Πρὸς Ἐφεσίους

1
Παῦλος ἀπόστολος ⸂Χριστοῦ Ἰησοῦ⸃ διὰ θελήματος θεοῦ τοῖς ἁγίοις τοῖς οὖσινa ⸂[ἐν Ἐφέσῳ]⸃b καὶ πιστοῖς ἐν Χριστῷ Ἰησοῦ·
2χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
3Εὐλογητὸςa θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, εὐλογήσαςb ἡμᾶς ἐν πάσῃ εὐλογίᾳc πνευματικῇd ἐν τοῖς ἐπουρανίοιςe ἐν Χριστῷ,
4καθὼς ἐξελέξατοa ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆςb κόσμου, εἶναιc ἡμᾶς ἁγίους καὶ ἀμώμουςd κατενώπιονe αὐτοῦ ἐν ἀγάπῃ,
5προορίσαςa ἡμᾶς εἰς υἱοθεσίανb διὰ Ἰησοῦ Χριστοῦ εἰς αὐτόν, κατὰ τὴν εὐδοκίανc τοῦ θελήματος αὐτοῦ,
6εἰς ἔπαινονa δόξης τῆς χάριτος αὐτοῦ ⸀ἧς ἐχαρίτωσενb ἡμᾶς ἐν τῷ ἠγαπημένῳ,c
7ἐν ἔχομενa τὴν ἀπολύτρωσινb διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσινc τῶν παραπτωμάτων,d κατὰ ⸂τὸ πλοῦτος⸃e τῆς χάριτος αὐτοῦ
8ἧς ἐπερίσσευσενa εἰς ἡμᾶς ἐν πάσῃ σοφίᾳ καὶ φρονήσειb
9γνωρίσαςa ἡμῖν τὸ μυστήριονb τοῦ θελήματος αὐτοῦ, κατὰ τὴν εὐδοκίανc αὐτοῦ ἣν προέθετοd ἐν αὐτῷ
10εἰς οἰκονομίανa τοῦ πληρώματοςb τῶν καιρῶν, ἀνακεφαλαιώσασθαιc τὰ πάντα ἐν τῷ Χριστῷ, τὰ ἐπὶ τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς· ἐν αὐτῷ,
11ἐν καὶ ἐκληρώθημενa προορισθέντεςb κατὰ πρόθεσινc τοῦ τὰ πάντα ἐνεργοῦντοςd κατὰ τὴν βουλὴνe τοῦ θελήματος αὐτοῦ,
12εἰς τὸ εἶναιa ἡμᾶς εἰς ἔπαινονb δόξης αὐτοῦ τοὺς προηλπικόταςc ἐν τῷ Χριστῷ·
13ἐν καὶ ὑμεῖς ἀκούσαντεςa τὸν λόγον τῆς ἀληθείας, τὸ εὐαγγέλιον τῆς σωτηρίας ὑμῶν, ἐν καὶ πιστεύσαντεςb ἐσφραγίσθητεc τῷ πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ,
14⸀ὅ ἐστινa ἀρραβὼνb τῆς κληρονομίαςc ἡμῶν, εἰς ἀπολύτρωσινd τῆς περιποιήσεως,e εἰς ἔπαινονf τῆς δόξης αὐτοῦ.
15Διὰ τοῦτο κἀγώ, ἀκούσαςa τὴν καθ’ ὑμᾶς πίστιν ἐν τῷ κυρίῳ Ἰησοῦ καὶ τὴν ⸂ἀγάπην τὴν⸃ εἰς πάντας τοὺς ἁγίους,
16οὐ παύομαιa εὐχαριστῶνb ὑπὲρ ὑμῶν ⸀μνείανc ποιούμενοςd ἐπὶ τῶν προσευχῶν μου,
17ἵνα θεὸς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, πατὴρ τῆς δόξης, δώῃa ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεωςb ἐν ἐπιγνώσειc αὐτοῦ,
18πεφωτισμένουςa τοὺς ὀφθαλμοὺς τῆς καρδίας ὑμῶν εἰς τὸ εἰδέναιb ὑμᾶς τίς ἐστινc ἐλπὶς τῆς κλήσεωςd αὐτοῦ, ⸀τίς πλοῦτοςe τῆς δόξης τῆς κληρονομίαςf αὐτοῦ ἐν τοῖς ἁγίοις,
19καὶ τί τὸ ὑπερβάλλονa μέγεθοςb τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύονταςc κατὰ τὴν ἐνέργειανd τοῦ κράτουςe τῆς ἰσχύοςf αὐτοῦ
20ἣν ⸀ἐνήργηκενa ἐν τῷ Χριστῷ ἐγείραςb αὐτὸν ⸀ἐκ νεκρῶν, καὶ ⸀καθίσαςc ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοιςd
21ὑπεράνωa πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητοςb καὶ παντὸς ὀνόματος ὀνομαζομένουc οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ ἀλλὰ καὶ ἐν τῷ μέλλοντι·d
22καὶ πάντα ὑπέταξενa ὑπὸ τοὺς πόδας αὐτοῦ, καὶ αὐτὸν ἔδωκενb κεφαλὴν ὑπὲρ πάντα τῇ ἐκκλησίᾳ,
23ἥτις ἐστὶνa τὸ σῶμα αὐτοῦ, τὸ πλήρωμαb τοῦ τὰ πάντα ἐν πᾶσιν πληρουμένου.c