Πρὸς Κολοσσαεῖς

1
Παῦλος ἀπόστολος ⸂Χριστοῦ Ἰησοῦ⸃ διὰ θελήματος θεοῦ καὶ Τιμόθεοςa ἀδελφὸς
2τοῖς ἐν ⸀Κολοσσαῖςa ἁγίοις καὶ πιστοῖς ἀδελφοῖς ἐν Χριστῷ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ⸀ἡμῶν.
3Εὐχαριστοῦμενa τῷ ⸀θεῷ πατρὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πάντοτε ⸀περὶ ὑμῶν προσευχόμενοι,b
4ἀκούσαντεςa τὴν πίστιν ὑμῶν ἐν Χριστῷ Ἰησοῦ καὶ τὴν ἀγάπην ⸂ἣν ἔχετε⸃b εἰς πάντας τοὺς ἁγίους
5διὰ τὴν ἐλπίδα τὴν ἀποκειμένηνa ὑμῖν ἐν τοῖς οὐρανοῖς, ἣν προηκούσατεb ἐν τῷ λόγῳ τῆς ἀληθείας τοῦ εὐαγγελίου
6τοῦ παρόντοςa εἰς ὑμᾶς, καθὼς καὶ ἐν παντὶ τῷ ⸀κόσμῳ ἐστὶνb καρποφορούμενονc καὶ αὐξανόμενονd καθὼς καὶ ἐν ὑμῖν, ἀφ’ ἧς ἡμέρας ἠκούσατεe καὶ ἐπέγνωτεf τὴν χάριν τοῦ θεοῦ ἐν ἀληθείᾳ·
7⸀καθὼς ἐμάθετεa ἀπὸ Ἐπαφρᾶb τοῦ ἀγαπητοῦ συνδούλουc ἡμῶν, ὅς ἐστινd πιστὸς ὑπὲρ ⸀ἡμῶν διάκονοςe τοῦ Χριστοῦ,
8 καὶ δηλώσαςa ἡμῖν τὴν ὑμῶν ἀγάπην ἐν πνεύματι.
9Διὰ τοῦτο καὶ ἡμεῖς, ἀφ’ ἧς ἡμέρας ἠκούσαμεν,a οὐ παυόμεθαb ὑπὲρ ὑμῶν προσευχόμενοιc καὶ αἰτούμενοιd ἵνα πληρωθῆτεe τὴν ἐπίγνωσινf τοῦ θελήματος αὐτοῦ ἐν πάσῃ σοφίᾳ καὶ συνέσειg πνευματικῇ,h
10⸀περιπατῆσαιa ἀξίωςb τοῦ κυρίου εἰς πᾶσαν ἀρεσκείανc ἐν παντὶ ἔργῳ ἀγαθῷ καρποφοροῦντεςd καὶ αὐξανόμενοιe ⸂τῇ ἐπιγνώσει⸃f τοῦ θεοῦ,
11ἐν πάσῃ δυνάμει δυναμούμενοιa κατὰ τὸ κράτοςb τῆς δόξης αὐτοῦ εἰς πᾶσαν ὑπομονὴν καὶ μακροθυμίανc μετὰ χαρᾶς,
12εὐχαριστοῦντεςa τῷ πατρὶ τῷ ἱκανώσαντιb ⸀ὑμᾶς εἰς τὴν μερίδαc τοῦ κλήρουd τῶν ἁγίων ἐν τῷ φωτί,
13ὃς ἐρρύσατοa ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους καὶ μετέστησενb εἰς τὴν βασιλείαν τοῦ υἱοῦ τῆς ἀγάπης αὐτοῦ,
14ἐν ἔχομενa τὴν ἀπολύτρωσιν,b τὴν ἄφεσινc τῶν ἁμαρτιῶν·
15ὅς ἐστινa εἰκὼνb τοῦ θεοῦ τοῦ ἀοράτου,c πρωτότοκοςd πάσης κτίσεως,e
16ὅτι ἐν αὐτῷ ἐκτίσθηa τὰ ⸀πάντα ἐν τοῖς οὐρανοῖς ⸀καὶ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰb καὶ τὰ ἀόρατα,c εἴτε θρόνοι εἴτε κυριότητεςd εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι· τὰ πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται·e
17καὶ αὐτός ἐστινa πρὸ πάντων καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν,b
18καὶ αὐτός ἐστινa κεφαλὴ τοῦ σώματος τῆς ἐκκλησίας· ὅς ⸀ἐστινb ἀρχή, πρωτότοκοςc ἐκ τῶν νεκρῶν, ἵνα γένηταιd ἐν πᾶσιν αὐτὸς πρωτεύων,e
19ὅτι ἐν αὐτῷ εὐδόκησενa πᾶν τὸ πλήρωμαb κατοικῆσαιc
20καὶ δι’ αὐτοῦ ἀποκαταλλάξαιa τὰ πάντα εἰς αὐτόν, εἰρηνοποιήσαςb διὰ τοῦ αἵματος τοῦ σταυροῦc αὐτοῦ, ⸂[δι’ αὐτοῦ]⸃ εἴτε τὰ ἐπὶ τῆς γῆς εἴτε τὰ ⸀ἐν τοῖς οὐρανοῖς·
21καὶ ὑμᾶς ποτε ὄνταςa ἀπηλλοτριωμένουςb καὶ ἐχθροὺς τῇ διανοίᾳc ἐν τοῖς ἔργοις τοῖς πονηροῖς—
22νυνὶa δὲ ⸀ἀποκατηλλάγητεb ἐν τῷ σώματι τῆς σαρκὸς αὐτοῦ διὰ τοῦ θανάτου— παραστῆσαιc ὑμᾶς ἁγίους καὶ ἀμώμουςd καὶ ἀνεγκλήτουςe κατενώπιονf αὐτοῦ,
23εἴ γεa ἐπιμένετεb τῇ πίστει τεθεμελιωμένοιc καὶ ἑδραῖοιd καὶ μὴ μετακινούμενοιe ἀπὸ τῆς ἐλπίδος τοῦ εὐαγγελίου οὗ ἠκούσατε,f τοῦ κηρυχθέντοςg ἐν ⸀πάσῃ κτίσειh τῇ ὑπὸ τὸν οὐρανόν, οὗ ἐγενόμηνi ἐγὼ Παῦλος διάκονος.j
24Νῦν χαίρωa ἐν τοῖς παθήμασινb ὑπὲρ ὑμῶν, καὶ ἀνταναπληρῶc τὰ ὑστερήματαd τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου ὑπὲρ τοῦ σώματος αὐτοῦ, ἐστινe ἐκκλησία,
25ἧς ἐγενόμηνa ἐγὼ διάκονοςb κατὰ τὴν οἰκονομίανc τοῦ θεοῦ τὴν δοθεῖσάνd μοι εἰς ὑμᾶς πληρῶσαιe τὸν λόγον τοῦ θεοῦ,
26τὸ μυστήριονa τὸ ἀποκεκρυμμένονb ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν,— ⸀νῦν δὲ ἐφανερώθηc τοῖς ἁγίοις αὐτοῦ,
27οἷς ἠθέλησενa θεὸς γνωρίσαιb τί τὸ πλοῦτοςc τῆς δόξης τοῦ μυστηρίουd τούτου ἐν τοῖς ἔθνεσιν, ⸀ὅ ἐστινe Χριστὸς ἐν ὑμῖν, ἐλπὶς τῆς δόξης·
28ὃν ἡμεῖς καταγγέλλομενa νουθετοῦντεςb πάντα ἄνθρωπον καὶ διδάσκοντεςc πάντα ἄνθρωπον ἐν πάσῃ σοφίᾳ, ἵνα παραστήσωμενd πάντα ἄνθρωπον τέλειονe ἐν ⸀Χριστῷ·
29εἰς καὶ κοπιῶa ἀγωνιζόμενοςb κατὰ τὴν ἐνέργειανc αὐτοῦ τὴν ἐνεργουμένηνd ἐν ἐμοὶ ἐν δυνάμει.
2
Θέλωa γὰρ ὑμᾶς εἰδέναιb ἡλίκονc ἀγῶναd ἔχωe ⸀ὑπὲρ ὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳf καὶ ὅσοι οὐχ ἑόρακανg τὸ πρόσωπόν μου ἐν σαρκί,
2ἵνα παρακληθῶσινa αἱ καρδίαι αὐτῶν, ⸀συμβιβασθέντεςb ἐν ἀγάπῃ καὶ εἰς ⸂πᾶν πλοῦτος⸃c τῆς πληροφορίαςd τῆς συνέσεως,e εἰς ἐπίγνωσινf τοῦ μυστηρίουg τοῦ ⸀θεοῦ, Χριστοῦ,
3ἐν εἰσινa πάντες οἱ θησαυροὶb τῆς σοφίας ⸀καὶ γνώσεωςc ἀπόκρυφοι.d
4⸀τοῦτο λέγωa ἵνα ⸀μηδεὶς ὑμᾶς παραλογίζηταιb ἐν πιθανολογίᾳ.c
5εἰ γὰρ καὶ τῇ σαρκὶ ἄπειμι,a ἀλλὰ τῷ πνεύματι σὺν ὑμῖν εἰμι,b χαίρωνc καὶ βλέπωνd ὑμῶν τὴν τάξινe καὶ τὸ στερέωμαf τῆς εἰς Χριστὸν πίστεως ὑμῶν.
6Ὡς οὖν παρελάβετεa τὸν Χριστὸν Ἰησοῦν τὸν κύριον, ἐν αὐτῷ περιπατεῖτε,b
7ἐρριζωμένοιa καὶ ἐποικοδομούμενοιb ἐν αὐτῷ καὶ ⸀βεβαιούμενοιc τῇ πίστει καθὼς ἐδιδάχθητε,d ⸀περισσεύοντεςe ἐν εὐχαριστίᾳ.f
8Βλέπετεa μή τις ὑμᾶς ἔσταιb συλαγωγῶνc διὰ τῆς φιλοσοφίαςd καὶ κενῆςe ἀπάτηςf κατὰ τὴν παράδοσινg τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖαh τοῦ κόσμου καὶ οὐ κατὰ Χριστόν·
9ὅτι ἐν αὐτῷ κατοικεῖa πᾶν τὸ πλήρωμαb τῆς θεότητοςc σωματικῶς,d
10καὶ ἐστὲa ἐν αὐτῷ πεπληρωμένοι,b ὅς ἐστινc κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας,
11ἐν καὶ περιετμήθητεa περιτομῇ ἀχειροποιήτῳb ἐν τῇ ἀπεκδύσειc τοῦ ⸀σώματος τῆς σαρκός, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ,
12συνταφέντεςa αὐτῷ ἐν τῷ ⸀βαπτισμῷ,b ἐν καὶ συνηγέρθητεc διὰ τῆς πίστεως τῆς ἐνεργείαςd τοῦ θεοῦ τοῦ ἐγείραντοςe αὐτὸν ⸀ἐκ νεκρῶν·
13καὶ ὑμᾶς νεκροὺς ὄνταςa ⸀ἐν τοῖς παραπτώμασινb καὶ τῇ ἀκροβυστίᾳc τῆς σαρκὸς ὑμῶν, συνεζωοποίησενd ὑμᾶς σὺν αὐτῷ· χαρισάμενοςe ἡμῖν πάντα τὰ παραπτώματα,f
14ἐξαλείψαςa τὸ καθ’ ἡμῶν χειρόγραφονb τοῖς δόγμασινc ἦνd ὑπεναντίονe ἡμῖν, καὶ αὐτὸ ἦρκενf ἐκ τοῦ μέσου προσηλώσαςg αὐτὸ τῷ σταυρῷ·h
15ἀπεκδυσάμενοςa τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐδειγμάτισενb ἐν παρρησίᾳ, θριαμβεύσαςc αὐτοὺς ἐν αὐτῷ.
16Μὴ οὖν τις ὑμᾶς κρινέτωa ἐν βρώσειb ⸀ἢ ἐν πόσειc ἐν μέρει ἑορτῆςd νουμηνίαςe σαββάτων,
17 ἐστινa σκιὰb τῶν μελλόντων,c τὸ δὲ σῶμα ⸀τοῦ Χριστοῦ.
18μηδεὶς ὑμᾶς καταβραβευέτωa θέλωνb ἐν ταπεινοφροσύνῃc καὶ θρησκείᾳd τῶν ἀγγέλων, ⸀ἃ ἑόρακενe ἐμβατεύων,f εἰκῇg φυσιούμενοςh ὑπὸ τοῦ νοὸςi τῆς σαρκὸς αὐτοῦ,
19καὶ οὐ κρατῶνa τὴν κεφαλήν, ἐξ οὗ πᾶν τὸ σῶμα διὰ τῶν ἁφῶνb καὶ συνδέσμωνc ἐπιχορηγούμενονd καὶ συμβιβαζόμενονe αὔξειf τὴν αὔξησινg τοῦ θεοῦ.
20Εἰ ἀπεθάνετεa σὺν Χριστῷ ἀπὸ τῶν στοιχείωνb τοῦ κόσμου, τί ὡς ζῶντεςc ἐν κόσμῳ δογματίζεσθε·d
21Μὴ ἅψῃa μηδὲ γεύσῃb μηδὲ θίγῃς,c
22 ἐστινa πάντα εἰς φθορὰνb τῇ ἀποχρήσει,c κατὰ τὰ ἐντάλματαd καὶ διδασκαλίαςe τῶν ἀνθρώπων;
23ἅτινά ἐστινa λόγον μὲν ἔχονταb σοφίας ἐν ἐθελοθρησκίᾳc καὶ ταπεινοφροσύνῃd καὶ ἀφειδίᾳe σώματος, οὐκ ἐν τιμῇ τινι πρὸς πλησμονὴνf τῆς σαρκός.
3
Εἰ οὖν συνηγέρθητεa τῷ Χριστῷ, τὰ ἄνωb ζητεῖτε,c οὗ Χριστός ἐστινd ἐν δεξιᾷ τοῦ θεοῦ καθήμενος·e
2τὰ ἄνωa φρονεῖτε,b μὴ τὰ ἐπὶ τῆς γῆς,
3ἀπεθάνετεa γάρ, καὶ ζωὴ ὑμῶν κέκρυπταιb σὺν τῷ Χριστῷ ἐν τῷ θεῷ·
4ὅταν Χριστὸς φανερωθῇ,a ζωὴ ⸀ὑμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθεb ἐν δόξῃ.
5Νεκρώσατεa οὖν τὰ ⸀μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν,b ἀκαθαρσίαν,c πάθος,d ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίανe ἥτις ἐστὶνf εἰδωλολατρία,g
6δι’ ἔρχεταιa ὀργὴ τοῦ θεοῦ ⸂ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας⸃·b
7ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέa ποτε ὅτε ἐζῆτεb ἐν ⸀τούτοις·
8νυνὶa δὲ ἀπόθεσθεb καὶ ὑμεῖς τὰ πάντα, ὀργήν, θυμόν,c κακίαν,d βλασφημίαν,e αἰσχρολογίανf ἐκ τοῦ στόματος ὑμῶν·
9μὴ ψεύδεσθεa εἰς ἀλλήλους· ἀπεκδυσάμενοιb τὸν παλαιὸνc ἄνθρωπον σὺν ταῖς πράξεσινd αὐτοῦ,
10καὶ ἐνδυσάμενοιa τὸν νέονb τὸν ἀνακαινούμενονc εἰς ἐπίγνωσινd κατ’ εἰκόναe τοῦ κτίσαντοςf αὐτόν,
11ὅπου οὐκ ἔνιa Ἕλληνb καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία,c βάρβαρος,d Σκύθης,e δοῦλος, ἐλεύθερος,f ἀλλὰ ⸀τὰ πάντα καὶ ἐν πᾶσιν Χριστός.
12Ἐνδύσασθεa οὖν ὡς ἐκλεκτοὶb τοῦ θεοῦ, ἅγιοι καὶ ἠγαπημένοι,c σπλάγχναd οἰκτιρμοῦ,e χρηστότητα,f ταπεινοφροσύνην,g πραΰτητα,h μακροθυμίαν,i
13ἀνεχόμενοιa ἀλλήλων καὶ χαριζόμενοιb ἑαυτοῖς ἐάν τις πρός τινα ἔχῃc μομφήν·d καθὼς καὶ ⸀κύριος ἐχαρίσατοe ὑμῖν οὕτως καὶ ὑμεῖς·
14ἐπὶ πᾶσιν δὲ τούτοις τὴν ἀγάπην, ⸀ὅ ἐστινa σύνδεσμοςb τῆς τελειότητος.c
15καὶ εἰρήνη τοῦ ⸀Χριστοῦ βραβευέτωa ἐν ταῖς καρδίαις ὑμῶν, εἰς ἣν καὶ ἐκλήθητεb ἐν ἑνὶ σώματι· καὶ εὐχάριστοιc γίνεσθε.d
16 λόγος τοῦ Χριστοῦ ἐνοικείτωa ἐν ὑμῖν πλουσίωςb ἐν πάσῃ σοφίᾳ· διδάσκοντεςc καὶ νουθετοῦντεςd ἑαυτοὺς ⸀ψαλμοῖς,e ⸀ὕμνοις,f ᾠδαῖςg πνευματικαῖςh ⸀ἐν χάριτι, ᾄδοντεςi ἐν ⸂ταῖς καρδίαις⸃ ὑμῶν τῷ ⸀θεῷ·
17καὶ πᾶν ⸂ὅ τι⸃ ⸀ἐὰν ποιῆτεa ἐν λόγῳ ἐν ἔργῳ, πάντα ἐν ὀνόματι κυρίου Ἰησοῦ, εὐχαριστοῦντεςb τῷ ⸀θεῷ πατρὶ δι’ αὐτοῦ.
18Αἱ γυναῖκες, ὑποτάσσεσθεa ⸀τοῖς ἀνδράσιν, ὡς ἀνῆκενb ἐν κυρίῳ.
19οἱ ἄνδρες, ἀγαπᾶτεa τὰς γυναῖκας καὶ μὴ πικραίνεσθεb πρὸς αὐτάς.
20Τὰ τέκνα, ὑπακούετεa τοῖς γονεῦσινb κατὰ πάντα, τοῦτο γὰρ ⸂εὐάρεστόνc ἐστιν⸃d ἐν κυρίῳ.
21οἱ πατέρες, μὴ ἐρεθίζετεa τὰ τέκνα ὑμῶν, ἵνα μὴ ἀθυμῶσιν.b
22οἱ δοῦλοι, ὑπακούετεa κατὰ πάντα τοῖς κατὰ σάρκα κυρίοις, μὴ ἐν ⸀ὀφθαλμοδουλίαις,b ὡς ἀνθρωπάρεσκοι,c ἀλλ’ ἐν ἁπλότητιd καρδίας, φοβούμενοιe τὸν ⸀κύριον.
23⸀ὃ ἐὰν ποιῆτε,a ἐκ ψυχῆς ἐργάζεσθε,b ὡς τῷ κυρίῳ καὶ οὐκ ἀνθρώποις,
24εἰδότεςa ὅτι ἀπὸ κυρίου ⸀ἀπολήμψεσθεb τὴν ἀνταπόδοσινc τῆς κληρονομίας·d ⸀τῷ κυρίῳ Χριστῷ δουλεύετε·e
25 ⸀γὰρ ἀδικῶνa κομίσεταιb ἠδίκησεν,c καὶ οὐκ ἔστινd προσωπολημψία.e
4
οἱ κύριοι, τὸ δίκαιον καὶ τὴν ἰσότηταa τοῖς δούλοις παρέχεσθε,b εἰδότεςc ὅτι καὶ ὑμεῖς ἔχετεd κύριον ἐν ⸀οὐρανῷ.
2Τῇ προσευχῇ προσκαρτερεῖτε,a γρηγοροῦντεςb ἐν αὐτῇ ἐν εὐχαριστίᾳ,c
3προσευχόμενοιa ἅμαb καὶ περὶ ἡμῶν, ἵνα θεὸς ἀνοίξῃc ἡμῖν θύραν τοῦ λόγου, λαλῆσαιd τὸ μυστήριονe τοῦ Χριστοῦ, δι’ καὶ δέδεμαι,f
4ἵνα φανερώσωa αὐτὸ ὡς δεῖb με λαλῆσαι.c
5Ἐν σοφίᾳ περιπατεῖτεa πρὸς τοὺς ἔξω, τὸν καιρὸν ἐξαγοραζόμενοι.b
6 λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατιa ἠρτυμένος,b εἰδέναιc πῶς δεῖd ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι.e
7Τὰ κατ’ ἐμὲ πάντα γνωρίσειa ὑμῖν Τυχικὸςb ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονοςc καὶ σύνδουλοςd ἐν κυρίῳ,
8ὃν ἔπεμψαa πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο ἵνα ⸀γνῶτεb τὰ περὶ ⸀ἡμῶν καὶ παρακαλέσῃc τὰς καρδίας ὑμῶν,
9σὺν Ὀνησίμῳa τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ, ὅς ἐστινb ἐξ ὑμῶν· πάντα ὑμῖν γνωρίσουσινc τὰ ὧδε.
10Ἀσπάζεταιa ὑμᾶς Ἀρίσταρχοςb συναιχμάλωτόςc μου, καὶ Μᾶρκοςd ἀνεψιὸςe Βαρναβᾶf (περὶ οὗ ἐλάβετεg ἐντολάς, ἐὰν ἔλθῃh πρὸς ὑμᾶς δέξασθεi αὐτόν),
11καὶ Ἰησοῦς λεγόμενοςa Ἰοῦστος,b οἱ ὄντεςc ἐκ περιτομῆς, οὗτοι μόνοι συνεργοὶd εἰς τὴν βασιλείαν τοῦ θεοῦ, οἵτινες ἐγενήθησάνe μοι παρηγορία.f
12ἀσπάζεταιa ὑμᾶς Ἐπαφρᾶςb ἐξ ὑμῶν, δοῦλος ⸀Χριστοῦ, πάντοτε ἀγωνιζόμενοςc ὑπὲρ ὑμῶν ἐν ταῖς προσευχαῖς, ἵνα ⸀σταθῆτεd τέλειοιe καὶ ⸀πεπληροφορημένοιf ἐν παντὶ θελήματι τοῦ θεοῦ.
13μαρτυρῶa γὰρ αὐτῷ ὅτι ἔχειb ⸂πολὺν πόνον⸃c ὑπὲρ ὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳd καὶ τῶν ἐν Ἱεραπόλει.e
14ἀσπάζεταιa ὑμᾶς Λουκᾶςb ἰατρὸςc ἀγαπητὸς καὶ Δημᾶς.d
15ἀσπάσασθεa τοὺς ἐν Λαοδικείᾳb ἀδελφοὺς καὶ ⸂Νύμφανc καὶ τὴν κατ’ οἶκον αὐτῆς⸃ ἐκκλησίαν.
16καὶ ὅταν ἀναγνωσθῇa παρ’ ὑμῖν ἐπιστολή,b ποιήσατεc ἵνα καὶ ἐν τῇ ⸀Λαοδικέωνd ἐκκλησίᾳ ἀναγνωσθῇ,e καὶ τὴν ἐκ Λαοδικείαςf ἵνα καὶ ὑμεῖς ἀναγνῶτε.g
17καὶ εἴπατεa Ἀρχίππῳ·b Βλέπεc τὴν διακονίαν ἣν παρέλαβεςd ἐν κυρίῳ, ἵνα αὐτὴν πληροῖς.e
18 ἀσπασμὸςa τῇ ἐμῇ χειρὶ Παύλου. μνημονεύετέb μου τῶν δεσμῶν.c χάρις μεθ’ ⸀ὑμῶν.