2
Θέλωa
γὰρ ὑμᾶς εἰδέναιb
ἡλίκονc
ἀγῶναd
ἔχωe
⸀ὑπὲρ ὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳf
καὶ ὅσοι οὐχ ἑόρακανg
τὸ πρόσωπόν μου ἐν σαρκί,
2
ἵνα παρακληθῶσινa
αἱ καρδίαι αὐτῶν, ⸀συμβιβασθέντεςb
ἐν ἀγάπῃ καὶ εἰς ⸂πᾶν πλοῦτος⸃c
τῆς πληροφορίαςd
τῆς συνέσεως,e
εἰς ἐπίγνωσινf
τοῦ μυστηρίουg
τοῦ ⸀θεοῦ, Χριστοῦ,
3
ἐν ᾧ εἰσινa
πάντες οἱ θησαυροὶb
τῆς σοφίας ⸀καὶ γνώσεωςc
ἀπόκρυφοι.d
4
⸀τοῦτο λέγωa
ἵνα ⸀μηδεὶς ὑμᾶς παραλογίζηταιb
ἐν πιθανολογίᾳ.c
5
εἰ γὰρ καὶ τῇ σαρκὶ ἄπειμι,a
ἀλλὰ τῷ πνεύματι σὺν ὑμῖν εἰμι,b
χαίρωνc
καὶ βλέπωνd
ὑμῶν τὴν τάξινe
καὶ τὸ στερέωμαf
τῆς εἰς Χριστὸν πίστεως ὑμῶν.
6
Ὡς οὖν παρελάβετεa
τὸν Χριστὸν Ἰησοῦν τὸν κύριον, ἐν αὐτῷ περιπατεῖτε,b
7
ἐρριζωμένοιa
καὶ ἐποικοδομούμενοιb
ἐν αὐτῷ καὶ ⸀βεβαιούμενοιc
τῇ πίστει καθὼς ἐδιδάχθητε,d
⸀περισσεύοντεςe
ἐν εὐχαριστίᾳ.f
8
Βλέπετεa
μή τις ὑμᾶς ἔσταιb
ὁ συλαγωγῶνc
διὰ τῆς φιλοσοφίαςd
καὶ κενῆςe
ἀπάτηςf
κατὰ τὴν παράδοσινg
τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖαh
τοῦ κόσμου καὶ οὐ κατὰ Χριστόν·
9
ὅτι ἐν αὐτῷ κατοικεῖa
πᾶν τὸ πλήρωμαb
τῆς θεότητοςc
σωματικῶς,d
10
καὶ ἐστὲa
ἐν αὐτῷ πεπληρωμένοι,b
ὅς ἐστινc
ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας,
11
ἐν ᾧ καὶ περιετμήθητεa
περιτομῇ ἀχειροποιήτῳb
ἐν τῇ ἀπεκδύσειc
τοῦ ⸀σώματος τῆς σαρκός, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ,
12
συνταφέντεςa
αὐτῷ ἐν τῷ ⸀βαπτισμῷ,b
ἐν ᾧ καὶ συνηγέρθητεc
διὰ τῆς πίστεως τῆς ἐνεργείαςd
τοῦ θεοῦ τοῦ ἐγείραντοςe
αὐτὸν ⸀ἐκ νεκρῶν·
13
καὶ ὑμᾶς νεκροὺς ὄνταςa
⸀ἐν τοῖς παραπτώμασινb
καὶ τῇ ἀκροβυστίᾳc
τῆς σαρκὸς ὑμῶν, συνεζωοποίησενd
ὑμᾶς σὺν αὐτῷ· χαρισάμενοςe
ἡμῖν πάντα τὰ παραπτώματα,f
14
ἐξαλείψαςa
τὸ καθ’ ἡμῶν χειρόγραφονb
τοῖς δόγμασινc
ὃ ἦνd
ὑπεναντίονe
ἡμῖν, καὶ αὐτὸ ἦρκενf
ἐκ τοῦ μέσου προσηλώσαςg
αὐτὸ τῷ σταυρῷ·h
15
ἀπεκδυσάμενοςa
τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐδειγμάτισενb
ἐν παρρησίᾳ, θριαμβεύσαςc
αὐτοὺς ἐν αὐτῷ.
16
Μὴ οὖν τις ὑμᾶς κρινέτωa
ἐν βρώσειb
⸀ἢ ἐν πόσειc
ἢ ἐν μέρει ἑορτῆςd
ἢ νουμηνίαςe
ἢ σαββάτων,
17
ἅ ἐστινa
σκιὰb
τῶν μελλόντων,c
τὸ δὲ σῶμα ⸀τοῦ Χριστοῦ.
18
μηδεὶς ὑμᾶς καταβραβευέτωa
θέλωνb
ἐν ταπεινοφροσύνῃc
καὶ θρησκείᾳd
τῶν ἀγγέλων, ⸀ἃ ἑόρακενe
ἐμβατεύων,f
εἰκῇg
φυσιούμενοςh
ὑπὸ τοῦ νοὸςi
τῆς σαρκὸς αὐτοῦ,
19
καὶ οὐ κρατῶνa
τὴν κεφαλήν, ἐξ οὗ πᾶν τὸ σῶμα διὰ τῶν ἁφῶνb
καὶ συνδέσμωνc
ἐπιχορηγούμενονd
καὶ συμβιβαζόμενονe
αὔξειf
τὴν αὔξησινg
τοῦ θεοῦ.
20
Εἰ ἀπεθάνετεa
σὺν Χριστῷ ἀπὸ τῶν στοιχείωνb
τοῦ κόσμου, τί ὡς ζῶντεςc
ἐν κόσμῳ δογματίζεσθε·d
21
Μὴ ἅψῃa
μηδὲ γεύσῃb
μηδὲ θίγῃς,c
22
ἅ ἐστινa
πάντα εἰς φθορὰνb
τῇ ἀποχρήσει,c
κατὰ τὰ ἐντάλματαd
καὶ διδασκαλίαςe
τῶν ἀνθρώπων;
23
ἅτινά ἐστινa
λόγον μὲν ἔχονταb
σοφίας ἐν ἐθελοθρησκίᾳc
καὶ ταπεινοφροσύνῃd
καὶ ἀφειδίᾳe
σώματος, οὐκ ἐν τιμῇ τινι πρὸς πλησμονὴνf
τῆς σαρκός.