταςc κατὰ τὴν ἐνέργειανd τοῦ κράτουςe τῆς ἰσχύοςf αὐτοῦ
20ἣν ⸀ἐνήργηκενa ἐν τῷ Χριστῷ ἐγείραςb αὐτὸν ⸀ἐκ νεκρῶν, καὶ ⸀καθίσαςc ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοιςd
21ὑπεράνωa πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητοςb καὶ παντὸς ὀνόματος ὀνομαζομένουc οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ ἀλλὰ καὶ ἐν τῷ μέλλοντι·d
22καὶ πάντα ὑπέταξενa ὑπὸ τοὺς πόδας αὐτοῦ, καὶ αὐτὸν ἔδωκενb κεφαλὴν ὑπὲρ πάντα τῇ ἐκκλησίᾳ,
23ἥτις ἐστὶνa τὸ σῶμα αὐτοῦ, τὸ πλήρωμαb τοῦ τὰ πάντα ἐν πᾶσιν πληρουμένου.c
2
Καὶ ὑμᾶς ὄνταςa νεκροὺς τοῖς παραπτώμασινb καὶ ταῖς ἁμαρτίαις ⸀ὑμῶν,
2ἐν αἷς ποτε περιεπατήσατεa κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου, κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος,b τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντοςc ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας·d
3ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνεστράφημένa ποτε ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν, ποιοῦντεςb τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν,c καὶ ⸀ἤμεθαd τέκνα φύσειe ὀργῆς ὡς καὶ οἱ λοιποί·
4 δὲ θεὸς πλούσιοςa ὢνb ἐν ἐλέει,c διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησενd ἡμᾶς,
5καὶ ὄνταςa ἡμᾶς νεκροὺς τοῖς παραπτώμασινb συνεζωοποίησενc τῷ Χριστῷ— χάριτί ἐστεd σεσῳσμένοι—e
6καὶ συνήγειρενa καὶ συνεκάθισενb ἐν τοῖς ἐπουρανίοιςc ἐν Χριστῷ Ἰησοῦ,
7ἵνα ἐνδείξηταιa ἐν τοῖς αἰῶσιν τοῖς ἐπερχομένοιςb ⸂τὸ ὑπερβάλλονc πλοῦτος⸃d τῆς χάριτος αὐτοῦ ἐν χρηστότητιe ἐφ’ ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ.
8τῇ γὰρ χάριτί ἐστεa σεσῳσμένοιb ⸀διὰ πίστεως· καὶ τοῦτο οὐκ ἐξ ὑμῶν, θεοῦ τὸ δῶρον·c
9οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται.a
10αὐτοῦ γάρ ἐσμενa ποίημα,b κτισθέντεςc ἐν Χριστῷ Ἰησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς οἷς προητοίμασενd θεὸς ἵνα ἐν αὐτοῖς περιπατήσωμεν.e
11Διὸ μνημονεύετεa ὅτι ⸂ποτὲ ὑμεῖς⸃ τὰ ἔθνη ἐν σαρκί, οἱ λεγόμενοιb ἀκροβυστίαc ὑπὸ τῆς λεγομένηςd περιτομῆς ἐν σαρκὶ χειροποιήτου,e
12ὅτι ⸀ἦτεa τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλοτριωμένοιb τῆς πολιτείαςc τοῦ Ἰσραὴλ καὶ ξένοιd τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντεςe καὶ ἄθεοιf ἐν τῷ κόσμῳ.
13νυνὶa δὲ ἐν Χριστῷ Ἰησοῦ ὑμεῖς οἵ ποτε ὄντεςb μακρὰνc ⸂ἐγενήθητεd ἐγγὺς⸃ ἐν τῷ αἵματι τοῦ Χριστοῦ.
14αὐτὸς γάρ ἐστινa εἰρήνη ἡμῶν, ποιήσαςb τὰ ἀμφότεραc ἓν καὶ τὸ μεσότοιχονd τοῦ φραγμοῦe λύσας,f τὴν ἔχθρανg ἐν τῇ σαρκὶ αὐτοῦ,
15τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασινa καταργήσας,b ἵνα τοὺς δύο κτίσῃc ἐν ⸀αὑτῷ εἰς ἕνα καινὸν ἄνθρωπον ποιῶνd εἰρήνην,
16καὶ ἀποκαταλλάξῃa τοὺς ἀμφοτέρουςb ἐν ἑνὶ σώματι τῷ θεῷ διὰ τοῦ σταυροῦc ἀποκτείναςd τὴν ἔχθρανe ἐν αὐτῷ·
17καὶ ἐλθὼνa εὐηγγελίσατοb εἰρήνην ὑμῖν τοῖς μακρὰνc καὶ ⸀εἰρήνην τοῖς ἐγγύς·
18ὅτι δι’ αὐτοῦ ἔχομενa τὴν προσαγωγὴνb οἱ ἀμφότεροιc ἐν ἑνὶ πνεύματι πρὸς τὸν πατέρα.
19ἄρα οὖν οὐκέτι ἐστὲa ξένοιb καὶ πάροικοι,c ἀλλὰ ⸀ἐστὲd συμπολῖταιe τῶν ἁγίων καὶ οἰκεῖοιf τοῦ θεοῦ,
20ἐποικοδομηθέντεςa ἐπὶ τῷ θεμελίῳb τῶν ἀποστόλων καὶ προφητῶν, ὄντοςc ἀκρογωνιαίουd αὐτοῦ ⸂Χριστοῦ Ἰησοῦ⸃,
21ἐν ⸀πᾶσα οἰκοδομὴa συναρμολογουμένηb αὔξειc εἰς ναὸν ἅγιον ἐν κυρίῳ,
22ἐν καὶ ὑμεῖς συνοικοδομεῖσθεa εἰς κατοικητήριονb τοῦ θεοῦ ἐν πνεύματι.
3
Τούτου χάρινa ἐγὼ Παῦλος δέσμιοςb τοῦ Χριστοῦ Ἰησοῦ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν—
2εἴ γεa ἠκούσατεb τὴν οἰκονομίανc τῆς χάριτος τοῦ θεοῦ τῆς δοθείσηςd μοι εἰς ὑμᾶς·
3⸀κατὰ ἀποκάλυψινa ⸀ἐγνωρίσθηb μοι τὸ μυστήριον,c καθὼς προέγραψαd ἐν ὀλίγῳ,
4πρὸς δύνασθεa ἀναγινώσκοντεςb νοῆσαιc τὴν σύνεσίνd μου ἐν τῷ μυστηρίῳe τοῦ Χριστοῦ,
5 ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθηa τοῖς υἱοῖς τῶν ἀνθρώπων ὡς νῦν ἀπεκαλύφθηb τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐν πνεύματι,
6εἶναιa τὰ ἔθνη συγκληρονόμαb καὶ σύσσωμαc καὶ συμμέτοχαd τῆς ἐπαγγελίας ⸂ἐν Χριστῷ Ἰησοῦ⸃ διὰ τοῦ εὐαγγελίου,
7οὗ ⸀ἐγενήθηνa διάκονοςb κατὰ τὴν δωρεὰνc τῆς χάριτος τοῦ θεοῦ ⸂τῆς δοθείσης⸃d μοι κατὰ τὴν ἐνέργειανe τῆς δυνάμεως αὐτοῦ—
8ἐμοὶ τῷ ἐλαχιστοτέρῳa πάντων ἁγίων ἐδόθηb χάρις αὕτη— ⸀τοῖς ἔθνεσιν εὐαγγελίσασθαιc ⸂τὸ ἀνεξιχνίαστονd πλοῦτος⸃e τοῦ Χριστοῦ,
9καὶ φωτίσαιa ⸀πάντας τίς οἰκονομίαb τοῦ μυστηρίουc τοῦ ἀποκεκρυμμένουd ἀπὸ τῶν αἰώνων ἐν τῷ θεῷ τῷ τὰ πάντα ⸀κτίσαντι,e
10ἵνα γνωρισθῇa νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοιςb διὰ τῆς ἐκκλησίας πολυποίκιλοςc σοφία τοῦ θεοῦ,
11κατὰ πρόθεσινa τῶν αἰώνων ἣν ἐποίησενb ἐν ⸀τῷ Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν,
12ἐν ἔχομενa τὴν παρρησίαν ⸀καὶ προσαγωγὴνb ἐν πεποιθήσειc διὰ τῆς πίστεως αὐτοῦ.
13διὸ αἰτοῦμαιa μὴ ⸀ἐγκακεῖνb ἐν ταῖς θλίψεσίν μου ὑπὲρ ὑμῶν, ἥτις ἐστὶνc δόξα ὑμῶν.
14Τούτου χάρινa κάμπτωb τὰ γόνατάc μου πρὸς τὸν ⸀πατέρα,
15ἐξ οὗ πᾶσα πατριὰa ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται,b
16ἵνα ⸀δῷa ὑμῖν κατὰ ⸂τὸ πλοῦτος⸃b τῆς δόξης αὐτοῦ δυνάμει κραταιωθῆναιc διὰ τοῦ πνεύματος αὐτοῦ εἰς τὸν ἔσωd ἄνθρωπον,
17κατοικῆσαιa τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν ἐν ἀγάπῃ· ἐρριζωμένοιb καὶ τεθεμελιωμένοι,c
18ἵνα ἐξισχύσητεa καταλαβέσθαιb σὺν πᾶσιν τοῖς ἁγίοις τί τὸ πλάτοςc καὶ μῆκοςd καὶ ⸂ὕψοςe καὶ βάθος⸃,f
19γνῶναίa τε τὴν ὑπερβάλλουσανb τῆς γνώσεωςc ἀγάπην τοῦ Χριστοῦ, ἵνα πληρωθῆτεd εἰς πᾶν τὸ πλήρωμαe τοῦ θεοῦ.
20Τῷ δὲ δυναμένῳa ὑπὲρ πάντα ποιῆσαιb ὑπερεκπερισσοῦc ὧν αἰτούμεθαd νοοῦμενe κατὰ τὴν δύναμιν τὴν ἐνεργουμένηνf ἐν ἡμῖν,
21αὐτῷ δόξα ἐν τῇ ἐκκλησίᾳ ⸀καὶ ἐν Χριστῷ Ἰησοῦ εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος τῶν αἰώνων· ἀμήν.
4
Παρακαλῶa οὖν ὑμᾶς ἐγὼ δέσμιοςb ἐν κυρίῳ ἀξίωςc περιπατῆσαιd τῆς κλήσεωςe ἧς ἐκλήθητε,f
2μετὰ πάσης ταπεινοφροσύνηςa καὶ πραΰτητος,b μετὰ μακροθυμίας,c ἀνεχόμενοιd ἀλλήλων ἐν ἀγάπῃ,
3σπουδάζοντεςa τηρεῖνb τὴν ἑνότηταc τοῦ πνεύματος ἐν τῷ συνδέσμῳd τῆς εἰρήνης·
4ἓν σῶμα καὶ ἓν πνεῦμα, καθὼς καὶ ἐκλήθητεa ἐν μιᾷ ἐλπίδι τῆς κλήσεωςb ὑμῶν·
5εἷς κύριος, μία πίστις, ἓν βάπτισμα·a
6εἷς θεὸς καὶ πατὴρ πάντων, ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν ⸀πᾶσιν.
7Ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθηa ⸀ἡ χάρις κατὰ τὸ μέτρονb τῆς δωρεᾶςc τοῦ Χριστοῦ.
8διὸ λέγει·a Ἀναβὰςb εἰς ὕψοςc ᾐχμαλώτευσενd αἰχμαλωσίαν,e ⸀ἔδωκενf δόματαg τοῖς ἀνθρώποις.
9τὸ δὲ Ἀνέβηa τί ἐστινb εἰ μὴ ὅτι καὶ ⸀κατέβηc εἰς τὰ κατώτεραd μέρη τῆς γῆς;
10 καταβὰςa αὐτός ἐστινb καὶ ἀναβὰςc ὑπεράνωd πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃe τὰ πάντα.
11καὶ αὐτὸς ἔδωκενa τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστάς,b τοὺς δὲ ποιμέναςc καὶ διδασκάλους,
12πρὸς τὸν καταρτισμὸνa τῶν ἁγίων εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴνb τοῦ σώματος τοῦ Χριστοῦ,
13μέχριa καταντήσωμενb οἱ πάντες εἰς τὴν ἑνότηταc τῆς πίστεως καὶ τῆς ἐπιγνώσεωςd τοῦ υἱοῦ τοῦ θεοῦ, εἰς ἄνδρα τέλειον,e εἰς μέτρονf ἡλικίαςg τοῦ πληρώματοςh τοῦ Χριστοῦ,
14ἵνα μηκέτιa ὦμενb νήπιοι,c κλυδωνιζόμενοιd καὶ περιφερόμενοιe παντὶ ἀνέμῳ τῆς διδασκαλίαςf ἐν τῇ κυβείᾳg τῶν ἀνθρώπων ἐν πανουργίᾳh πρὸς τὴν μεθοδείανi τῆς πλάνης,j
15ἀληθεύοντεςa δὲ ἐν ἀγάπῃ αὐξήσωμενb εἰς αὐτὸν τὰ πάντα, ὅς ἐστινc κεφαλή, ⸀Χριστός,
16ἐξ οὗ πᾶν τὸ σῶμα συναρμολογούμενονa καὶ συμβιβαζόμενονb διὰ πάσης ἁφῆςc τῆς ἐπιχορηγίαςd κατ’ ἐνέργειανe ἐν μέτρῳf ἑνὸς ἑκάστου μέρους τὴν αὔξησινg τοῦ σώματος ποιεῖταιh εἰς οἰκοδομὴνi ἑαυτοῦ ἐν ἀγάπῃ.
17Τοῦτο οὖν λέγωa καὶ μαρτύρομαιb ἐν κυρίῳ, μηκέτιc ὑμᾶς περιπατεῖνd καθὼς καὶ ⸀τὰ ἔθνη περιπατεῖe ἐν ματαιότητιf τοῦ νοὸςg αὐτῶν,
18⸀ἐσκοτωμένοιa τῇ διανοίᾳb ὄντες,c ἀπηλλοτριωμένοιd τῆς ζωῆς τοῦ θεοῦ, διὰ τὴν ἄγνοιανe τὴν οὖσανf ἐν αὐτοῖς, διὰ τὴν πώρωσινg τῆς καρδίας αὐτῶν,
19οἵτινες ἀπηλγηκότεςa ἑαυτοὺς παρέδωκανb τῇ ἀσελγείᾳc εἰς ἐργασίανd ἀκαθαρσίαςe πάσης ἐν πλεονεξίᾳ.f
20ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετεa τὸν Χριστόν,
21εἴ γεa αὐτὸν ἠκούσατεb καὶ ἐν αὐτῷ ἐδιδάχθητε,c καθώς ἐστινd ἀλήθεια ἐν τῷ Ἰησοῦ,
22ἀποθέσθαιa ὑμᾶς κατὰ τὴν προτέρανb ἀναστροφὴνc τὸν παλαιὸνd ἄνθρωπον τὸν φθειρόμενονe κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης,f
23ἀνανεοῦσθαιa δὲ τῷ πνεύματι τοῦ νοὸςb ὑμῶν,
24καὶ ἐνδύσασθαιa τὸν καινὸν ἄνθρωπον τὸν κατὰ θεὸν κτισθένταb ἐν δικαιοσύνῃ καὶ ὁσιότητιc τῆς ἀληθείας.
25Διὸ ἀποθέμενοιa τὸ ψεῦδοςb λαλεῖτεc ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίονd αὐτοῦ, ὅτι ἐσμὲνe ἀλλήλων μέλη.
26ὀργίζεσθεa καὶ μὴ ἁμαρτάνετε·b ἥλιος μὴ ἐπιδυέτωc ⸀ἐπὶ παροργισμῷd ὑμῶν,
27μηδὲ δίδοτεa τόπον τῷ διαβόλῳ.
28 κλέπτωνa μηκέτιb κλεπτέτω,c μᾶλλον δὲ κοπιάτωd ἐργαζόμενοςe ⸂ταῖς ἰδίαις χερσὶν τὸ ἀγαθόν⸃, ἵνα ἔχῃf μεταδιδόναιg τῷ χρείαν ἔχοντι.h
29πᾶς λόγος σαπρὸςa ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω,b ἀλλὰ εἴ τις ἀγαθὸς πρὸς οἰκοδομὴνc τῆς χρείας, ἵνα δῷd χάριν τοῖς ἀκούουσιν.e
30καὶ μὴ λυπεῖτεa τὸ πνεῦμα τὸ ἅγιον τοῦ θεοῦ, ἐν ἐσφραγίσθητεb εἰς ἡμέραν ἀπολυτρώσεως.c
31πᾶσα πικρίαa καὶ θυμὸςb καὶ ὀργὴ καὶ κραυγὴc καὶ βλασφημίαd ἀρθήτωe ἀφ’ ὑμῶν σὺν πάσῃ κακίᾳ.f
32⸀γίνεσθεa εἰς ἀλλήλους χρηστοί,b εὔσπλαγχνοι,c χαριζόμενοιd ἑαυτοῖς καθὼς καὶ θεὸς ἐν Χριστῷ ἐχαρίσατοe ⸀ὑμῖν.
5
γίνεσθεa οὖν μιμηταὶb τοῦ θεοῦ, ὡς τέκνα ἀγαπητά,
2καὶ περιπατεῖτεa ἐν ἀγάπῃ, καθὼς καὶ Χριστὸς ἠγάπησενb ⸀ἡμᾶς καὶ παρέδωκενc ἑαυτὸν ὑπὲρ ⸀ἡμῶν προσφορὰνd καὶ θυσίανe τῷ θεῷ εἰς ὀσμὴνf εὐωδίας.g
3Πορνείαa δὲ καὶ ⸂ἀκαθαρσίαb πᾶσα⸃ πλεονεξίαc μηδὲ ὀνομαζέσθωd ἐν ὑμῖν, καθὼς πρέπειe ἁγίοις,
4καὶ αἰσχρότηςa καὶ μωρολογίαb εὐτραπελία,c ⸂ἃ οὐκ ἀνῆκεν⸃,d ἀλλὰ μᾶλλον εὐχαριστία.e
5τοῦτο γὰρ ⸀ἴστεa γινώσκοντεςb ὅτι πᾶς πόρνοςc ἀκάθαρτος πλεονέκτης,d ⸀ὅ ἐστινe εἰδωλολάτρης,f οὐκ ἔχειg κληρονομίανh ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ θεοῦ.
6Μηδεὶς ὑμᾶς ἀπατάτωa κενοῖςb λόγοις, διὰ ταῦτα γὰρ ἔρχεταιc ὀργὴ τοῦ θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας.d
7μὴ οὖν γίνεσθεa συμμέτοχοιb αὐτῶν·
8ἦτεa γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν κυρίῳ· ὡς τέκνα φωτὸς περιπατεῖτε,b
9 γὰρ καρπὸς τοῦ ⸀φωτὸς ἐν πάσῃ ἀγαθωσύνῃa καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ,
10δοκιμάζοντεςa τί ἐστινb εὐάρεστονc τῷ κυρίῳ·
11καὶ μὴ συγκοινωνεῖτεa τοῖς ἔργοις τοῖς ἀκάρποιςb τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε,c
12τὰ γὰρ κρυφῇa γινόμεναb ὑπ’ αὐτῶν αἰσχρόνc ἐστινd καὶ λέγειν·e
13τὰ δὲ πάντα ἐλεγχόμεναa ὑπὸ τοῦ φωτὸς φανεροῦται,b
14πᾶν γὰρ τὸ φανερούμενονa φῶς ἐστιν.b διὸ λέγει·c Ἔγειρε,d καθεύδων,e καὶ ἀνάσταf ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσειg σοι Χριστός.
15Βλέπετεa οὖν ⸂ἀκριβῶςb πῶς⸃ περιπατεῖτε,c μὴ ὡς ἄσοφοιd ἀλλ’ ὡς σοφοί,e
16ἐξαγοραζόμενοιa τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν.b
17διὰ τοῦτο μὴ γίνεσθεa ἄφρονες,b ἀλλὰ ⸀συνίετεc τί τὸ θέλημα τοῦ κυρίου·
18καὶ μὴ μεθύσκεσθεa οἴνῳ, ἐν ἐστινb ἀσωτία,c ἀλλὰ πληροῦσθεd ἐν πνεύματι,
19λαλοῦντεςa ⸀ἑαυτοῖς ψαλμοῖςb καὶ ὕμνοιςc καὶ ᾠδαῖςd πνευματικαῖς,e ᾄδοντεςf καὶ ⸀ψάλλοντεςg τῇ καρδίᾳ ὑμῶν τῷ κυρίῳ,
20εὐχαριστοῦντεςa πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ θεῷ καὶ πατρί,
21ὑποτασσόμενοιa ἀλλήλοις ἐν φόβῳ Χριστοῦ.
22Αἱ γυναῖκες τοῖς ἰδίοις ⸀ἀνδράσιν ὡς τῷ κυρίῳ,
23ὅτι ἀνήρ ἐστινa κεφαλὴ τῆς γυναικὸς ὡς καὶ Χριστὸς κεφαλὴ τῆς ἐκκλησίας, ⸀αὐτὸς σωτὴρb τοῦ σώματος.
24ἀλλὰ ⸀ὡς ἐκκλησία ὑποτάσσεταιa τῷ Χριστῷ, οὕτως καὶ αἱ γυναῖκες ⸀τοῖς ἀνδράσιν ἐν παντί.
25Οἱ ἄνδρες, ἀγαπᾶτεa τὰς ⸀γυναῖκας, καθὼς καὶ Χριστὸς ἠγάπησενb τὴν ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκενc ὑπὲρ αὐτῆς,
26ἵνα αὐτὴν ἁγιάσῃa καθαρίσαςb τῷ λουτρῷc τοῦ ὕδατος ἐν ῥήματι,
27ἵνα παραστήσῃa ⸀αὐτὸς ἑαυτῷ ἔνδοξονb τὴν ἐκκλησίαν, μὴ ἔχουσανc σπίλονd ῥυτίδαe τι τῶν τοιούτων, ἀλλ’ ἵνα f ἁγία καὶ ἄμωμος.g
28οὕτως ὀφείλουσινa ⸀καὶ οἱ ἄνδρες ἀγαπᾶνb τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα· ἀγαπῶνc τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ,d
29οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν,a ἀλλὰ ἐκτρέφειb καὶ θάλπειc αὐτήν, καθὼς καὶ ⸀Χριστὸς τὴν ἐκκλησίαν,
30ὅτι μέλη ἐσμὲνa τοῦ σώματος ⸀αὐτοῦ.
31ἀντὶa τούτου καταλείψειb ἄνθρωπος ⸀τὸν ⸀πατέρα καὶ ⸀τὴν μητέρα καὶ προσκολληθήσεταιc ⸂τῇ γυναικὶ⸃ αὐτοῦ, καὶ ἔσονταιd οἱ δύο εἰς σάρκα μίαν.
32τὸ μυστήριονa τοῦτο μέγα ἐστίν,b ἐγὼ δὲ λέγωc εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν.
33πλὴν καὶ ὑμεῖς οἱ καθ’ ἕνα ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτωa ὡς ἑαυτόν, δὲ γυνὴ ἵνα φοβῆταιb τὸν ἄνδρα.
6
Τὰ τέκνα, ὑπακούετεa τοῖς γονεῦσινb ὑμῶν ἐν κυρίῳ, τοῦτο γάρ ἐστινc δίκαιον·
2τίμαa τὸν πατέρα σου καὶ τὴν μητέρα, ἥτις ἐστὶνb ἐντολὴ πρώτη ἐν ἐπαγγελίᾳ,
3ἵνα εὖa σοι γένηταιb καὶ ἔσῃc μακροχρόνιοςd ἐπὶ τῆς γῆς.
4Καὶ οἱ πατέρες, μὴ παροργίζετεa τὰ τέκνα ὑμῶν, ἀλλὰ ἐκτρέφετεb αὐτὰ ἐν παιδείᾳc καὶ νουθεσίᾳd κυρίου.
5Οἱ δοῦλοι, ὑπακούετεa τοῖς ⸂κατὰ σάρκα κυρίοις⸃ μετὰ φόβου καὶ τρόμουb ἐν ἁπλότητιc τῆς καρδίας ὑμῶν ὡς τῷ Χριστῷ,
6μὴ κατ’ ὀφθαλμοδουλίανa ὡς ἀνθρωπάρεσκοιb ἀλλ’ ὡς ⸀δοῦλοι Χριστοῦ ποιοῦντεςc τὸ θέλημα τοῦ θεοῦ, ἐκ ψυχῆς
7μετ’ εὐνοίαςa δουλεύοντες,b ὡς τῷ κυρίῳ καὶ οὐκ ἀνθρώποις,
8εἰδότεςa ὅτι ⸂ἕκαστος, ἂν⸃ ποιήσῃb ἀγαθόν, τοῦτο ⸀κομίσεταιc ⸀παρὰ κυρίου, εἴτε δοῦλος εἴτε ἐλεύθερος.d
9Καὶ οἱ κύριοι, τὰ αὐτὰ ποιεῖτεa πρὸς αὐτούς, ἀνιέντεςb τὴν ἀπειλήν,c εἰδότεςd ὅτι καὶ ⸂αὐτῶν καὶ ὑμῶν⸃ κύριός ἐστινe ἐν οὐρανοῖς, καὶ προσωπολημψίαf οὐκ ἔστινg παρ’ αὐτῷ.
10⸂Τοῦ λοιποῦ⸃ ἐνδυναμοῦσθεa ἐν κυρίῳ καὶ ἐν τῷ κράτειb τῆς ἰσχύοςc αὐτοῦ.
11ἐνδύσασθεa τὴν πανοπλίανb τοῦ θεοῦ πρὸς τὸ δύνασθαιc ὑμᾶς στῆναιd πρὸς τὰς μεθοδείαςe τοῦ διαβόλου·
12ὅτι οὐκ ἔστινa ἡμῖν πάληb πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτοραςc τοῦ ⸀σκότους τούτου, πρὸς τὰ πνευματικὰd τῆς πονηρίαςe ἐν τοῖς ἐπουρανίοις.f
13διὰ τοῦτο ἀναλάβετεa τὴν πανοπλίανb τοῦ θεοῦ, ἵνα δυνηθῆτεc ἀντιστῆναιd ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ καὶ ἅπαντα κατεργασάμενοιe στῆναι.f
14στῆτεa οὖν περιζωσάμενοιb τὴν ὀσφὺνc ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοιd τὸν θώρακαe τῆς δικαιοσύνης,
15καὶ ὑποδησάμενοιa τοὺς πόδας ἐν ἑτοιμασίᾳb τοῦ εὐαγγελίου τῆς εἰρήνης,
16⸀ἐν πᾶσιν ἀναλαβόντεςa τὸν θυρεὸνb τῆς πίστεως, ἐν δυνήσεσθεc πάντα τὰ βέληd τοῦ ⸀πονηροῦ πεπυρωμέναe σβέσαι·f
17καὶ τὴν περικεφαλαίανa τοῦ σωτηρίουb ⸀δέξασθε,c καὶ τὴν μάχαιρανd τοῦ πνεύματος, ἐστινe ῥῆμα θεοῦ,
18διὰ πάσης προσευχῆς καὶ δεήσεως,a προσευχόμενοιb ἐν παντὶ καιρῷ ἐν πνεύματι, καὶ εἰς ⸀αὐτὸ ἀγρυπνοῦντεςc ἐν πάσῃ προσκαρτερήσειd καὶ δεήσειe περὶ πάντων τῶν ἁγίων,
19καὶ ὑπὲρ ἐμοῦ, ἵνα μοι δοθῇa λόγος ἐν ἀνοίξειb τοῦ στόματός μου, ἐν παρρησίᾳ γνωρίσαιc τὸ μυστήριονd τοῦ εὐαγγελίου
20ὑπὲρ οὗ πρεσβεύωa ἐν ἁλύσει,b ἵνα ἐν αὐτῷ παρρησιάσωμαιc ὡς δεῖd με λαλῆσαι.e
21Ἵνα δὲ ⸂εἰδῆτεa καὶ ὑμεῖς⸃ τὰ κατ’ ἐμέ, τί πράσσω,b πάντα ⸂γνωρίσειc ὑμῖν⸃ Τυχικὸςd ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονοςe ἐν κυρίῳ,
22ὃν ἔπεμψαa πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο ἵνα γνῶτεb τὰ περὶ ἡμῶν καὶ παρακαλέσῃc τὰς καρδίας ὑμῶν.
23Εἰρήνη τοῖς ἀδελφοῖς καὶ ἀγάπη μετὰ πίστεως ἀπὸ θεοῦ πατρὸς καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
24 χάρις μετὰ πάντων τῶν ἀγαπώντωνa τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν ⸀ἀφθαρσίᾳ.b