6
Τὰ τέκνα, ὑπακούετεa
τοῖς γονεῦσινb
ὑμῶν ἐν κυρίῳ, τοῦτο γάρ ἐστινc
δίκαιον·
2
τίμαa
τὸν πατέρα σου καὶ τὴν μητέρα, ἥτις ἐστὶνb
ἐντολὴ πρώτη ἐν ἐπαγγελίᾳ,
3
ἵνα εὖa
σοι γένηταιb
καὶ ἔσῃc
μακροχρόνιοςd
ἐπὶ τῆς γῆς.
4
Καὶ οἱ πατέρες, μὴ παροργίζετεa
τὰ τέκνα ὑμῶν, ἀλλὰ ἐκτρέφετεb
αὐτὰ ἐν παιδείᾳc
καὶ νουθεσίᾳd
κυρίου.
5
Οἱ δοῦλοι, ὑπακούετεa
τοῖς ⸂κατὰ σάρκα κυρίοις⸃ μετὰ φόβου καὶ τρόμουb
ἐν ἁπλότητιc
τῆς καρδίας ὑμῶν ὡς τῷ Χριστῷ,
6
μὴ κατ’ ὀφθαλμοδουλίανa
ὡς ἀνθρωπάρεσκοιb
ἀλλ’ ὡς ⸀δοῦλοι Χριστοῦ ποιοῦντεςc
τὸ θέλημα τοῦ θεοῦ, ἐκ ψυχῆς
7
μετ’ εὐνοίαςa
δουλεύοντες,b
ὡς τῷ κυρίῳ καὶ οὐκ ἀνθρώποις,
8
εἰδότεςa
ὅτι ⸂ἕκαστος, ὃ ἂν⸃ ποιήσῃb
ἀγαθόν, τοῦτο ⸀κομίσεταιc
⸀παρὰ κυρίου, εἴτε δοῦλος εἴτε ἐλεύθερος.d
9
Καὶ οἱ κύριοι, τὰ αὐτὰ ποιεῖτεa
πρὸς αὐτούς, ἀνιέντεςb
τὴν ἀπειλήν,c
εἰδότεςd
ὅτι καὶ ⸂αὐτῶν καὶ ὑμῶν⸃ ὁ κύριός ἐστινe
ἐν οὐρανοῖς, καὶ προσωπολημψίαf
οὐκ ἔστινg
παρ’ αὐτῷ.
10
⸂Τοῦ λοιποῦ⸃ ἐνδυναμοῦσθεa
ἐν κυρίῳ καὶ ἐν τῷ κράτειb
τῆς ἰσχύοςc
αὐτοῦ.
11
ἐνδύσασθεa
τὴν πανοπλίανb
τοῦ θεοῦ πρὸς τὸ δύνασθαιc
ὑμᾶς στῆναιd
πρὸς τὰς μεθοδείαςe
τοῦ διαβόλου·
12
ὅτι οὐκ ἔστινa
ἡμῖν ἡ πάληb
πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτοραςc
τοῦ ⸀σκότους τούτου, πρὸς τὰ πνευματικὰd
τῆς πονηρίαςe
ἐν τοῖς ἐπουρανίοις.f
13
διὰ τοῦτο ἀναλάβετεa
τὴν πανοπλίανb
τοῦ θεοῦ, ἵνα δυνηθῆτεc
ἀντιστῆναιd
ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ καὶ ἅπαντα κατεργασάμενοιe
στῆναι.f
14
στῆτεa
οὖν περιζωσάμενοιb
τὴν ὀσφὺνc
ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοιd
τὸν θώρακαe
τῆς δικαιοσύνης,
15
καὶ ὑποδησάμενοιa
τοὺς πόδας ἐν ἑτοιμασίᾳb
τοῦ εὐαγγελίου τῆς εἰρήνης,
16
⸀ἐν πᾶσιν ἀναλαβόντεςa
τὸν θυρεὸνb
τῆς πίστεως, ἐν ᾧ δυνήσεσθεc
πάντα τὰ βέληd
τοῦ ⸀πονηροῦ πεπυρωμέναe
σβέσαι·f
17
καὶ τὴν περικεφαλαίανa
τοῦ σωτηρίουb
⸀δέξασθε,c
καὶ τὴν μάχαιρανd
τοῦ πνεύματος, ὅ ἐστινe
ῥῆμα θεοῦ,
18
διὰ πάσης προσευχῆς καὶ δεήσεως,a
προσευχόμενοιb
ἐν παντὶ καιρῷ ἐν πνεύματι, καὶ εἰς ⸀αὐτὸ ἀγρυπνοῦντεςc
ἐν πάσῃ προσκαρτερήσειd
καὶ δεήσειe
περὶ πάντων τῶν ἁγίων,
19
καὶ ὑπὲρ ἐμοῦ, ἵνα μοι δοθῇa
λόγος ἐν ἀνοίξειb
τοῦ στόματός μου, ἐν παρρησίᾳ γνωρίσαιc
τὸ μυστήριονd
τοῦ εὐαγγελίου
20
ὑπὲρ οὗ πρεσβεύωa
ἐν ἁλύσει,b
ἵνα ἐν αὐτῷ παρρησιάσωμαιc
ὡς δεῖd
με λαλῆσαι.e
21
Ἵνα δὲ ⸂εἰδῆτεa
καὶ ὑμεῖς⸃ τὰ κατ’ ἐμέ, τί πράσσω,b
πάντα ⸂γνωρίσειc
ὑμῖν⸃ Τυχικὸςd
ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονοςe
ἐν κυρίῳ,
22
ὃν ἔπεμψαa
πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο ἵνα γνῶτεb
τὰ περὶ ἡμῶν καὶ παρακαλέσῃc
τὰς καρδίας ὑμῶν.
23
Εἰρήνη τοῖς ἀδελφοῖς καὶ ἀγάπη μετὰ πίστεως ἀπὸ θεοῦ πατρὸς καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
24
ἡ χάρις μετὰ πάντων τῶν ἀγαπώντωνa
τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν ⸀ἀφθαρσίᾳ.b