5
γίνεσθεa
οὖν μιμηταὶb
τοῦ θεοῦ, ὡς τέκνα ἀγαπητά,
2
καὶ περιπατεῖτεa
ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησενb
⸀ἡμᾶς καὶ παρέδωκενc
ἑαυτὸν ὑπὲρ ⸀ἡμῶν προσφορὰνd
καὶ θυσίανe
τῷ θεῷ εἰς ὀσμὴνf
εὐωδίας.g
3
Πορνείαa
δὲ καὶ ⸂ἀκαθαρσίαb
πᾶσα⸃ ἢ πλεονεξίαc
μηδὲ ὀνομαζέσθωd
ἐν ὑμῖν, καθὼς πρέπειe
ἁγίοις,
4
καὶ αἰσχρότηςa
καὶ μωρολογίαb
ἢ εὐτραπελία,c
⸂ἃ οὐκ ἀνῆκεν⸃,d
ἀλλὰ μᾶλλον εὐχαριστία.e
5
τοῦτο γὰρ ⸀ἴστεa
γινώσκοντεςb
ὅτι πᾶς πόρνοςc
ἢ ἀκάθαρτος ἢ πλεονέκτης,d
⸀ὅ ἐστινe
εἰδωλολάτρης,f
οὐκ ἔχειg
κληρονομίανh
ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ θεοῦ.
6
Μηδεὶς ὑμᾶς ἀπατάτωa
κενοῖςb
λόγοις, διὰ ταῦτα γὰρ ἔρχεταιc
ἡ ὀργὴ τοῦ θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας.d
7
μὴ οὖν γίνεσθεa
συμμέτοχοιb
αὐτῶν·
8
ἦτεa
γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν κυρίῳ· ὡς τέκνα φωτὸς περιπατεῖτε,b
9
ὁ γὰρ καρπὸς τοῦ ⸀φωτὸς ἐν πάσῃ ἀγαθωσύνῃa
καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ,
10
δοκιμάζοντεςa
τί ἐστινb
εὐάρεστονc
τῷ κυρίῳ·
11
καὶ μὴ συγκοινωνεῖτεa
τοῖς ἔργοις τοῖς ἀκάρποιςb
τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε,c
12
τὰ γὰρ κρυφῇa
γινόμεναb
ὑπ’ αὐτῶν αἰσχρόνc
ἐστινd
καὶ λέγειν·e
13
τὰ δὲ πάντα ἐλεγχόμεναa
ὑπὸ τοῦ φωτὸς φανεροῦται,b
14
πᾶν γὰρ τὸ φανερούμενονa
φῶς ἐστιν.b
διὸ λέγει·c
Ἔγειρε,d
ὁ καθεύδων,e
καὶ ἀνάσταf
ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσειg
σοι ὁ Χριστός.
15
Βλέπετεa
οὖν ⸂ἀκριβῶςb
πῶς⸃ περιπατεῖτε,c
μὴ ὡς ἄσοφοιd
ἀλλ’ ὡς σοφοί,e
16
ἐξαγοραζόμενοιa
τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν.b
17
διὰ τοῦτο μὴ γίνεσθεa
ἄφρονες,b
ἀλλὰ ⸀συνίετεc
τί τὸ θέλημα τοῦ κυρίου·
18
καὶ μὴ μεθύσκεσθεa
οἴνῳ, ἐν ᾧ ἐστινb
ἀσωτία,c
ἀλλὰ πληροῦσθεd
ἐν πνεύματι,
19
λαλοῦντεςa
⸀ἑαυτοῖς ψαλμοῖςb
καὶ ὕμνοιςc
καὶ ᾠδαῖςd
πνευματικαῖς,e
ᾄδοντεςf
καὶ ⸀ψάλλοντεςg
τῇ καρδίᾳ ὑμῶν τῷ κυρίῳ,
20
εὐχαριστοῦντεςa
πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ θεῷ καὶ πατρί,
21
ὑποτασσόμενοιa
ἀλλήλοις ἐν φόβῳ Χριστοῦ.
22
Αἱ γυναῖκες τοῖς ἰδίοις ⸀ἀνδράσιν ὡς τῷ κυρίῳ,
23
ὅτι ἀνήρ ἐστινa
κεφαλὴ τῆς γυναικὸς ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς ἐκκλησίας, ⸀αὐτὸς σωτὴρb
τοῦ σώματος.
24
ἀλλὰ ⸀ὡς ἡ ἐκκλησία ὑποτάσσεταιa
τῷ Χριστῷ, οὕτως καὶ αἱ γυναῖκες ⸀τοῖς ἀνδράσιν ἐν παντί.
25
Οἱ ἄνδρες, ἀγαπᾶτεa
τὰς ⸀γυναῖκας, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησενb
τὴν ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκενc
ὑπὲρ αὐτῆς,
26
ἵνα αὐτὴν ἁγιάσῃa
καθαρίσαςb
τῷ λουτρῷc
τοῦ ὕδατος ἐν ῥήματι,
27
ἵνα παραστήσῃa
⸀αὐτὸς ἑαυτῷ ἔνδοξονb
τὴν ἐκκλησίαν, μὴ ἔχουσανc
σπίλονd
ἢ ῥυτίδαe
ἤ τι τῶν τοιούτων, ἀλλ’ ἵνα ᾖf
ἁγία καὶ ἄμωμος.g
28
οὕτως ὀφείλουσινa
⸀καὶ οἱ ἄνδρες ἀγαπᾶνb
τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα· ὁ ἀγαπῶνc
τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ,d
29
οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν,a
ἀλλὰ ἐκτρέφειb
καὶ θάλπειc
αὐτήν, καθὼς καὶ ὁ ⸀Χριστὸς τὴν ἐκκλησίαν,
30
ὅτι μέλη ἐσμὲνa
τοῦ σώματος ⸀αὐτοῦ.
31
ἀντὶa
τούτου καταλείψειb
ἄνθρωπος ⸀τὸν ⸀πατέρα καὶ ⸀τὴν μητέρα καὶ προσκολληθήσεταιc
⸂τῇ γυναικὶ⸃ αὐτοῦ, καὶ ἔσονταιd
οἱ δύο εἰς σάρκα μίαν.
32
τὸ μυστήριονa
τοῦτο μέγα ἐστίν,b
ἐγὼ δὲ λέγωc
εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν.
33
πλὴν καὶ ὑμεῖς οἱ καθ’ ἕνα ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτωa
ὡς ἑαυτόν, ἡ δὲ γυνὴ ἵνα φοβῆταιb
τὸν ἄνδρα.