4
οἱ κύριοι, τὸ δίκαιον καὶ τὴν ἰσότηταa
τοῖς δούλοις παρέχεσθε,b
εἰδότεςc
ὅτι καὶ ὑμεῖς ἔχετεd
κύριον ἐν ⸀οὐρανῷ.
2
Τῇ προσευχῇ προσκαρτερεῖτε,a
γρηγοροῦντεςb
ἐν αὐτῇ ἐν εὐχαριστίᾳ,c
3
προσευχόμενοιa
ἅμαb
καὶ περὶ ἡμῶν, ἵνα ὁ θεὸς ἀνοίξῃc
ἡμῖν θύραν τοῦ λόγου, λαλῆσαιd
τὸ μυστήριονe
τοῦ Χριστοῦ, δι’ ὃ καὶ δέδεμαι,f
4
ἵνα φανερώσωa
αὐτὸ ὡς δεῖb
με λαλῆσαι.c
5
Ἐν σοφίᾳ περιπατεῖτεa
πρὸς τοὺς ἔξω, τὸν καιρὸν ἐξαγοραζόμενοι.b
6
ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατιa
ἠρτυμένος,b
εἰδέναιc
πῶς δεῖd
ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι.e
7
Τὰ κατ’ ἐμὲ πάντα γνωρίσειa
ὑμῖν Τυχικὸςb
ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονοςc
καὶ σύνδουλοςd
ἐν κυρίῳ,
8
ὃν ἔπεμψαa
πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο ἵνα ⸀γνῶτεb
τὰ περὶ ⸀ἡμῶν καὶ παρακαλέσῃc
τὰς καρδίας ὑμῶν,
9
σὺν Ὀνησίμῳa
τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ, ὅς ἐστινb
ἐξ ὑμῶν· πάντα ὑμῖν γνωρίσουσινc
τὰ ὧδε.
10
Ἀσπάζεταιa
ὑμᾶς Ἀρίσταρχοςb
ὁ συναιχμάλωτόςc
μου, καὶ Μᾶρκοςd
ὁ ἀνεψιὸςe
Βαρναβᾶf
(περὶ οὗ ἐλάβετεg
ἐντολάς, ἐὰν ἔλθῃh
πρὸς ὑμᾶς δέξασθεi
αὐτόν),
11
καὶ Ἰησοῦς ὁ λεγόμενοςa
Ἰοῦστος,b
οἱ ὄντεςc
ἐκ περιτομῆς, οὗτοι μόνοι συνεργοὶd
εἰς τὴν βασιλείαν τοῦ θεοῦ, οἵτινες ἐγενήθησάνe
μοι παρηγορία.f
12
ἀσπάζεταιa
ὑμᾶς Ἐπαφρᾶςb
ὁ ἐξ ὑμῶν, δοῦλος ⸀Χριστοῦ, πάντοτε ἀγωνιζόμενοςc
ὑπὲρ ὑμῶν ἐν ταῖς προσευχαῖς, ἵνα ⸀σταθῆτεd
τέλειοιe
καὶ ⸀πεπληροφορημένοιf
ἐν παντὶ θελήματι τοῦ θεοῦ.
13
μαρτυρῶa
γὰρ αὐτῷ ὅτι ἔχειb
⸂πολὺν πόνον⸃c
ὑπὲρ ὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳd
καὶ τῶν ἐν Ἱεραπόλει.e
14
ἀσπάζεταιa
ὑμᾶς Λουκᾶςb
ὁ ἰατρὸςc
ὁ ἀγαπητὸς καὶ Δημᾶς.d
15
ἀσπάσασθεa
τοὺς ἐν Λαοδικείᾳb
ἀδελφοὺς καὶ ⸂Νύμφανc
καὶ τὴν κατ’ οἶκον αὐτῆς⸃ ἐκκλησίαν.
16
καὶ ὅταν ἀναγνωσθῇa
παρ’ ὑμῖν ἡ ἐπιστολή,b
ποιήσατεc
ἵνα καὶ ἐν τῇ ⸀Λαοδικέωνd
ἐκκλησίᾳ ἀναγνωσθῇ,e
καὶ τὴν ἐκ Λαοδικείαςf
ἵνα καὶ ὑμεῖς ἀναγνῶτε.g
17
καὶ εἴπατεa
Ἀρχίππῳ·b
Βλέπεc
τὴν διακονίαν ἣν παρέλαβεςd
ἐν κυρίῳ, ἵνα αὐτὴν πληροῖς.e
18
Ὁ ἀσπασμὸςa
τῇ ἐμῇ χειρὶ Παύλου. μνημονεύετέb
μου τῶν δεσμῶν.c
ἡ χάρις μεθ’ ⸀ὑμῶν.