Πρὸς Ἐφεσίους

4
Παρακαλῶa οὖν ὑμᾶς ἐγὼ δέσμιοςb ἐν κυρίῳ ἀξίωςc περιπατῆσαιd τῆς κλήσεωςe ἧς ἐκλήθητε,f
2μετὰ πάσης ταπεινοφροσύνηςa καὶ πραΰτητος,b μετὰ μακροθυμίας,c ἀνεχόμενοιd ἀλλήλων ἐν ἀγάπῃ,
3σπουδάζοντεςa τηρεῖνb τὴν ἑνότηταc τοῦ πνεύματος ἐν τῷ συνδέσμῳd τῆς εἰρήνης·
4ἓν σῶμα καὶ ἓν πνεῦμα, καθὼς καὶ ἐκλήθητεa ἐν μιᾷ ἐλπίδι τῆς κλήσεωςb ὑμῶν·
5εἷς κύριος, μία πίστις, ἓν βάπτισμα·a
6εἷς θεὸς καὶ πατὴρ πάντων, ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν ⸀πᾶσιν.
7Ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθηa ⸀ἡ χάρις κατὰ τὸ μέτρονb τῆς δωρεᾶςc τοῦ Χριστοῦ.
8διὸ λέγει·a Ἀναβὰςb εἰς ὕψοςc ᾐχμαλώτευσενd αἰχμαλωσίαν,e ⸀ἔδωκενf δόματαg τοῖς ἀνθρώποις.
9τὸ δὲ Ἀνέβηa τί ἐστινb εἰ μὴ ὅτι καὶ ⸀κατέβηc εἰς τὰ κατώτεραd μέρη τῆς γῆς;
10 καταβὰςa αὐτός ἐστινb καὶ ἀναβὰςc ὑπεράνωd πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃe τὰ πάντα.
11καὶ αὐτὸς ἔδωκενa τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστάς,b τοὺς δὲ ποιμέναςc καὶ διδασκάλους,
12πρὸς τὸν καταρτισμὸνa τῶν ἁγίων εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴνb τοῦ σώματος τοῦ Χριστοῦ,
13μέχριa καταντήσωμενb οἱ πάντες εἰς τὴν ἑνότηταc τῆς πίστεως καὶ τῆς ἐπιγνώσεωςd τοῦ υἱοῦ τοῦ θεοῦ, εἰς ἄνδρα τέλειον,e εἰς μέτρονf ἡλικίαςg τοῦ πληρώματοςh τοῦ Χριστοῦ,
14ἵνα μηκέτιa ὦμενb νήπιοι,c κλυδωνιζόμενοιd καὶ περιφερόμενοιe παντὶ ἀνέμῳ τῆς διδασκαλίαςf ἐν τῇ κυβείᾳg τῶν ἀνθρώπων ἐν πανουργίᾳh πρὸς τὴν μεθοδείανi τῆς πλάνης,j
15ἀληθεύοντεςa δὲ ἐν ἀγάπῃ αὐξήσωμενb εἰς αὐτὸν τὰ πάντα, ὅς ἐστινc κεφαλή, ⸀Χριστός,
16ἐξ οὗ πᾶν τὸ σῶμα συναρμολογούμενονa καὶ συμβιβαζόμενονb διὰ πάσης ἁφῆςc τῆς ἐπιχορηγίαςd κατ’ ἐνέργειανe ἐν μέτρῳf ἑνὸς ἑκάστου μέρους τὴν αὔξησινg τοῦ σώματος ποιεῖταιh εἰς οἰκοδομὴνi ἑαυτοῦ ἐν ἀγάπῃ.
17Τοῦτο οὖν λέγωa καὶ μαρτύρομαιb ἐν κυρίῳ, μηκέτιc ὑμᾶς περιπατεῖνd καθὼς καὶ ⸀τὰ ἔθνη περιπατεῖe ἐν ματαιότητιf τοῦ νοὸςg αὐτῶν,
18⸀ἐσκοτωμένοιa τῇ διανοίᾳb ὄντες,c ἀπηλλοτριωμένοιd τῆς ζωῆς τοῦ θεοῦ, διὰ τὴν ἄγνοιανe τὴν οὖσανf ἐν αὐτοῖς, διὰ τὴν πώρωσινg τῆς καρδίας αὐτῶν,
19οἵτινες ἀπηλγηκότεςa ἑαυτοὺς παρέδωκανb τῇ ἀσελγείᾳc εἰς ἐργασίανd ἀκαθαρσίαςe πάσης ἐν πλεονεξίᾳ.f
20ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετεa τὸν Χριστόν,
21εἴ γεa αὐτὸν ἠκούσατεb καὶ ἐν αὐτῷ ἐδιδάχθητε,c καθώς ἐστινd ἀλήθεια ἐν τῷ Ἰησοῦ,
22ἀποθέσθαιa ὑμᾶς κατὰ τὴν προτέρανb ἀναστροφὴνc τὸν παλαιὸνd ἄνθρωπον τὸν φθειρόμενονe κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης,f
23ἀνανεοῦσθαιa δὲ τῷ πνεύματι τοῦ νοὸςb ὑμῶν,
24καὶ ἐνδύσασθαιa τὸν καινὸν ἄνθρωπον τὸν κατὰ θεὸν κτισθένταb ἐν δικαιοσύνῃ καὶ ὁσιότητιc τῆς ἀληθείας.
25Διὸ ἀποθέμενοιa τὸ ψεῦδοςb λαλεῖτεc ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίονd αὐτοῦ, ὅτι ἐσμὲνe ἀλλήλων μέλη.
26ὀργίζεσθεa καὶ μὴ ἁμαρτάνετε·b ἥλιος μὴ ἐπιδυέτωc ⸀ἐπὶ παροργισμῷd ὑμῶν,
27μηδὲ δίδοτεa τόπον τῷ διαβόλῳ.
28 κλέπτωνa μηκέτιb κλεπτέτω,c μᾶλλον δὲ κοπιάτωd ἐργαζόμενοςe ⸂ταῖς ἰδίαις χερσὶν τὸ ἀγαθόν⸃, ἵνα ἔχῃf μεταδιδόναιg τῷ χρείαν ἔχοντι.h
29πᾶς λόγος σαπρὸςa ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω,b ἀλλὰ εἴ τις ἀγαθὸς πρὸς οἰκοδομὴνc τῆς χρείας, ἵνα δῷd χάριν τοῖς ἀκούουσιν.e
30καὶ μὴ λυπεῖτεa τὸ πνεῦμα τὸ ἅγιον τοῦ θεοῦ, ἐν ἐσφραγίσθητεb εἰς ἡμέραν ἀπολυτρώσεως.c
31πᾶσα πικρίαa καὶ θυμὸςb καὶ ὀργὴ καὶ κραυγὴc καὶ βλασφημίαd ἀρθήτωe ἀφ’ ὑμῶν σὺν πάσῃ κακίᾳ.f
32⸀γίνεσθεa εἰς ἀλλήλους χρηστοί,b εὔσπλαγχνοι,c χαριζόμενοιd ἑαυτοῖς καθὼς καὶ θεὸς ἐν Χριστῷ ἐχαρίσατοe ⸀ὑμῖν.