3
Εἰ οὖν συνηγέρθητεa
τῷ Χριστῷ, τὰ ἄνωb
ζητεῖτε,c
οὗ ὁ Χριστός ἐστινd
ἐν δεξιᾷ τοῦ θεοῦ καθήμενος·e
2
τὰ ἄνωa
φρονεῖτε,b
μὴ τὰ ἐπὶ τῆς γῆς,
3
ἀπεθάνετεa
γάρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπταιb
σὺν τῷ Χριστῷ ἐν τῷ θεῷ·
4
ὅταν ὁ Χριστὸς φανερωθῇ,a
ἡ ζωὴ ⸀ὑμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθεb
ἐν δόξῃ.
5
Νεκρώσατεa
οὖν τὰ ⸀μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν,b
ἀκαθαρσίαν,c
πάθος,d
ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίανe
ἥτις ἐστὶνf
εἰδωλολατρία,g
6
δι’ ἃ ἔρχεταιa
ἡ ὀργὴ τοῦ θεοῦ ⸂ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας⸃·b
7
ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέa
ποτε ὅτε ἐζῆτεb
ἐν ⸀τούτοις·
8
νυνὶa
δὲ ἀπόθεσθεb
καὶ ὑμεῖς τὰ πάντα, ὀργήν, θυμόν,c
κακίαν,d
βλασφημίαν,e
αἰσχρολογίανf
ἐκ τοῦ στόματος ὑμῶν·
9
μὴ ψεύδεσθεa
εἰς ἀλλήλους· ἀπεκδυσάμενοιb
τὸν παλαιὸνc
ἄνθρωπον σὺν ταῖς πράξεσινd
αὐτοῦ,
10
καὶ ἐνδυσάμενοιa
τὸν νέονb
τὸν ἀνακαινούμενονc
εἰς ἐπίγνωσινd
κατ’ εἰκόναe
τοῦ κτίσαντοςf
αὐτόν,
11
ὅπου οὐκ ἔνιa
Ἕλληνb
καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία,c
βάρβαρος,d
Σκύθης,e
δοῦλος, ἐλεύθερος,f
ἀλλὰ ⸀τὰ πάντα καὶ ἐν πᾶσιν Χριστός.
12
Ἐνδύσασθεa
οὖν ὡς ἐκλεκτοὶb
τοῦ θεοῦ, ἅγιοι καὶ ἠγαπημένοι,c
σπλάγχναd
οἰκτιρμοῦ,e
χρηστότητα,f
ταπεινοφροσύνην,g
πραΰτητα,h
μακροθυμίαν,i
13
ἀνεχόμενοιa
ἀλλήλων καὶ χαριζόμενοιb
ἑαυτοῖς ἐάν τις πρός τινα ἔχῃc
μομφήν·d
καθὼς καὶ ὁ ⸀κύριος ἐχαρίσατοe
ὑμῖν οὕτως καὶ ὑμεῖς·
14
ἐπὶ πᾶσιν δὲ τούτοις τὴν ἀγάπην, ⸀ὅ ἐστινa
σύνδεσμοςb
τῆς τελειότητος.c
15
καὶ ἡ εἰρήνη τοῦ ⸀Χριστοῦ βραβευέτωa
ἐν ταῖς καρδίαις ὑμῶν, εἰς ἣν καὶ ἐκλήθητεb
ἐν ἑνὶ σώματι· καὶ εὐχάριστοιc
γίνεσθε.d
16
ὁ λόγος τοῦ Χριστοῦ ἐνοικείτωa
ἐν ὑμῖν πλουσίωςb
ἐν πάσῃ σοφίᾳ· διδάσκοντεςc
καὶ νουθετοῦντεςd
ἑαυτοὺς ⸀ψαλμοῖς,e
⸀ὕμνοις,f
ᾠδαῖςg
πνευματικαῖςh
⸀ἐν χάριτι, ᾄδοντεςi
ἐν ⸂ταῖς καρδίαις⸃ ὑμῶν τῷ ⸀θεῷ·
17
καὶ πᾶν ⸂ὅ τι⸃ ⸀ἐὰν ποιῆτεa
ἐν λόγῳ ἢ ἐν ἔργῳ, πάντα ἐν ὀνόματι κυρίου Ἰησοῦ, εὐχαριστοῦντεςb
τῷ ⸀θεῷ πατρὶ δι’ αὐτοῦ.
18
Αἱ γυναῖκες, ὑποτάσσεσθεa
⸀τοῖς ἀνδράσιν, ὡς ἀνῆκενb
ἐν κυρίῳ.
19
οἱ ἄνδρες, ἀγαπᾶτεa
τὰς γυναῖκας καὶ μὴ πικραίνεσθεb
πρὸς αὐτάς.
20
Τὰ τέκνα, ὑπακούετεa
τοῖς γονεῦσινb
κατὰ πάντα, τοῦτο γὰρ ⸂εὐάρεστόνc
ἐστιν⸃d
ἐν κυρίῳ.
21
οἱ πατέρες, μὴ ἐρεθίζετεa
τὰ τέκνα ὑμῶν, ἵνα μὴ ἀθυμῶσιν.b
22
οἱ δοῦλοι, ὑπακούετεa
κατὰ πάντα τοῖς κατὰ σάρκα κυρίοις, μὴ ἐν ⸀ὀφθαλμοδουλίαις,b
ὡς ἀνθρωπάρεσκοι,c
ἀλλ’ ἐν ἁπλότητιd
καρδίας, φοβούμενοιe
τὸν ⸀κύριον.
23
⸀ὃ ἐὰν ποιῆτε,a
ἐκ ψυχῆς ἐργάζεσθε,b
ὡς τῷ κυρίῳ καὶ οὐκ ἀνθρώποις,
24
εἰδότεςa
ὅτι ἀπὸ κυρίου ⸀ἀπολήμψεσθεb
τὴν ἀνταπόδοσινc
τῆς κληρονομίας·d
⸀τῷ κυρίῳ Χριστῷ δουλεύετε·e
25
ὁ ⸀γὰρ ἀδικῶνa
κομίσεταιb
ὃ ἠδίκησεν,c
καὶ οὐκ ἔστινd
προσωπολημψία.e