Πρὸς Ἐφεσίους

2
Καὶ ὑμᾶς ὄνταςa νεκροὺς τοῖς παραπτώμασινb καὶ ταῖς ἁμαρτίαις ⸀ὑμῶν,
2ἐν αἷς ποτε περιεπατήσατεa κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου, κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος,b τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντοςc ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας·d
3ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνεστράφημένa ποτε ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν, ποιοῦντεςb τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν,c καὶ ⸀ἤμεθαd τέκνα φύσειe ὀργῆς ὡς καὶ οἱ λοιποί·
4 δὲ θεὸς πλούσιοςa ὢνb ἐν ἐλέει,c διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησενd ἡμᾶς,
5καὶ ὄνταςa ἡμᾶς νεκροὺς τοῖς παραπτώμασινb συνεζωοποίησενc τῷ Χριστῷ— χάριτί ἐστεd σεσῳσμένοι—e
6καὶ συνήγειρενa καὶ συνεκάθισενb ἐν τοῖς ἐπουρανίοιςc ἐν Χριστῷ Ἰησοῦ,
7ἵνα ἐνδείξηταιa ἐν τοῖς αἰῶσιν τοῖς ἐπερχομένοιςb ⸂τὸ ὑπερβάλλονc πλοῦτος⸃d τῆς χάριτος αὐτοῦ ἐν χρηστότητιe ἐφ’ ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ.
8τῇ γὰρ χάριτί ἐστεa σεσῳσμένοιb ⸀διὰ πίστεως· καὶ τοῦτο οὐκ ἐξ ὑμῶν, θεοῦ τὸ δῶρον·c
9οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται.a
10αὐτοῦ γάρ ἐσμενa ποίημα,b κτισθέντεςc ἐν Χριστῷ Ἰησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς οἷς προητοίμασενd θεὸς ἵνα ἐν αὐτοῖς περιπατήσωμεν.e
11Διὸ μνημονεύετεa ὅτι ⸂ποτὲ ὑμεῖς⸃ τὰ ἔθνη ἐν σαρκί, οἱ λεγόμενοιb ἀκροβυστίαc ὑπὸ τῆς λεγομένηςd περιτομῆς ἐν σαρκὶ χειροποιήτου,e
12ὅτι ⸀ἦτεa τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλοτριωμένοιb τῆς πολιτείαςc τοῦ Ἰσραὴλ καὶ ξένοιd τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντεςe καὶ ἄθεοιf ἐν τῷ κόσμῳ.
13νυνὶa δὲ ἐν Χριστῷ Ἰησοῦ ὑμεῖς οἵ ποτε ὄντεςb μακρὰνc ⸂ἐγενήθητεd ἐγγὺς⸃ ἐν τῷ αἵματι τοῦ Χριστοῦ.
14αὐτὸς γάρ ἐστινa εἰρήνη ἡμῶν, ποιήσαςb τὰ ἀμφότεραc ἓν καὶ τὸ μεσότοιχονd τοῦ φραγμοῦe λύσας,f τὴν ἔχθρανg ἐν τῇ σαρκὶ αὐτοῦ,
15τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασινa καταργήσας,b ἵνα τοὺς δύο κτίσῃc ἐν ⸀αὑτῷ εἰς ἕνα καινὸν ἄνθρωπον ποιῶνd εἰρήνην,
16καὶ ἀποκαταλλάξῃa τοὺς ἀμφοτέρουςb ἐν ἑνὶ σώματι τῷ θεῷ διὰ τοῦ σταυροῦc ἀποκτείναςd τὴν ἔχθρανe ἐν αὐτῷ·
17καὶ ἐλθὼνa εὐηγγελίσατοb εἰρήνην ὑμῖν τοῖς μακρὰνc καὶ ⸀εἰρήνην τοῖς ἐγγύς·
18ὅτι δι’ αὐτοῦ ἔχομενa τὴν προσαγωγὴνb οἱ ἀμφότεροιc ἐν ἑνὶ πνεύματι πρὸς τὸν πατέρα.
19ἄρα οὖν οὐκέτι ἐστὲa ξένοιb καὶ πάροικοι,c ἀλλὰ ⸀ἐστὲd συμπολῖταιe τῶν ἁγίων καὶ οἰκεῖοιf τοῦ θεοῦ,
20ἐποικοδομηθέντεςa ἐπὶ τῷ θεμελίῳb τῶν ἀποστόλων καὶ προφητῶν, ὄντοςc ἀκρογωνιαίουd αὐτοῦ ⸂Χριστοῦ Ἰησοῦ⸃,
21ἐν ⸀πᾶσα οἰκοδομὴa συναρμολογουμένηb αὔξειc εἰς ναὸν ἅγιον ἐν κυρίῳ,
22ἐν καὶ ὑμεῖς συνοικοδομεῖσθεa εἰς κατοικητήριονb τοῦ θεοῦ ἐν πνεύματι.